Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.20.1-9.20.5

塔纳格拉的起源古迹与特里同传说

第 386 段,共 465 段 · 希腊语

内容简介

本文叙述了塔纳格拉的历史起源、建立者普伊曼德罗斯及其妻子塔纳格拉(格赖亚)的由来。同时介绍了当地的各种古迹,包括奥里翁之墓、阿特拉斯驻地,以及关于狄奥尼索斯神庙中一尊无头特里同神像的两则传说。

§9.20.1ἔστι δὲ τῆς Ταναγραίας ἐπὶ θαλάσσῃ καλούμενον Δήλιον· ἐν δὲ αὐτῷ καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἐστιν ἀγάλματα.
在塔纳格拉的海滨有一个叫作德利翁的地方;其中有阿耳忒弥斯和勒托的神像。
Ταναγραῖοι δὲ οἰκιστήν σφισι Ποίμανδρον γενέσθαι λέγουσι Χαιρησίλεω παῖδα τοῦ Ἰασίου τοῦ Ἐλευθῆρος, τὸν δʼ Ἀπόλλωνός τε καὶ Αἰθούσης εἶναι τῆς Ποσειδῶνος.
塔纳格拉人说,他们的建立者是普伊曼德罗斯,他是埃勒乌忒尔之子伊阿西俄斯之子凯雷西莱俄斯之子,而这位埃勒乌忒尔则是阿波罗与波塞冬之女埃图萨之子。
Ποίμανδρον δὲ γυναῖκά φασιν ἀγαγέσθαι Τάναγραν θυγατέρα Αἰόλου· Κορίννῃ δέ ἐστιν ἐς αὐτὴν πεποιημένα Ἀσωποῦ παῖδα εἶναι.
他们说普伊曼德罗斯娶了埃俄洛斯之女塔纳格拉为妻;但在科林娜关于她的诗作中,她被写成是阿索波斯之女。
§9.20.2ταύτης τοῦ βίου προελθούσης ἐπὶ μακρότατον τοὺς περιοίκους φασὶν ἀφελόντας τὸ ὄνομα τήν τε γυναῖκα αὐτὴν καλεῖν Γραῖαν καὶ ἀνὰ χρόνον τὴν πόλιν· διαμεῖναί τε τὸ ὄνομα ἐς τοσοῦτον ὡς καὶ Ὅμηρον ἐν καταλόγῳ ποιῆσαι " Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν.
据说,由于她的寿命延长到极长,邻近的人们便取消了她的名字,称呼这位妇女本人为格赖亚,并在一段时间后也这样称呼这座城市;这一名字一直延续下去,以至于荷马也在船名录中写道: “塞斯庇亚、格赖亚以及土地辽阔的米卡勒索斯。
" χρόνῳ δὲ ὕστερον τὸ ὄνομα τὸ ἀρχαῖον ἀνεσώσαντο.
” 但在后来的时间里,他们又恢复了古老的名字。
§9.20.3ἔστι δʼ Ὠρίωνος μνῆμα ἐν Τανάγρᾳ καὶ ὄρος Κηρύκιον, ἔνθα Ἑρμῆν τεχθῆναι λέγουσι, Πόλος τε ὀνομαζόμενον χωρίον· ἐνταῦθα Ἄτλαντα καθήμενον πολυπραγμονεῖν τά τε ὑπὸ γῆς φασι καὶ τὰ οὐράνια, πεποιῆσθαι δὲ καὶ Ὁμήρῳ περὶ τούτου, " Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅστε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτός μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. "
在塔纳格拉有奥里翁的墓,还有凯律基翁山,据说赫耳墨斯出生于此,以及一个被称为波洛斯的地方;他们说阿特拉斯坐在这里,潜心钻研地下及天上的事物,荷马也曾对此作诗写道: “那诡计多端的阿特拉斯之女,他深知一切海洋的底蕴,并且自己支撑着那高大的柱子,将大地和天空分隔开来。
§9.20.4ἐν δὲ τοῦ Διονύσου τῷ ναῷ θέας μὲν καὶ τὸ ἄγαλμα ἄξιον λίθου τε ὂν Παρίου καὶ ἔργον Καλάμιδος, θαῦμα δὲ παρέχεται μεῖζον ἔτι ὁ Τρίτων.
” 在狄奥尼索斯的神庙中,那尊由帕罗斯石雕成、出自卡拉米斯之手的神像固然值得一看,但特里同呈现出了更为巨大的奇迹。
ὁ μὲν δὴ σεμνότερος ἐς αὐτὸν λόγος τὰς γυναῖκάς φησι τὰς Ταναγραίων πρὸ τῶν Διονύσου ὀργίων ἐπὶ θάλασσαν καταβῆναι καθαρσίων ἕνεκα, νηχομέναις δὲ ἐπιχειρῆσαι τὸν Τρίτωνα καὶ τὰς γυναῖκας εὔξασθαι Διόνυσόν σφισιν ἀφικέσθαι βοηθόν, ὑπακοῦσαί τε δὴ τὸν θεὸν καὶ τοῦ Τρίτωνος κρατῆσαι τῇ μάχῃ·
关于他的那个更为庄重的传说说道,塔纳格拉的妇女们在狄奥尼索斯的狂欢祭典之前,为了净化的缘故而下到海边;当她们游泳时,特里同袭击了她们,妇女们便祈求狄奥尼索斯前来援助她们,神果然听从了,并在战斗中击败了特里同。
§9.20.5ὁ δὲ ἕτερος λόγος ἀξιώματι μὲν ἀποδεῖ τοῦ προτέρου, πιθανώτερος δέ ἐστι.
另一个传说虽然在庄重程度上不及前一个,但更为可信。
φησὶ γὰρ δὴ οὗτος, ὁπόσα ἐλαύνοιτο ἐπὶ θάλασσαν βοσκήματα, ὡς ἐλόχα τε ὁ Τρίτων καὶ ἥρπαζεν· ἐπιχειρεῖν δὲ αὐτὸν καὶ τῶν πλοίων τοῖς λεπτοῖς, ἐς ὃ οἱ Ταναγραῖοι κρατῆρα οἴνου προτιθέασιν αὐτῷ.
因为这个传说说,凡是被赶到海边的牲畜,特里同都会伏击并将其抢走;他甚至还袭击那些轻便的小船,直到塔纳格拉人为他设下一盆葡萄酒。
καὶ τὸν αὐτίκα ἔρχεσθαι λέγουσιν ὑπὸ τῆς ὀσμῆς, πιόντα δὲ ἐρρῖφθαι κατὰ τῆς ᾐόνος ὑπνωμένον, Ταναγραῖον δὲ ἄνδρα πελέκει παίσαντα ἀποκόψαι τὸν αὐχένα αὐτοῦ· καὶ διὰ τοῦτο οὐκ ἔπεστιν αὐτῷ κεφαλή.
据说他立刻顺着气味走来,喝下酒后便昏睡着倒在沙滩上,一个塔纳格拉男子用斧头劈砍,砍断了他的脖子;也正因为如此,他没有头部。
ὅτι δὲ μεθυσθέντα εἷλον, ἐπὶ τούτῳ ὑπὸ Διονύσου νομίζουσιν ἀποθανεῖν αὐτόν.
由于他们是在他醉酒时捕获他的,因此他们认为他是因狄奥尼索斯而死的。

