§8.5.8ἐπὶ δὲ Σίμου τοῦ Φιάλου βασιλεύοντος ἠφανίσθη Φιγαλεῦσιν ὑπὸ πυρὸς τῆς Μελαίνης Δήμητρος τὸ ἀρχαῖον ξόανον· ἐσήμαινε δὲ ἄρα οὐ μετὰ πολὺ ἔσεσθαι καὶ αὐτῷ Σίμῳ τοῦ βίου τὴν τελευτήν.
在菲阿洛斯之子西摩斯统治时期,对于菲加利亚人而言,“黑德墨忒尔”的古代木雕神像毁于火灾;这一事件也预示着西摩斯本人不久之后也即将走到生命的尽头。
Πόμπου δὲ ἐκδεξαμένου τοῦ Σίμου τὴν ἀρχήν, Αἰγινῆται κατὰ ἐμπορίαν ἐσέπλεον ναυσὶν ἐς Κυλλήνην, ἐκεῖθεν δὲ ὑποζυγίοις τὰ φορτία ἀνῆγον παρὰ τοὺς Ἀρκάδας.
在西摩斯继承统治权的彭波斯时期,阿伊吉纳人乘船到基勒涅进行贸易,并从那里用驮畜将货物运送到阿卡迪亚人那里。
ἀντὶ τούτου ἐτίμησεν ὁ Πόμπος μεγάλως, καὶ δὴ καὶ ὄνομα Αἰγινήτην τῷ παιδὶ ἔθετο ἐπὶ τῶν Αἰγινητῶν τῇ φιλίᾳ.
作为回报,彭波斯极大地优待了他们,甚至为了表示与阿伊吉纳人的友好,给自己的儿子起名叫阿伊吉内特斯。
§8.5.9μετὰ δὲ Αἰγινήτην Πολυμήστωρ ἐγένετο ὁ Αἰγινήτου βασιλεὺς Ἀρκάδων, καὶ Λακεδαιμόνιοι καὶ Χάριλλος πρῶτον τότε ἐς τὴν Τεγεατῶν ἐσβάλλουσι στρατιᾷ· καὶ σφᾶς αὐτοί τε οἱ Τεγεᾶται καὶ γυναῖκες ὅπλα ἐνδῦσαι μάχῃ νικῶσι, καὶ τόν τε ἄλλον στρατὸν καὶ αὐτὸν Χάριλλον ζῶντα αἱροῦσι.
在阿伊吉内特斯之后,阿伊吉内特斯之子波吕墨斯托尔成为了阿卡迪亚人的国王,拉刻代蒙人和哈里罗斯当时首次率领军队入侵特革亚人的领土;特革亚人自己以及穿上盔甲的妇女们在战斗中击败了他们,不仅俘获了其余的军队,还生擒了哈里罗斯本人。
Χαρίλλου μὲν δὴ καὶ τῆς σὺν αὐτῷ στρατιᾶς ἐς πλέον μνήμην ποιησόμεθα ἐν τοῖς Τεγεατικοῖς·
关于哈里罗斯以及与他随行的军队,我们将在特革亚记中有更详尽的叙述。
§8.5.10Πολυμήστορι δὲ οὐ γενομένων παίδων παρέλαβεν Αἶχμις τὴν ἀρχήν, Βριάκα μὲν παῖς, Πολυμήστορος δὲ ἀδελφιδοῦς· Αἰγινήτου γὰρ ἦν καὶ Βριάκας, νεώτερος δὲ ἦν Πολυμήστορος.
由于波吕墨斯托尔没有孩子,艾克米斯接管了统治权,他是布里阿卡斯之子,但也是波吕墨斯托尔的侄子;因为布里阿卡斯也是阿伊吉内特斯之子,但他比波吕墨斯托尔年轻。
Αἴχμιδος δὲ βασιλεύσαντος Λακεδαιμονίοις ἐγένετο ὁ πρὸς Μεσσηνίους πόλεμος· τοῖς δὲ Ἀρκάσιν ὑπῆρχε μὲν ἐς τοὺς Μεσσηνίους εὔνοια ἐξ ἀρχῆς, τότε δὲ καὶ ἐκ τοῦ φανεροῦ πρὸς Λακεδαιμονίους ἐμαχέσαντο μετὰ Ἀριστοδήμου βασιλεύοντος ἐν Μεσσήνῃ.
