Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.54.1-8.54.7

阿尔斐乌斯河的流向与帕耳塞尼翁山的潘神圣所

第 364 段,共 465 段 · 希腊语

内容简介

描述了阿尔斐乌斯河的水源及其潜入地下的独特物理性质,以及从特格亚出发的道路沿线的名胜和帕耳塞尼翁山的潘神圣所。

§8.54.1Λακεδαιμονίοις δὲ καὶ Τεγεάταις ὅροι τῆς γῆς ὁ ποταμός ἐστιν ὁ Ἀλφειός.
对于拉凯戴蒙人和特格亚人来说,他们土地的边界是阿尔斐乌斯河。
τούτου τὸ ὕδωρ ἄρχεται μὲν ἐν Φυλάκῃ, κάτεισι δὲ οὐ πόρρω τῆς πηγῆς καὶ ἄλλο ὕδωρ ἐς αὐτὸν ἀπὸ πηγῶν μεγέθει μὲν οὐ μεγάλων, πλεόνων δὲ ἀριθμόν· καὶ διὰ τοῦτο τῷ χωρίῳ Σύμβολα γέγονεν ὄνομα.
这条河的水源始于菲拉刻,在离水源不远的地方,其他来自一些面积不大但数量众多的泉源的水也流入其中;由于这个原因,该地得到了“辛波拉(合流处)”这一名称。
§8.54.2φαίνεται δὲ ὁ Ἀλφειὸς παρὰ τοὺς ἄλλους ποταμοὺς φύσιν τινὰ ἰδίαν παρεχόμενος τοιάνδε· ἀφανίζεσθαί τε γὰρ κατὰ γῆς ἐθέλει πολλάκις καὶ αὖθις ἀναφαίνεσθαι.
与其他河流相比,阿尔斐乌斯河似乎呈现出一种特有的奇特性质:因为它往往经常消失在地下,然后再次出现。
προελθὼν μέν γε ἐκ Φυλάκης καὶ τῶν καλουμένων Συμβόλων ἐς τὸ πεδίον κατέδυ τὸ Τεγεατικόν· ἀνατείλας δὲ ἐν Ἀσέᾳ καὶ τὸ ῥεῦμα ἀναμίξας τῷ Εὐρώτᾳ τὸ δεύτερον ἤδη κάτεισιν ἐς τὴν γῆν·
事实上,它从菲拉刻和所谓的辛波拉向前流出,便沉入特格亚平原;在阿塞亚再次升起,并将其溪流与欧罗塔斯河混合后,它现在已经是第二次降入地下。
§8.54.3ἀνασχὼν δὲ ἔνθα Πηγὰς ὀνομάζουσιν οἱ Ἀρκάδες καὶ παρὰ γῆν τε τὴν Πισαίαν καὶ παρὰ Ὀλυμπίαν ἐξελθών, ἐκδίδωσιν ὑπὲρ Κυλλήνης ἐπινείου τοῦ Ἠλείων ἐς τὴν θάλασσαν.
在阿卡迪亚人称为“培盖(泉源)”的地方升起,并流经皮萨人的土地和奥林匹亚之后,它在埃利斯人的港口库勒涅上方注入大海。
ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω· διανηξάμενος δὲ καὶ τοῦτον, μέγα οὕτω καὶ βίαιον πέλαγος, ἐν Ὀρτυγίᾳ τῇ πρὸ Συρακουσῶν ἐπιδείκνυσιν Ἀλφειός τε ὢν καὶ πρὸς Ἀρέθουσαν τὸ ὕδωρ ἀνακοινούμενος.
然而,即使是亚得里亚海也注定无法阻挡它继续前进;在游过这片如此巨大而汹涌的海洋之后,它在叙拉古前方的奥尔提戈亚表明自己就是阿尔斐乌斯,并将其水流与阿瑞图萨相汇合。
§8.54.4ἡ δὲ εὐθεῖα ἡ ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι· καθʼ ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος.
从特格亚前往蒂雷亚以及蒂雷亚提斯地区村庄的直路,曾为记述提供阿伽门农之子奥雷斯特斯的坟墓,特格亚人说一个斯巴达人从那里偷走了他的遗骨;但在我们的时代,这座坟墓已经不再城门之内了。
ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν· διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός.
加拉特斯河也沿着这条路流动;对于越过加拉特斯河并向前走十斯塔迪翁的人来说,有一处潘神的圣所,旁边有一棵橡树,这棵橡树也奉献给潘神。
§8.54.5ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος.
从特格亚前往阿耳戈斯的道路最适合乘车,而且非常是一条主干道。
ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ· μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν.
在路上,首先有一座阿斯克勒庇俄斯的神庙和雕像;此后,对于向左偏离大约一斯塔迪翁的人来说,有一处被称为“皮提奥斯”的阿波罗荒废圣所,已完全成为废墟。
κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης· πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου.
沿着直路有许多橡树,在橡树林中有一座被称为“科律特亚”的得墨忒耳神庙;靠近它的是另一处秘仪狄奥尼索斯的圣所。
§8.54.6τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον· ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι.
从这里开始是帕耳塞尼翁山;山上展示着忒勒福斯的圣所,据说他小时候被遗弃在这里,由一头母鹿抚养长大。
ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν ἃ πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι·
稍远一点是潘神的圣所,潘神曾在这里向菲利皮德斯显现,并说了雅典人以及与他们一致的特格亚人所说的话。
§8.54.7παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας· ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται.
帕耳塞尼翁山还提供了最适合制作里拉琴的乌龟,山周围的人甚至自己都害怕捕捉它们,也不容许外邦人捕获;因为他们认为它们是潘神的圣物。
ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι.
对于翻越山顶的人来说,在已经耕作的特格亚人土地中,有与阿耳戈斯人在阿耳戈利斯地方的许西亚附近的边界。
αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην.
这些是伯罗奔尼撒的各个部分,以及这些部分中的城市,在每个城市中都有最值得记载的瞩目事物。

词汇与语法注释

  1. §8.54.2ἐθέλει — 在以无生命事物为主语的表达中,ἐθέλει 意为“倾向于”、“习惯于”。此处指阿尔斐乌斯河具有经常潜入地下的自然特性。
  2. §8.54.3ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω — ἔμελλε 与不定式连用,表示命运(“注定要……”)。语气小词 ἄρα 增添了“果然”、“毕竟”的语气,而属格 τοῦ πρόσω 则作为分离属格,受不定式 ἐπισχήσειν(阻挡)支配。
  3. §8.54.4διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα — 与格分词(διαβάντι、转变为 并在其后 加上 προελθόντι)在地理描述中被典型地用作关系与格(“对于跨越……并前进……的人来说”),表示测量距离和确定位置的视点主体。

引用这一段

保萨尼亚斯, 希腊志 §8.54.1-8.54.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.54.1-8.54.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。