Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.42.1-8.42.6

埃莱翁山的黑衣德墨忒尔洞穴与木像传说

第 351 段,共 465 段 · 希腊语

内容简介

本段记述了菲加利亚附近埃莱翁山上“黑衣德墨忒尔”洞穴的传说及其曾供奉的异形木雕神像,并引用了在神像烧毁后因饥荒而求得的皮提亚神托。

§8.42.1τὸ δὲ ἕτερον τῶν ὀρῶν τὸ Ἐλάιον ἀπωτέρω μὲν Φιγαλίας ὅσον τε σταδίοις τριάκοντά ἐστι, Δήμητρος δὲ ἄντρον αὐτόθι ἱερὸν ἐπίκλησιν Μελαίνης.
另一座山埃莱翁山距离菲加利亚大约三十斯塔德,那里有一座神圣的德墨忒尔洞穴,她被称为“黑衣德墨忒尔”。
ὅσα μὲν δὴ οἱ ἐν Θελπούσῃ λέγουσιν ἐς μῖξιν τὴν Ποσειδῶνός τε καὶ Δήμητρος, κατὰ ταὐτά σφισιν οἱ Φιγαλεῖς νομίζουσι, τεχθῆναι δὲ ὑπὸ τῆς Δήμητρος οἱ Φιγαλεῖς φασιν οὐχ ἵππον ἀλλὰ τὴν Δέσποιναν ἐπονομαζομένην ὑπὸ Ἀρκάδων·
关于波塞冬与德墨忒尔交合的所有传说,菲加利亚人的信仰与塞尔普萨人的说法完全一致,但菲加利亚人说,德墨忒尔所生的不是一匹马,而是被阿卡迪亚人称为“女主”(德斯波伊娜)的神祇。
§8.42.2τὸ δὲ ἀπὸ τούτου λέγουσι θυμῷ τε ἅμα ἐς τὸν Ποσειδῶνα αὐτὴν καὶ ἐπὶ τῆς Περσεφόνης τῇ ἁρπαγῇ πένθει χρωμένην μέλαιναν ἐσθῆτα ἐνδῦναι καὶ ἐς τὸ σπήλαιον τοῦτο ἐλθοῦσαν ἐπὶ χρόνον ἀπεῖναι πολύν.
他们说,此后她因对波塞冬的愤怒以及对珀耳塞福涅被劫持的悲伤,穿上了黑衣,来到这个洞穴,并隐居了很长时间。
ὡς δὲ ἐφθείρετο μὲν πάντα ὅσα ἡ γῆ τρέφει, τὸ δὲ ἀνθρώπων γένος καὶ ἐς πλέον ἀπώλλυτο ὑπὸ τοῦ λιμοῦ, θεῶν μὲν ἄλλων ἠπίστατο ἄρα οὐδεὶς ἔνθα ἀπεκέκρυπτο ἡ Δημήτηρ, τὸν δὲ Πᾶνα ἐπιέναι μὲν §8.42.3τὴν Ἀρκαδίαν καὶ ἄλλοτε αὐτὸν ἐν ἄλλῳ θηρεύειν τῶν ὀρῶν, ἀφικόμενον δὲ καὶ πρὸς τὸ Ἐλάιον κατοπτεῦσαι τὴν Δήμητρα σχήματός τε ὡς εἶχε καὶ ἐσθῆτα ἐνεδέδυτο ποίαν·
当大地上所养育的一切都枯萎凋零,人类因饥荒而更加濒临灭绝时,其他神祇中确实没有人知道德墨忒尔躲在哪里,但潘在漫游阿卡迪亚并在不同的时候于不同的山上狩猎时,也来到了埃莱翁山,并窥见到了德墨忒尔,看到了她的身形以及她穿着什么样的衣服。
πυθέσθαι δὴ τὸν Δία ταῦτα παρὰ τοῦ Πανὸς καὶ οὕτως ὑπʼ αὐτοῦ πεμφθῆναι τὰς Μοίρας παρὰ τὴν Δήμητρα, τὴν δὲ πεισθῆναί τε ταῖς Μοίραις καὶ ἀποθέσθαι μὲν τὴν ὀργήν, ὑφεῖναι δὲ καὶ τῆς λύπης.
宙斯从潘那里得知了这些情况,于是由他派遣摩伊赖(命运女神)前往德墨忒尔处;德墨忒尔被摩伊赖说服,平息了愤怒,也减轻了她的悲伤。
σφᾶς δὲ ἀντὶ τούτων φασὶν οἱ Φιγαλεῖς τό τε σπήλαιον νομίσαι τοῦτο ἱερὸν Δήμητρος καὶ ἐς αὐτὸ ἄγαλμα ἀναθεῖναι ξύλου.
