Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.52.1-8.52.6

希腊恩人谱系与菲洛皮门的碑铭

第 362 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯以菲洛皮门的逝世宣告希腊杰出人才辈出时代的终结,并回顾了自米尔蒂亚德开始的全体希腊恩人的谱系。最后,他引用了特格亚为菲洛皮门立下的赞美碑文。

§8.52.1καὶ ἤδη τὸ μετὰ τοῦτο ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν ἡ Ἑλλάς.
从此以后,希腊便停止了孕育杰出的人才。
Μιλτιάδης μὲν γὰρ ὁ Κίμωνος τούς τε ἐς Μαραθῶνα ἀποβάντας τῶν βαρβάρων κρατήσας μάχῃ καὶ τοῦ πρόσω τὸν Μήδων ἐπισχὼν στόλον ἐγένετο εὐεργέτης πρῶτος κοινῇ τῆς Ἑλλάδος, Φιλοποίμην δὲ ὁ Κραύγιδος ἔσχατος·
因为吉蒙之子米尔蒂亚德在马拉松击败了登陆的蛮族,并阻挡了波斯军队前行的舰队,从而成为了全希腊共同的第一位恩人;而克劳吉斯之子菲洛皮门则是最后一位。
οἱ δὲ πρότερον Μιλτιάδου λαμπρὰ ἔργα ἀποδειξάμενοι, Κόδρος τε ὁ Μελάνθου καὶ ὁ Σπαρτιάτης Πολύδωρος καὶ Ἀριστομένης ὁ Μεσσήνιος καὶ εἰ δή τις ἄλλος, πατρίδας ἕκαστοι τὰς αὑτῶν καὶ οὐκ ἀθρόαν φανοῦνται τὴν Ἑλλάδα ὠφελήσαντες.
在米尔蒂亚德之前展现出辉煌功绩的人——梅兰托斯之子科德鲁斯、斯巴达人波吕多罗斯、墨塞尼亚人阿里斯托梅内斯,以及其他可能存在的人——都将被证明只是造福了他们各自的祖国,而不是全希腊。
§8.52.2Μιλτιάδου δὲ ὕστερον Λεωνίδας ὁ Ἀναξανδρίδου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους ἀπώσαντο ἐκ τῆς Ἑλλάδος Ξέρξην, ὁ μὲν ταῖς ναυμαχίαις ἀμφοτέραις, Λεωνίδας δὲ ἀγῶνι τῷ ἐν Θερμοπύλαις.
在米尔蒂亚德之后,阿纳克桑德里德斯之子列奥尼达与涅奥克勒斯之子地米斯托克利将薛西斯逐出了希腊,后者通过这两场海战,而列奥尼达则通过温泉关的战斗。
Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ Παυσανίαν τὸν Κλεομβρότου Πλαταιᾶσιν ἡγησαμένους, τὸν μὲν τὰ ὕστερον ἀφείλετο ἀδικήματα εὐεργέτην μὴ ὀνομασθῆναι τῆς Ἑλλάδος, Ἀριστείδην δὲ ὅτι ἔταξε φόρους τοῖς τὰς νήσους ἔχουσιν Ἕλλησι· πρὸ Ἀριστείδου δὲ ἦν ἅπαν τὸ Ἑλληνικὸν ἀτελὲς φόρων.
至于在普拉泰亚指挥军队的吕西马科斯之子阿里斯泰德与克勒翁布罗托斯之子保萨尼亚斯,后者的晚期罪行夺走了他被称为希腊恩人的荣誉,而阿里斯泰德则是由于他向占领岛屿的希腊人征收了贡赋;因为在阿里斯泰德之前,所有的希腊人都是免除贡赋的。
§8.52.3Ξάνθιππος δὲ ὁ Ἀρίφρονος καὶ Κίμων, ὁ μὲν ὁμοῦ Λεωτυχίδῃ τῷ βασιλεύοντι ἐν Σπάρτῃ τὸ Μήδων ναυτικὸν ἔφθειρεν ἐν Μυκάλῃ, Κίμωνι δὲ πολλὰ καὶ ἄξια ζήλου κατειργασμένα ἐστὶν ὑπὲρ τῶν Ἑλλήνων.
阿里夫龙之子克桑提波斯与吉蒙——前者与在斯巴达为王的列奥提希德斯一起,在米卡莱摧毁了波斯人的舰队,而吉蒙则为希腊人立下了许多值得效法的丰功伟绩。
τοὺς δὲ ἐπὶ τοῦ Πελοποννησιακοῦ πρὸς Ἀθηναίους πολέμου, καὶ μάλιστα αὐτῶν τοὺς εὐδοκιμήσαντας, φαίη τις ἂν αὐτόχειρας καὶ ὅτι ἐγγύτατα καταποντιστὰς εἶναι σφᾶς τῆς Ἑλλάδος.
但至于在伯罗奔尼撒战争中对抗雅典人的人,尤其是其中享有盛名的人,人们或许可以说他们是亲手毁掉希腊的人,而且几乎是希腊的葬送者。
§8.52.4κεκακωμένον δὲ ἤδη τὸ Ἑλληνικὸν Κόνων ὁ Τιμοθέου καὶ Ἐπαμινώνδας ἀνεκτήσατο ὁ Πολύμνιδος, ὁ μὲν ἐκ τῶν νήσων καὶ ὅσα ἐγγυτάτω θαλάσσης, Ἐπαμινώνδας δὲ ἐκ τῶν πόλεων τῶν ἀπὸ θαλάσσης ἄνω Λακεδαιμονίων τὰς φρουρὰς καὶ ἁρμοστὰς ἐκβαλόντες καὶ δεκαδαρχίας καταπαύσαντες· Ἐπαμινώνδας δὲ καὶ πόλεσιν οὐκ ἀφανέσι, Μεσσήνῃ καὶ Μεγάλῃ πόλει τῇ Ἀρκάδων, λογιμωτέραν τὴν Ἑλλάδα ἐποίησεν.
当希腊已经陷入衰落时,蒂莫特奥斯之子科农与波吕姆尼斯之子伊巴美浓达挽救了她。 科农通过从各岛屿以及最靠近海洋的地方驱逐拉凯戴蒙人的驻军与哈尔莫斯特,并废除十人委员会,而伊巴美浓达则从远离海洋的内陆城市中做到了这一点;并且伊巴美浓达还通过重建一些并非无名的城市——墨塞内以及阿卡迪亚人的梅加洛波利斯,使希腊变得更加声名显赫。
§8.52.5εἶναι δὲ ἁπάντων Ἑλλήνων καὶ Λεωσθένην τίθεμαι καὶ Ἄρατον εὐεργέτας· ὁ μέν γε τὸ Ἑλλήνων μισθοφορικὸν τὸ ἐν Πέρσαις περὶ πέντε που μυριάδας ἐπὶ θάλασσαν καταβάντας ναυσὶν ἐς τὴν Ἑλλάδα ἀνέσωσε καὶ ἄκοντος Ἀλεξάνδρου· τὰ δὲ ἐς Ἄρατον ἐδήλωσε δή μοι τοῦ λόγου τὰ ἐς Σικυωνίους.
我也将莱奥斯泰内斯和阿拉托斯列为全希腊人的恩人;因为前者甚至违背亚历山大的意愿,用船只将身在波斯、下到海边的约五万名希腊雇佣兵安全营救回了希腊;而关于阿拉托斯的事迹,我已在叙述中有关西基昂人的部分中表明了。
§8.52.6τὸ δὲ ἐπίγραμμά ἐστιν ἐπὶ τῷ Φιλοποίμενι τὸ ἐν Τεγέᾳ· " τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς, πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου, Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος ἕσπετʼ ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι.
在特格亚关于菲洛皮门的碑文如下: “此人的美德与荣耀传遍希腊,他凭借武力成就了许多功绩,也通过谋略付出了诸多辛劳,他便是阿卡迪亚的战士菲洛皮门,作为长枪的统帅,他在战争中赢得了伟大的荣耀。
μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων Σπάρτας· αὐξομέναν δʼ ἄρατο δουλοσύναν.
在斯巴达僭主之上建立的双重凯旋碑昭示着这一点;他消除了不断增长的奴役。
ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱόν στᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.
为此,特格亚竖立了克劳吉斯那气宇轩昂之子的雕像,他是无瑕自由的捍卫者。
" τοῦτο μὲν δὴ ἐνταῦθά ἐστιν ἐπίγραμμα·
” 这便是那里的碑文。