在艾克米斯统治时期,拉刻代蒙人爆发了针对美塞尼亚人的战争;阿卡迪亚人从一开始就对美塞尼亚人抱有善意,当时他们还与在美塞尼亚统治的阿里斯托德摩斯一起,公开与拉刻代蒙人作战。
§8.5.11Ἀριστοκράτης δὲ ὁ Αἴχμιδος τάχα μέν που καὶ ἄλλα ἐς τοὺς Ἀρκάδας ὕβρισεν· ἃ δὲ ἀνοσιώτατα ἔργων ἐς θεοὺς ἐργασάμενον οἶδα αὐτόν, ἐπέξεισί μοι ταῦτα ὁ λόγος.
艾克米斯之子亚里斯托克拉底大概也对阿卡迪亚人犯下过其他粗暴无礼的行径;但据我所知,他针对神明所犯下的最不敬的行为,本篇叙述将予以详细阐明。
ἔστιν Ἀρτέμιδος ἱερὸν Ὑμνίας ἐπίκλησιν.
有一座被称为“许姆尼亚”的阿耳忒弥斯神庙。
τοῦτο ἐν ὅροις μέν ἐστιν Ὀρχομενίων, πρὸς δὲ τῇ Μαντινικῇ· σέβουσιν ἐκ παλαιοτάτου καὶ οἱ πάντες Ἀρκάδες Ὑμνίαν Ἄρτεμιν.
它位于奥尔科墨诺斯人的境内,但靠近曼蒂内亚领土;所有的阿卡迪亚人自古以来都崇拜许姆尼亚·阿耳忒弥斯。
ἐλάμβανε δὲ τὴν ἱερωσύνην τῆς θεοῦ τότε ἔτι κόρη παρθένος.
当时,该女神的祭司职位仍由一名年轻的处女担任。
§8.5.12Ἀριστοκράτης δέ, ὥς οἱ πειρῶντι τὴν παρθένον ἀντέβαινεν ἀεὶ τὰ παρʼ αὐτῆς, τέλος καταφυγοῦσαν ἐς τὸ ἱερὸν παρὰ τῇ Ἀρτέμιδι ᾔσχυνεν.
但是亚里斯托克拉底,每当他企图诱惑那名处女时,对方总是坚决抵抗,最终他竟在对方逃入神庙、寻求阿耳忒弥斯庇护时将其玷污。
ὡς δὲ ἐς ἅπαντας ἐξηγγέλθη τὸ τόλμημα, τὸν μὲν καταλιθοῦσιν οἱ Ἀρκάδες, μετεβλήθη δὲ ἐξ ἐκείνου καὶ ὁ νόμος· ἀντὶ γὰρ παρθένου διδόασι τῇ Ἀρτέμιδι ἱέρειαν γυναῖκα ὁμιλίας ἀνδρῶν ἀποχρώντως ἔχουσαν.
当这一暴行传开至所有人时,阿卡迪亚人将他乱石砸死,自那时起法律也被修改了;因为他们不再任用处女,而是给阿耳忒弥斯派遣一名与男性有充分交往经历的妇女担任女祭司。
§8.5.13τούτου δὲ υἱὸς ἐγένετο Ἱκέτας, Ἱκέτα δὲ Ἀριστοκράτης ἄλλος ὁμώνυμός τε τῷ προγόνῳ καὶ δὴ καὶ τοῦ βίου τὴν αὐτὴν ἔσχεν ἐκείνῳ τελευτήν· κατελίθωσαν γὰρ καὶ τοῦτον οἱ Ἀρκάδες, φωράσαντες δῶρα ἐκ Λακεδαίμονος εἰληφότα καὶ Μεσσηνίοις τὸ ἐπὶ τῇ Μεγάλῃ τάφρῳ πταῖσμα προδοσίαν τοῦ Ἀριστοκράτους οὖσαν.
他的儿子是希克塔斯,希克塔斯之子是另一个亚里斯托克拉底,与他的先祖同名,而且他的生命终局也与先祖完全相同;因为阿卡迪亚人也将他乱石砸死,因为发现他收受了来自拉刻代蒙的贿赂,并且美塞尼亚人在“大壕沟之战”中的失败乃是由于亚里斯托克拉底的背叛。
αὕτη δὲ ἡ ἀδικία καὶ τῷ γένει τῷ ἀπὸ Κυψέλου παντὶ παρέσχεν αἰτίαν παυσθῆναι τῆς ἀρχῆς.
而这一不义之举,也让源自库普塞洛斯的整个家族都失去了统治权。