作为对这些恩惠的报答,菲加利亚人说他们将这个洞穴奉为德墨忒尔的圣地,并在其中供奉了一尊木雕神像。
§8.42.4πεποιῆσθαι δὲ οὕτω σφίσι τὸ ἄγαλμα· καθέζεσθαι μὲν ἐπὶ πέτρᾳ, γυναικὶ δὲ ἐοικέναι τἄλλα πλὴν κεφαλήν· κεφαλὴν δὲ καὶ κόμην εἶχεν ἵππου, καὶ δρακόντων τε καὶ ἄλλων θηρίων εἰκόνες προσεπεφύκεσαν τῇ κεφαλῇ· χιτῶνα δὲ ἐνεδέδυτο καὶ ἐς ἄκρους τοὺς πόδας· δελφὶς δὲ ἐπὶ τῆς χειρὸς ἦν αὐτῇ, περιστερὰ δὲ ἡ ὄρνις ἐπὶ τῇ ἑτέρᾳ.
他们说,为他们制作的这尊神像呈现如下样子:她坐在一块岩石上,除了头部之外,其他地方都像一个女人;但她有着马的头部和鬃毛,蛇和其他野兽的形象也生长在她的头上;她穿着一件长及脚尖的衣袍;一只海豚在她的手上,而另一只手上则有一只鸽子。
ἐφʼ ὅτῳ μὲν δὴ τὸ ξόανον ἐποιήσαντο οὕτως, ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην δῆλά ἐστι· Μέλαιναν δὲ ἐπονομάσαι φασὶν αὐτήν, ὅτι καὶ ἡ θεὸς μέλαιναν τὴν ἐσθῆτα εἶχε.
他们为什么要把木雕神像做成这个样子,对于一个不传统记忆并具有好理解力的人来说是很明显的;他们说称她为“黑衣德墨忒尔”是因为这位女神穿着黑色的衣服。
§8.42.5τοῦτο μὲν δὴ τὸ ξόανον οὔτε ὅτου ποίημα ἦν οὔτε ἡ φλὸξ τρόπον ὅντινα ἐπέλαβεν αὐτό, μνημονεύουσιν· ἀφανισθέντος δὲ τοῦ ἀρχαίου Φιγαλεῖς οὔτε ἄγαλμα ἄλλο ἀπεδίδοσαν τῇ θεῷ καὶ ὁπόσα ἐς ἑορτὰς καὶ θυσίας τὰ πολλὰ δὴ παρῶπτό σφισιν, ἐς ὃ ἡ ἀκαρπία ἐπιλαμβάνει τὴν γῆν· καὶ ἱκετεύσασιν αὐτοῖς χρᾷ τάδε ἡ Πυθία· §8.42.6" Ἀρκάδες Ἀζᾶνες βαλανηφάγοι, οἳ Φιγάλειαν νάσσασθʼ, ἱππολεχοῦς Δῃοῦς κρυπτήριον ἄντρον, ἥκετε πευσόμενοι λιμοῦ λύσιν ἀλγινόεντος, μοῦνοι δὶς νομάδες, μοῦνοι πάλιν ἀγριοδαῖται.
至于这尊木雕神像,他们既不记得是谁的作品,也不记得火焰是以何种方式将它烧毁的;在古老的神像消失后,菲加利亚人没有为女神奉献其他神像,而且有关节日和祭祀的大部分事务也都被他们忽略了,直到土地荒芜、颗粒无收;在他们祈求神示时,皮提亚给出了如下的预言: “食橡子的阿赞阿卡迪亚人啊,你们居住在菲加利亚,这与马交合的德奥的隐秘洞穴中,你们来此是为了询问如何从痛苦的饥荒中解脱,你们是唯一两度成为游牧者的人,是唯一再次以野生食物为食的人。
Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε, νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.
德奥确实剥夺了你们的牧场,德奥再次让你们的牧人们远离了捆扎麦穗和食用熟食的生活,因为她被剥夺了先前的特权和古老的名誉。
καί σʼ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην, εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς.
她很快就会让你们互相吞食,甚至以孩子为食,除非你们用全民的祭酒来平息她的愤怒,并用神圣的敬意来装点这深邃的洞穴。
"