词汇与语法注释

  1. 9.20.1τὸν δʼ — 代词 τὸν δʼ(宾格)指代前文系谱中出现的“埃勒乌忒尔”(Ἐλευθῆρα)。如果将其理解为指代前面的主格主语普伊曼德罗斯或凯雷西莱俄斯,则会与已知的神话系谱(即埃勒乌忒尔是阿波罗与埃图萨之子)相抵触。
  2. 9.20.1Κορίννῃ δέ ἐστιν ἐς αὐτὴν πεποιημένα — 与格 Κορίννῃ 是施事与格。配合中性复数完成被动分词 πεποιημένα(暗指诗歌)构成“由科林娜创作了诗作”的句式。随后的对格不定式短语 Ἀσωποῦ παῖδα εἶναι 则表示其诗作的内容(“她是阿索波斯之女”)。
  3. 9.20.2ταύτης τοῦ βίου προελθούσης ἐπὶ μακρότατον — 属格绝对结构。动词 προέρχομαι 的不及物用法(“前进”)与属格 τοῦ βίου(“生命”)作为内在宾语/补足语结合,表示“她的生命已走到极长”(即她达到了极高的年龄)。
  4. 9.20.4θέας μὲν καὶ τὸ ἄγαλμα ἄξιον — 形容词 ἄξιον(“值得的”)支配属格 θέας(“观看”)。由于 μὲν 和 καὶ 的位置,整体语序有些反常,主语 τὸ ἄγαλμα 被插入在其中。
  5. 9.20.5ὁπόσα ἐλαύνοιτο — 表示过去重复的条件/关系从句。此处在过去一般条件句中使用了希求语气(ἐλαύνοιτο),与主句的未完成过去直陈语气(ἐλόχα, ἥρπαζεν)相结合,表示过去习惯性或重复发生的动作(“每当它们被赶到……时”)。

引用这一段

保萨尼亚斯, 希腊志 §9.20.1-9.20.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.20.1-9.20.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。