Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.43.1-8.43.6

帕兰提翁的升格与皇帝安东尼努斯的功绩

第 353 段,共 465 段 · 希腊语

内容简介

叙述了帕兰提翁升格为城市的历史背景,并详细记录了罗马皇帝安东尼努斯·庇护在军事、救灾以及人道主义继承法改革等方面的诸多功绩。

§8.43.1ἀπαιτεῖ δὲ ἡμᾶς τὸ μετὰ τοῦτο ὁ λόγος τό τε Παλλάντιον, εἰ δή τι αὐτόθι ἐστὶν ἐς μνήμην, καὶ καθʼ ἥντινα βασιλεὺς αἰτίαν Ἀντωνῖνος ὁ πρότερος πόλιν τε ἀντὶ κώμης ἐποίησε Παλλάντιον καί σφισιν ἐλευθερίαν καὶ ἀτέλειαν ἔδωκεν εἶναι φόρων.
接下来,我们的叙述要求我们说明帕兰提翁,如果那里确实有任何值得记忆的事物,以及先代皇帝安东尼努斯出于何种原因将帕兰提翁由村庄改为城市,并赐予他们自由及免税权。
§8.43.2φασὶ δὴ γενέσθαι καὶ γνώμην καὶ τὰ ἐς πόλεμον ἄριστον τῶν Ἀρκάδων ὄνομα Εὔανδρον, παῖδα δὲ αὐτὸν νύμφης τε εἶναι, θυγατρὸς τοῦ Λάδωνος, καὶ Ἑρμοῦ.
人们说,曾有一个名叫埃万德罗斯的人,他在智慧和军事方面都是阿卡迪亚人中最杰出的,他是拉冬之女的宁芙与赫尔墨斯之子。
σταλέντα δὲ ἐς ἀποικίαν καὶ ἄγοντα Ἀρκάδων τῶν ἐκ Παλλαντίου στρατιάν, παρὰ τῷ ποταμῷ πόλιν τῷ Θύβριδι οἰκίσαι· καὶ Ῥωμαίων μέρος τῆς καθʼ ἡμᾶς πόλεως, ὃ ᾠκεῖτο ὑπὸ τοῦ Εὐάνδρου καὶ Ἀρκάδων τῶν συνακολουθησάντων, ὄνομα ἔσχε Παλλάντιον κατὰ μνήμην τῆς ἐν Ἀρκαδίᾳ·
他被派遣前去殖民,并率领来自帕兰提翁的阿卡迪亚人军队,在台伯河畔建立了一座城市;而在我们这个时代的罗马城市中,曾由埃万德罗斯及随行阿卡迪亚人居住的那一部分,为了纪念阿卡迪亚的那座城市而得名帕兰提翁。
χρόνῳ δὲ ὕστερον μετέπεσε τὸ ὄνομα ἐν ἀναιρέσει γραμμάτων τοῦ τε λ καὶ τοῦ ν.
后来,由于字母 l 和 n 的脱落,这个名字发生了变化。
τούτων μὲν τῶν λελεγμένων ἕνεκα Παλλαντιεῦσιν ἐκ βασιλέως ἐγένοντο δωρεαί·
正是因为这些所说的事情,帕兰提翁人得到了来自皇帝的赏赐。
§8.43.3ὁ δὲ Ἀντωνῖνος, ὅτῳ καὶ ἐς Παλλαντιεῖς ἐστιν εὐεργετήματα, πόλεμον μὲν Ῥωμαίοις ἐθελοντὴς ἐπηγάγετο οὐδένα, πολέμου δὲ ἄρξαντας Μαύρους, Λιβύων τῶν αὐτονόμων τὴν μεγίστην μοῖραν, νομάδας τε ὄντας καὶ τοσῷδε ἔτι δυσμαχωτέρους τοῦ Σκυθικοῦ γένους ὅσῳ μὴ ἐπὶ ἁμαξῶν, ἐπὶ ἵππων δὲ αὐτοί τε καὶ αἱ γυναῖκες ἠλῶντο, τούτους μὲν ἐξ ἁπάσης ἐλαύνων τῆς χώρας ἐς τὰ ἔσχατα ἠνάγκασεν ἀναφυγεῖν Λιβύης, ἐπί τε Ἄτλαντα τὸ ὄρος καὶ ἐς τοὺς πρὸς τῷ Ἄτλαντι ἀνθρώπους·
至于对帕兰提翁人亦有恩惠的安东尼努斯,他并未自愿给罗马人带来任何战争;但当茂里人——自治的利比亚人中最大的一支,他们是游牧民,而且由于他们自己及其妇女不坐马车而是骑马流浪,因而比斯基泰民族更加难以对付——挑起战争时,他将他们赶出整个国土,迫使他们逃往利比亚的极远之地,即阿特拉斯山以及阿特拉斯山附近的居民那里。
§8.43.4ἀπετέμετο δὲ καὶ τῶν ἐν Βριττανίᾳ Βριγάντων τὴν πολλήν, ὅτι ἐπεσβαίνειν καὶ οὗτοι σὺν ὅπλοις ἦρξαν ἐς τὴν Γενουνίαν μοῖραν, ὑπηκόους Ῥωμαίων.
他还削夺了不列颠的布里甘特人的大部分领土,因为他们也开始持械入侵罗马的臣属盖努尼亚地区。
Λυκίων δὲ καὶ Καρῶν τὰς πόλεις Κῶν τε καὶ Ῥόδον ἀνέτρεψε μὲν βίαιος ἐς αὐτὰς κατασκήψας σεισμός· βασιλεὺς δὲ Ἀντωνῖνος καὶ ταύτας ἀνεσώσατο δαπανημάτων τε ὑπερβολῇ καὶ ἐς τὸν ἀνοικισμὸν προθυμίᾳ.
而吕基亚人和卡里亚人的城市,以及科斯和罗得,虽曾因猛烈的地震降临而被摧毁,但安东尼努斯皇帝以巨大的开销和重建的热忱复兴了它们。
χρημάτων δὲ ἐπιδόσεις ὁπόσας καὶ Ἕλλησι καὶ τοῦ βαρβαρικοῦ τοῖς δεηθεῖσι, καὶ ἔργων κατασκευὰς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Ἰωνίαν καὶ περὶ Καρχηδόνα τε καὶ ἐν γῇ τῇ Σύρων, τάδε μὲν ἄλλοι ἔγραψαν ἐς τὸ ἀκριβέστατον·
至于他向有需要的希腊人和蛮族所分发的巨额资金,以及他在希腊、伊奥尼亚周边、迦太基周边及叙利亚土地上兴建的公共建筑,其他作家已经对此作了极其精确的记录。
§8.43.5ὁ δὲ βασιλεὺς ὑπελίπετο οὗτος καὶ ἄλλο τοιόνδε ἐς μνήμην.
这位皇帝还留下了另一个值得纪念的事迹。
ὅσοις τῶν ὑπηκόων πολίταις ὑπῆρχεν εἶναι Ῥωμαίων, οἱ δὲ παῖδες ἐτέλουν σφίσιν ἐς τὸ Ἑλληνικόν, τούτοις ἐλείπετο ἢ κατανεῖμαι τὰ χρήματα ἐς οὐ προσήκοντας ἢ ἐπαυξῆσαι τὸν βασιλέως πλοῦτον κατὰ νόμον δή τινα· Ἀντωνῖνος δὲ ἐφῆκε καὶ τούτοις διδόναι σφᾶς παισὶ τὸν κλῆρον, προτιμήσας φανῆναι φιλάνθρωπος ἢ ὠφέλιμον ἐς χρήματα φυλάξαι νόμον.
对于那些拥有罗马公民身份、但其子女却被登记在希腊人名册下的臣民来说,根据某项法律,他们要么将财产分给不相干的人,要么增加皇帝的财富;但安东尼努斯允许这些人也将遗产留给自己的子女,他宁愿表现得仁爱,也不愿维护一项在财政上有益的法律。
τοῦτον Εὐσεβῆ τὸν βασιλέα ἐκάλεσαν οἱ Ῥωμαῖοι, διότι τῇ ἐς τὸ θεῖον τιμῇ μάλιστα ἐφαίνετο χρώμενος·
罗马人称这位皇帝为“虔敬者”,因为他显现出对神明持有极高的敬意。
§8.43.6δόξῃ δὲ ἐμῇ καὶ τὸ ὄνομα τὸ Κύρου φέροιτο ἂν τοῦ πρεσβυτέρου, πατὴρ ἀνθρώπων καλούμενος.
在我的心目中,他也配得上大居鲁士的名字,被称为“人类之父”。
ἀπέλιπε δὲ καὶ ἐπὶ τῇ βασιλείᾳ παῖδα ὁμώνυμον· ὁ δὲ Ἀντωνῖνος οὗτος ὁ δεύτερος καὶ τούς τε Γερμανούς, μαχιμωτάτους καὶ πλείστους τῶν ἐν τῇ Εὐρώπῃ βαρβάρων, καὶ ἔθνος τὸ Σαυροματῶν, πολέμου καὶ ἀδικίας ἄρξαντας, τιμωρούμενος ἐπεξῆλθε.
他还留下了一个同名的儿子继承帝位;而这位第二安东尼努斯,为了惩罚挑起战争和行不义之举的日耳曼人(欧洲蛮族中最好战且人数最多的一支)以及萨夫罗马泰人部族,亲自出兵征讨。