词汇与语法注释

  1. §8.42.1τεχθῆναι δὲ ὑπὸ τῆς Δήμητρος οἱ Φιγαλεῖς φασιν οὐχ ἵππον ἀλλὰ τὴν Δέσποιναν — 间接引语的不定式结构。被动不定式 `τεχθῆναι`(其主语为 `τὴν Δέσποιναν`)依赖于 `φασιν`。这展示了菲加利亚人对该神话的独特解释:与塞尔普萨人的神话(德墨忒尔生下神马阿瑞翁)不同,他们主张诞生的并非马,而是被称为“女主”(德斯波伊娜)的神祇。
  2. §8.42.2τὸ δὲ ἀπὸ τούτου λέγουσι θυμῷ τε ἅμα ἐς τὸν Ποσειδῶνα αὐτὴν καὶ ἐπὶ τῆς Περσεφόνης τῇ ἁρπαγῇ πένθει χρωμένην μέλαιναν ἐσθῆτα ἐνδῦναι καὶ ἐς τὸ σπήλαιον τοῦτο ἐλθοῦσαν ἐπὶ χρόνον ἀπεῖναι πολύν. — 由 `λέγουσι` 引导的长大宾格不定式从句。其中代词宾格 `αὐtarget`(原文中为 `αὐτήν`)为主语,分词 `χρωμένην` 和 `ἐλθοῦσαν` 与之保持一致。不定式 `ἐνδῦναι` 和 `ἀπεῖναι` 由 `καί` 连接,共同描绘了德墨忒尔披上黑衣并隐居洞穴的一系列行动。
  3. §8.42.3σχήματός τε ὡς εἶχε καὶ ἐσθῆτα ἐνεδέδυτο ποίαν — 包含间接疑问从句的结构。前半部分的 `σχήματος` 是一个先行属格(prolepsis),预示了关系从句 `ὡς εἶχε`(她呈现何种身形)的主语;后半部分的 `ἐσθῆτα ... ποίαν` 则是使用疑问代词的间接疑问句。
  4. §8.42.4ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην — 与格名词 `ἀνδρί`(修饰 `δῆλά ἐστι`,意为“对一个人来说是显而易见的”)受 `οὐκ ἀσυνέτῳ` 和 `ἀγαθῷ` 的修饰。`γνώμην` 和 `τὰ ἐς μνήμην` 均为关系宾格(或限制宾格),分别表示“在理解力上”和“在记忆(传统)上”。
  5. §8.42.6Δῃὼ μέν σε ἔπαυσε νομῆς — 表示剥夺或分离的属格。动词 `ἔπαυσε`(使停止、剥夺)以宾格 `σε` 为宾语,而被剥夺的对象“牧场”或“食物”则由属格 `νομῆς` 表示。

引用这一段

保萨尼亚斯, 希腊志 §8.42.1-8.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.42.1-8.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。