§9.17.1πλησίον δὲ Ἀρτέμιδος ναός ἐστιν Εὐκλείας· Σκόπα δὲ τὸ ἄγαλμα ἔργον.
附近有一座别名为埃乌克勒亚的阿耳忒弥斯神庙,其神像是斯科帕斯的作品。
ταφῆναι δὲ ἐντὸς τοῦ ἱεροῦ θυγατέρας Ἀντιποίνου λέγουσιν Ἀνδρόκλειάν τε καὶ Ἀλκίδα.
据说在神庙内部葬有安提波伊诺斯之女安德罗克莱亚和阿尔基斯。
μελλούσης γὰρ πρὸς Ὀρχομενίους γίνεσθαι μάχης Θηβαίοις καὶ Ἡρακλεῖ, λόγιόν σφισιν ἦλθεν ἔσεσθαι τοῦ πολέμου κράτος ἀποθανεῖν αὐτοχειρίᾳ θελήσαντος, ὃς ἂν τῶν ἀστῶν ἐπιφανέστατος κατὰ γένους ἀξίωμα ᾖ.
因为当底比斯人及赫拉克勒斯与奥尔霍迈诺斯人即将发生交战时,他们得到一条神谕,称如果公民中按出身尊贵程度最显赫的人愿意亲手结束生命,战争的胜利就将属于他们。
Ἀντιποίνῳ μὲν οὖν—τούτῳ γὰρ τὰ ἐς τοὺς προγόνους μάλιστα ὑπῆρχεν ἔνδοξα—οὐχ ἡδὺ ἦν ἀποθνήσκειν πρὸ τοῦ δήμου, ταῖς δὲ Ἀντιποίνου θυγατράσιν ἤρεσκε· διεργασάμεναι δὲ αὑτὰς τιμὰς ἀντὶ τούτων ἔχουσι.
于是,安提波伊诺斯本人——因为他拥有最显赫的祖先荣耀——并不乐意为民众而死,但安提波伊诺斯的女儿们却乐于如此;她们自尽了生命,并因此获得了荣誉。
§9.17.2τοῦ ναοῦ δὲ τῆς Εὐκλείας Ἀρτέμιδος λέων ἐστὶν ἔμπροσθε λίθου πεποιημένος· ἀναθεῖναι δὲ ἐλέγετο Ἡρακλῆς Ὀρχομενίους καὶ τὸν βασιλέα αὐτῶν Ἐργῖνον τὸν Κλυμένου νικήσας τῇ μάχῃ.
在埃乌克勒亚·阿耳忒弥斯神庙前,有一座石造的狮子;据说这是赫拉克勒斯在战斗中击败奥尔霍迈诺斯人及其国王、克吕墨诺斯之子厄耳癸诺斯后奉纳的。
πλησίον δὲ Ἀπόλλων τέ ἐστιν ἐπίκλησιν Βοηδρόμιος καὶ Ἀγοραῖος Ἑρμῆς καλούμενος, Πινδάρου καὶ τοῦτο ἀνάθημα.
附近还有别名为博埃德罗米奥斯的阿波罗,以及被称为阿戈莱奥斯的赫耳墨斯,这同样是品达的奉纳物。
ἀπέχει δὲ ἡ πυρὰ τῶν Ἀμφίονος παίδων ἥμισυ σταδίου μάλιστα ἀπὸ τῶν τάφων· μένει δὲ ἡ τέφρα καὶ ἐς τόδε ἔτι ἀπὸ τῆς πυρᾶς.
安菲翁之子们的火葬柴堆距离他们的坟墓大约有半个斯塔德;时至今日,那堆柴堆的灰烬依然残存。
§9.17.3πλησίον δὲ Ἀμφιτρύωνος ἀνάθημα δύο ἀγάλματα λίθινα λέγουσιν Ἀθηνᾶς ἐπίκλησιν Ζωστηρίας· λαβεῖν γὰρ τὰ ὅπλα αὐτὸν ἐνταῦθα, ἡνίκα Εὐβοεῦσι καὶ Χαλκώδοντι ἔμελλεν ἀντιτάξεσθαι.
附近有两尊被称为佐斯泰里亚的雅典娜石像,据说它们是安菲特律翁的奉纳物;因为据说当他准备对抗优波亚人及哈尔科冬时,就是在这里穿戴起盔甲的。
τὸ δὲ ἐνδῦναι τὰ ὅπλα ἐκάλουν ἄρα οἱ παλαιοὶ ζώσασθαι· καὶ δὴ Ὅμηρον, Ἄρει τὸν Ἀγαμέμνονα ποιήσαντα ἐοικέναι τὴν ζώνην, τῶν ὅπλων τὴν σκευήν φασιν εἰκάζειν.
原来,古人将穿戴盔甲称为“束带”;他们说,荷马在诗中描述阿伽门农的腰带像阿瑞斯时,实际上是在比喻他的武装装备。
§9.17.4Ζήθῳ δὲ μνῆμα καὶ Ἀμφίονι ἐν κοινῷ γῆς χῶμά ἐστιν οὐ μέγα.
