Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.18.1-9.18.6

通往哈尔基斯路上的英雄之墓与俄狄浦斯泉

第 384 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯介绍了从底比斯通往哈尔科斯路旁的梅拉尼波斯之墓、俄狄浦斯之子墓上出现的奇迹、提瑞西阿斯和赫克托耳的墓,以及俄狄浦斯泉的传说。

§9.18.1ἐκ Θηβῶν δὲ ὁδὸς ἐς Χαλκίδα κατὰ πύλας ταύτας ἐστὶ τὰς Προιτίδας.
从底比斯通往哈尔科斯的道路经过这扇普罗伊提得斯门。
τάφος δὲ ἐπὶ τῇ λεωφόρῳ δείκνυται Μελανίππου, Θηβαίων ἐν τοῖς μάλιστα ἀγαθοῦ τὰ πολεμικά· καὶ ἡνίκα ἐπεστράτευσαν οἱ Ἀργεῖοι, Τυδέα ὁ Μελάνιππος οὗτος καὶ ἀδελφῶν τῶν Ἀδράστου Μηκιστέα ἀπέκτεινε, καί οἱ καὶ αὐτῷ τὴν τελευτὴν ὑπὸ Ἀμφιαράου γενέσθαι λέγουσι.
在大道旁,人们指认着梅拉尼波斯的坟墓,他是底比斯人中最擅长战事的人之一;当阿耳戈斯人前来远征时,这位梅拉尼波斯杀死了提丢斯和阿德拉斯托斯的兄弟之一梅喀斯透斯,而据说他自己最终也死于安菲阿拉俄斯之手。
§9.18.2τούτου δὲ ἐγγύτατα τρεῖς εἰσιν ἀργοὶ λίθοι· Θηβαίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες Τυδέα φασὶν εἶναι τὸν ἐνταῦθα κείμενον, ταφῆναι δὲ αὐτὸν ὑπὸ Μαίονος, καὶ ἐς μαρτυρίαν τοῦ λόγου παρέσχον τῶν ἐν Ἰλιάδι ἔπος " Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. "
在这座墓极近的地方有三块未加工的石头;那些记得古代之事的底比斯人说,躺在这里的是提丢斯,他是由迈翁安葬的,并引用《伊利亚特》中的诗句来证明其说法: “提丢斯,在底比斯,堆起的泥土将他覆盖。
§9.18.3ἑξῆς δέ ἐστι τῶν Οἰδίποδος παίδων μνήματα· καὶ τὰ ἐπʼ αὐτοῖς δρώμενα οὐ θεασάμενος πιστὰ ὅμως ὑπείληφα εἶναι.
” 紧接着是俄狄浦斯之子们的墓;虽然我没有亲眼见过在其上举行的仪式,但我依然相信其真实性。
φασὶ γὰρ καὶ ἄλλοις οἱ Θηβαῖοι τῶν καλουμένων ἡρώων καὶ τοῖς παισὶν ἐναγίζειν τοῖς Οἰδίποδος· τούτοις δὲ ἐναγιζόντων αὐτῶν τὴν φλόγα, ὡσαύτως δὲ καὶ τὸν ἀπʼ αὐτῆς καπνὸν διχῇ διίστασθαι.
因为底比斯人说,他们既向其他被称为英雄的人献祭,也向俄狄浦斯的 sons 们献祭;当他们向后者献祭时,火焰以及随之升起的烟雾都会一分为二。
ἐμὲ δὲ ἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε.
而引导我信服他们所言的,是我亲眼见到了另一个类似的现象。
§9.18.4ἐν Μυσίᾳ τῇ ὑπὲρ Καΐκου πόλισμά ἐστι Πιονίαι, τὸν δὲ οἰκιστὴν οἱ ἐνταῦθα Πίονιν τῶν τινα ἀπογόνων τῶν Ἡρακλέους φασὶν εἶναι· μελλόντων δὲ ἐναγίζειν αὐτῷ καπνὸς αὐτόματος ἄνεισιν ἐκ τοῦ τάφου.
在凯科斯河上游的米西亚地区,有一座名为皮奥尼亚伊的小镇,那里的居民说其建立者皮奥尼斯是赫拉克勒斯的后代之一;当他们准备向他献祭时,烟雾会自发地从坟墓中升起。