词汇与语法注释

  1. 8.52.1ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν — 名词 φορά 的本义为“携带”,此处比喻为“收获”、“出产”。与动词 λήγω(停止、终止)连用,表示希腊停止了杰出人才的孕育或产出。
  2. 8.52.1φανοῦνται... ὠφελήσαντες — 动词 φαίνομαι 接不定词时表示“似乎(但实际可能不然)”,而接分词(此处为 ὠφελήσαντες)则表示“显然/事实证明(确实如此)”。将来时 φανοῦνται 表达了读者在审视历史事实后所得出的必然结论。
  3. 8.52.2Ἀριστείδην δὲ τὸν Λυσιμάχου... — 句首的宾格 Ἀριστείδην... 与 Παυσανίαν... 属于前置先导宾格(prolepsis),在后文分别被重新承接。对保萨尼亚斯而言,动词 ἀφείλετο 接双宾语/不定式结构(夺走了他被称为恩人的荣誉);对阿里斯泰德而言,主语是 ὅτι 引导的从句(“他向岛民征税的事实……”),省略并共用了前句的动词 ἀφείλετο 及其宾语结构。
  4. 8.52.3τοὺς δὲ ἐπὶ τοῦ Πελοποννησιακοῦ... — 句首的宾格短语 τοὺς δὲ... 是逻辑上的主语,在后面的宾格不定式(A.C.I.)结构中被代词 σφᾶς(指代那些希腊领袖自身)所承接。αὐτόχειρας 与 καταποντιστὰς 均为不定式 εἶναι 的表语宾格。
  5. 8.52.4ὁ μὲν... Ἐπαμινώνδας δὲ... ἐκβαλόντες — 尽管主语以单数形式分别对照引入(ὁ μὲν... Ἐπαμινώνδας δὲ...),但随后的分词 ἐκβαλόντες 和 καταπαύσαντες 却采用了复数主格,这是一种依意一致(synthesis / schema ad sensum)的构文,与逻辑上的复数双主语(科农与伊巴美浓达)相一致。

引用这一段

保萨尼亚斯, 希腊志 §8.52.1-8.52.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.52.1-8.52.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。