§9.18.1ἐκ Θηβῶν δὲ ὁδὸς ἐς Χαλκίδα κατὰ πύλας ταύτας ἐστὶ τὰς Προιτίδας.
The road from Thebes to Chalcis is through these Proitides gates.
τάφος δὲ ἐπὶ τῇ λεωφόρῳ δείκνυται Μελανίππου, Θηβαίων ἐν τοῖς μάλιστα ἀγαθοῦ τὰ πολεμικά· καὶ ἡνίκα ἐπεστράτευσαν οἱ Ἀργεῖοι, Τυδέα ὁ Μελάνιππος οὗτος καὶ ἀδελφῶν τῶν Ἀδράστου Μηκιστέα ἀπέκτεινε, καί οἱ καὶ αὐτῷ τὴν τελευτὴν ὑπὸ Ἀμφιαράου γενέσθαι λέγουσι.
On the highway is shown the tomb of Melanippus, one of the best of the Thebans in matters of war; when the Argives marched against them, this Melanippus killed Tydeus and Mecisteus, one of the brothers of Adrastus, and they say that his own death was brought about by Amphiaraus.
§9.18.2τούτου δὲ ἐγγύτατα τρεῖς εἰσιν ἀργοὶ λίθοι· Θηβαίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες Τυδέα φασὶν εἶναι τὸν ἐνταῦθα κείμενον, ταφῆναι δὲ αὐτὸν ὑπὸ Μαίονος, καὶ ἐς μαρτυρίαν τοῦ λόγου παρέσχον τῶν ἐν Ἰλιάδι ἔπος
"
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. " §9.18.3ἑξῆς δέ ἐστι τῶν Οἰδίποδος παίδων μνήματα· καὶ τὰ ἐπʼ αὐτοῖς δρώμενα οὐ θεασάμενος πιστὰ ὅμως ὑπείληφα εἶναι.
Very near to this are three unworked stones; those of the Thebans who remember the ancient things say that it is Tydeus who lies here, and that he was buried by Maeon, and as evidence for their account they adduced a verse from those in the Iliad: "Of Tydeus, whom at Thebes the heaped-up earth covers." Next are the monuments of the children of Oedipus; and though I have not witnessed the rites performed at them, I nevertheless believe them to be credible.
φασὶ γὰρ καὶ ἄλλοις οἱ Θηβαῖοι τῶν καλουμένων ἡρώων καὶ τοῖς παισὶν ἐναγίζειν τοῖς Οἰδίποδος· τούτοις δὲ ἐναγιζόντων αὐτῶν τὴν φλόγα, ὡσαύτως δὲ καὶ τὸν ἀπʼ αὐτῆς καπνὸν διχῇ διίστασθαι.
For the Thebans say that they offer sacrifices both to others of those called heroes and to the children of Oedipus; and when they offer sacrifices to these, the flame, and in like manner the smoke from it, parts into two.
ἐμὲ δὲ ἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε.
What induced me to believe what they say was that I saw another thing of this kind.
§9.18.4ἐν Μυσίᾳ τῇ ὑπὲρ Καΐκου πόλισμά ἐστι Πιονίαι, τὸν δὲ οἰκιστὴν οἱ ἐνταῦθα Πίονιν τῶν τινα ἀπογόνων τῶν Ἡρακλέους φασὶν εἶναι· μελλόντων δὲ ἐναγίζειν αὐτῷ καπνὸς αὐτόματος ἄνεισιν ἐκ τοῦ τάφου.
In Mysia, above the Caïcus, there is a small town called Pioniae, and the inhabitants there say that its founder, Pionis, was one of the descendants of Heracles; and when they are about to offer sacrifices to him, smoke rises of its own accord from the tomb.
ταῦτα μὲν οὖν συμβαίνοντα εἶδον, Θηβαῖοι δὲ καὶ Τειρεσίου μνῆμα ἀποφαίνουσι, πέντε μάλιστα καὶ δέκα ἀπωτέρω σταδίοις ἢ Οἰδίποδος τοῖς παισίν ἐστιν ὁ τάφος· ὁμολογοῦντες δὲ καὶ οὗτοι συμβῆναι Τειρεσίᾳ τὴν τελευτὴν ἐν τῇ Ἁλιαρτίᾳ, τὸ παρὰ σφίσιν ἐθέλουσιν εἶναι κενὸν μνῆμα.
These things, then, I saw happening. And the Thebans also point out a monument of Teiresias, about fifteen stades further away than the tomb of the children of Oedipus is; and though they themselves also admit that the death of Teiresias occurred in the territory of Haliartus, they wish the monument among them to be an empty tomb.
§9.18.5ἔστι δὲ καὶ Ἕκτορος Θηβαίοις τάφος τοῦ Πριάμου πρὸς Οἰδιποδίᾳ καλουμένῃ κρήνῃ, κομίσαι δὲ αὐτοῦ τὰ ὀστᾶ ἐξ Ἰλίου φασὶν ἐπὶ τοιῷδε μαντεύματι· "
Θηβαῖοι Κάδμοιο πόλιν καταναιετάοντες,
αἴ κʼ ἐθέλητε πάτραν οἰκεῖν σὺν ἀμύμονι πλούτῳ,
Ἕκτορος ὀστέα Πριαμίδου κομίσαντες ἐς οἴκους
ἐξ Ἀσίης Διὸς ἐννεσίῃσʼ ἥρωα σέβεσθαι. " §9.18.6τῇ δὲ Οἰδιποδίᾳ κρήνῃ τὸ ὄνομα ἐγένετο, ὅτι ἐς αὐτὴν τὸ αἷμα ἐνίψατο Οἰδίπους τοῦ πατρῴου φόνου.
And the Thebans also have a tomb of Hector, the son of Priam, near the spring called Oedipodia; and they say that they brought his bones from Ilium in accordance with the following oracle: "Thebans who dwell in the city of Cadmus, if you wish to inhabit your fatherland with blameless wealth, bring the bones of Hector, son of Priam, to your homes from Asia, and by the commands of Zeus revere him as a hero." And the spring Oedipodia got its name because Oedipus washed off in it the blood of his father's murder.
πρὸς δὲ τῇ πηγῇ τάφος ἐστὶν Ἀσφοδίκου· καὶ ὁ Ἀσφόδικος οὗτος ἀπέκτεινεν ἐν τῇ μάχῃ τῇ πρὸς Ἀργείους Παρθενοπαῖον τὸν Ταλαοῦ, καθὰ οἱ Θηβαῖοι λέγουσιν, ἐπεὶ τά γε ἐν Θηβαΐδι ἔπη τὰ ἐς τὴν Παρθενοπαίου τελευτὴν Περικλύμενον τὸν ἀνελόντα φησὶν εἶναι.
And near the spring is the tomb of Asphodicus; and this Asphodicus killed Parthenopaeus, the son of Talaus, in the battle against the Argives, as the Thebans say, since the verses in the Thebaid concerning the death of Parthenopaeus say that it was Periclymenus who slew him.