ταῦτα μὲν οὖν συμβαίνοντα εἶδον, Θηβαῖοι δὲ καὶ Τειρεσίου μνῆμα ἀποφαίνουσι, πέντε μάλιστα καὶ δέκα ἀπωτέρω σταδίοις ἢ Οἰδίποδος τοῖς παισίν ἐστιν ὁ τάφος·
我确实看到了这件事情的发生。
ὁμολογοῦντες δὲ καὶ οὗτοι συμβῆναι Τειρεσίᾳ τὴν τελευτὴν ἐν τῇ Ἁλιαρτίᾳ, τὸ παρὰ σφίσιν ἐθέλουσιν εἶναι κενὸν μνῆμα.
另外,底比斯人也指认了提瑞西阿斯的纪念碑,它距离俄狄浦斯之子们的坟墓大约有十五斯塔德远;虽然他们自己也承认提瑞西阿斯是死在哈利亚尔托斯地区,但他们仍主张在他们那里的那一座是空墓。
§9.18.5ἔστι δὲ καὶ Ἕκτορος Θηβαίοις τάφος τοῦ Πριάμου πρὸς Οἰδιποδίᾳ καλουμένῃ κρήνῃ, κομίσαι δὲ αὐτοῦ τὰ ὀστᾶ ἐξ Ἰλίου φασὶν ἐπὶ τοιῷδε μαντεύματι· " Θηβαῖοι Κάδμοιο πόλιν καταναιετάοντες, αἴ κʼ ἐθέλητε πάτραν οἰκεῖν σὺν ἀμύμονι πλούτῳ, Ἕκτορος ὀστέα Πριαμίδου κομίσαντες ἐς οἴκους ἐξ Ἀσίης Διὸς ἐννεσίῃσʼ ἥρωα σέβεσθαι. "
在被称为俄狄浦斯泉的旁边,底比斯人还拥有一座普里阿摩斯之子赫克托耳的坟墓,据说他们是在得到如下神谕后,将他的遗骨从伊利翁运来的: “居住在卡德摩斯之城的底比斯人啊,若你们渴望伴随着完美的财富居住在祖国,需遵照宙斯的指示,将普里阿摩斯之子赫克托耳的骨骸从亚洲运回家园,并视其为英雄予以崇敬。
§9.18.6τῇ δὲ Οἰδιποδίᾳ κρήνῃ τὸ ὄνομα ἐγένετο, ὅτι ἐς αὐτὴν τὸ αἷμα ἐνίψατο Οἰδίπους τοῦ πατρῴου φόνου.
” 俄狄浦斯泉之所以得名,是因为俄狄浦斯曾在这口泉水中洗净了弑父的血迹。
πρὸς δὲ τῇ πηγῇ τάφος ἐστὶν Ἀσφοδίκου· καὶ ὁ Ἀσφόδικος οὗτος ἀπέκτεινεν ἐν τῇ μάχῃ τῇ πρὸς Ἀργείους Παρθενοπαῖον τὸν Ταλαοῦ, καθὰ οἱ Θηβαῖοι λέγουσιν, ἐπεὶ τά γε ἐν Θηβαΐδι ἔπη τὰ ἐς τὴν Παρθενοπαίου τελευτὴν Περικλύμενον τὸν ἀνελόντα φησὶν εἶναι.
在泉水旁有阿斯福迪科斯的坟墓;正如底比斯人所说,这位阿斯福迪科斯在对抗阿耳戈斯人的战斗中杀死了塔拉俄斯之子帕耳忒诺派俄斯,然而叙事诗《底比斯战纪》中关于帕耳忒诺派俄斯之死的诗句却说,杀死他的是佩里克吕墨诺斯。

词汇与语法注释

  1. §9.18.1Θηβαίων ἐν τοῖς μάλιστα ἀγαθοῦ — 介词短语 ἐν τοῖς 是与最高级或相当于最高级的副词(此处为 μάλιστα)连用的习惯用法,意为“特别”、“在最……之中”。ἀγαθοῦ 是属格,与 Μελανίππου 一致。
  2. §9.18.3ἐμὲ δὲ ἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε — 句子的核心结构是 ἄλλο τοιόνδε(主语)+ ἐπηγάγοντο(动词)+ ἐμέ(宾语)+ ἐς πίστιν ὧν λέγουσιν(修饰语)。关系代词 ὧν 包含了先行词并被同化为属格。分词 ἰδόντα 与宾语 ἐμέ 一致。直译为:“[我亲自]看到另一个类似的事情,引导我信服他们所说的话。”

引用这一段

保萨尼亚斯, 希腊志 §9.18.1-9.18.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.18.1-9.18.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。