仄托斯与安菲翁有一座共同的纪念碑,是一座不大的土丘。
ὑφαιρεῖσθαι δὲ ἐθέλουσιν ἀπʼ αὐτοῦ τῆς γῆς οἱ Τιθορέαν ἐν τῇ Φωκίδι ἔχοντες, ἐθέλουσι δέ, ἐπειδὰν τὸν ἐν τῷ οὐρανῷ ταῦρον ὁ ἥλιος διεξίῃ· τηνικαῦτα γὰρ ἢν ἀπʼ αὐτοῦ λαβόντες γῆν τῷ Ἀντιόπης μνήματι περιάψωσι, Τιθορεεῦσιν οἴσει καρπὸν ἡ χώρα, Θηβαίοις δὲ οὐχ ὁμοίως.
居住在福基斯地区提托里亚的人们企图从这座土丘上偷偷挖走泥土,他们选在太阳穿过天空中的金牛座之时;因为在那个时候,如果他们从这里取走泥土并附在安提俄珀的墓上,提托里亚人的土地就会带来丰收,而底比斯人的土地则不会同样丰收。
καὶ ἐπὶ τούτῳ φρουρὰν οἱ Θηβαῖοι τότε ἔχουσι τοῦ μνήματος.
因此,底比斯人在此期间会派人看守这座墓。
§9.17.5ταῦτα δὲ αἱ πόλεις αὗται πεπιστεύκασιν ἐκ χρησμῶν τῶν Βάκιδος, ἔστι γὰρ καὶ τάδε ἐν τοῖς χρησμοῖς· "
ἀλλʼ ὁπόταν Τιθορεὺς Ἀμφίονί τε Ζήθῳ τε
χύτλα καὶ εὐχωλὰς μειλίγματʼ ἐνὶ χθονὶ χεύῃ
θελγομένου ταύροιο κλυτοῦ μένει ἠελίοιο,
καὶ τότε δὴ πεφύλαξο πόλει κακὸν οὐκ ἀλαπαδνόν
ἐρχόμενον· καρποὶ γὰρ ἀποφθινύθουσιν ἐν αὐτῇ
γαίης δασσαμένων, Φώκου δʼ ἐπὶ σῆμα φερόντων.
这些城市因巴基斯的神谕而深信这些事情,因为在神谕中也有如下的诗句: “但是,当提托里亚人在大地之上,向安菲翁与仄托斯倾倒奠酒与祈祷作为安抚,正值公牛被显赫太阳的力量所抚慰之时,那时便要提防那降临城邦、不容小觑的灾祸;因为当人们瓜分泥土并将其运往福科斯之墓时,该城的庄稼便会枯萎消逝。
" §9.17.6Φώκου δὲ μνῆμα ὁ Βάκις εἴρηκεν ἐπὶ αἰτίᾳ τοιᾷδε.
” 巴基斯之所以提到福科斯之墓,是因为以下的原因。
ἡ γυνὴ τοῦ Λύκου Διόνυσον θεῶν μάλιστα ἦγεν ἐν τιμῇ· παθούσης δὲ αὐτῆς τὰ λεγόμενα Διόνυσος νεμεσᾷ τῇ Ἀντιόπῃ.
吕科斯的妻子最崇敬神明中的狄奥尼索斯;当她遭受了传说中的那些惩罚时,狄奥尼索斯对安提俄珀感到愤怒。
ἐπίφθονοι δὲ ἀεί πως παρὰ θεῶν αἱ ὑπερβολαὶ τῶν τιμωριῶν εἰσι· λέγουσιν Ἀντιόπην μανῆναι καὶ ἐκστᾶσαν τῶν φρενῶν κατὰ πᾶσαν πλανᾶσθαι τὴν Ἑλλάδα, Φῶκον δὲ τὸν Ὀρνυτίωνος τοῦ Σισύφου περιτυχεῖν αὐτῇ καὶ ἔχειν γυναῖκα ἰασάμενον· καὶ δὴ ὁ τάφος ἐν κοινῷ τῇ Ἀντιόπῃ καὶ Φώκῳ πεποίηται.
因为来自神明的过度惩罚总是在某种程度上令人反感;据说安提俄珀发了疯,丧失理智,在整个希腊四处流浪,而西西弗斯之子奥尔纽提翁的儿子福科斯遇到了她,治好了她,并娶她为妻;因此,这座坟墓确实是安提俄珀与福科斯共有的。
§9.17.7τοὺς δὲ παρὰ τὸ Ἀμφίονος μνῆμα λίθους, οἳ κάτωθεν ὑποβέβληνται μηδὲ ἄλλως εἰργασμένοι πρὸς τὸ ἀκριβέστατον, ἐκείνας εἶναί φασι τὰς πέτρας αἳ τῇ ᾠδῇ τοῦ Ἀμφίονος ἠκολούθησαν· τοιαῦτα δὲ ἕτερα λέγεται καὶ περὶ Ὀρφέως, ὡς κιθαρῳδοῦντι ἕποιτο αὐτῷ τὰ θηρία.
至于安菲翁墓旁的那些石头,它们被垫在下方作为地基,且并未经过十分精细的雕琢,人们说它们就是当年随着安菲翁的歌声而移动的那些岩石;关于奥尔菲斯也有其他类似的传说,说当他弹奏里拉琴歌唱时,野兽们便跟随着他。