词汇与语法注释

  1. §8.43.1ἀπαιτεῖ δὲ ἡμᾶς τὸ μετὰ τοῦτο ὁ λόγος — 动词 ἀπαιτέω 带有表示“人”和“要求内容”的双宾格。在此,“ἡμᾶς”(我们)是人,而并列的“τό τε Παλλάν提翁... καὶ καθʼ ἥντινα...”(帕兰提翁……以及出于何种原因……)则是作为宾格(及等价的名词从句)充当要求的内容,主语为“ὁ λόγος”(叙述/话语)。
  2. §8.43.2ἐν ἀναιρέσει γραμμάτων τοῦ τε λ καὶ τοῦ ν — 介词 ἐν 引导的名词 ἀναιρέσει(除去、脱落,与格)由属格“γραμμάτων”(字母的)以及具体说明的属格“τοῦ τε λ καὶ τοῦ ν”(l和n的)修饰。这解释了从“Παλλάντιον”(Pallantion)到罗马的“Palatium”名称演变中,一个 λ(l)减少和 ν(n)消失的音韵变化。
  3. §8.43.5ὅσοις τῶν ὑπηκόων πολίταις ὑπῆρχεν εἶναι Ῥωμαίων — 在该关系从句中,不定式短语“εἶναι Ῥωμαίων”(作为罗马人,即作为罗马公民)充当了在此处作无人称使用的动词 ὑπῆρχεν(意为“属于”、“可享有”)的主语,而与格关系代词 ὅσοις(与后面的 τούτοις 呼应)则指代在臣民中“拥有”该公民权身份的人。

引用这一段

保萨尼亚斯, 希腊志 §8.43.1-8.43.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.43.1-8.43.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。