§8.37.1ἀπὸ δὲ Ἀκακησίου τέσσαρας σταδίους ἀπέχει τὸ ἱερὸν τῆς Δεσποίνης.
距离阿卡刻西翁四个斯塔德的地方是得斯波伊娜的圣所。
πρῶτα μὲν δὴ αὐτόθι Ἡγεμόνης ναός ἐστιν Ἀρτέμιδος καὶ χαλκοῦν ἄγαλμα ἔχον δᾷδας —ποδῶν ἓξ εἶναι μάλιστα αὐτὸ εἰκάζομεν—, ἐντεῦθεν δὲ ἐς τὸν ἱερὸν περίβολον τῆς Δεσποίνης ἐστὶν ἔσοδος.
首先,该处有一座阿耳忒弥斯·黑革摩涅的神庙,以及一座手持松明、高度我们估计约为六英尺的青铜神像。 从这里有进入得斯波伊娜圣地围墙的入口。
ἰόντων δὲ ἐπὶ τὸν ναὸν στοά τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐν τῷ τοίχῳ λίθου λευκοῦ τύποι πεποιημένοι, καὶ τῷ μέν εἰσιν ἐπειργασμέναι Μοῖραι καὶ Ζεὺς ἐπίκλησιν Μοιραγέτης, δευτέρῳ δὲ Ἡρακλῆς τρίποδα Ἀπόλλωνα ἀφαιρούμενος·
当人们走向神庙时,右侧有一座柱廊,墙上饰有白大理石的浮雕:在第一幅浮雕上刻有命运诸女神和别名为“命运导引者”的泽乌斯;在第二幅上刻有赫拉克勒斯夺取阿波罗的三脚釜。
ὁποῖα δὲ ἐς αὐτοὺς ἐπυνθανόμην γενέσθαι, δηλώσω καὶ τοῦτο, ἢν ἐς τοῦ Φωκικοῦ λόγου τὰ ἔχοντα ἐς Δελφοὺς ἀφικώμεθα.
关于他们,我所听闻的所发生之事,待我们在福基斯的叙述中到达与德尔斐相关的部分时,我也会予以说明。
§8.37.2ἐν δὲ τῇ στοᾷ τῇ παρὰ τῇ Δεσποίνῃ μεταξὺ τῶν τύπων τῶν κατειλεγμένων πινάκιόν ἐστι γεγραμμένον, ἔχον τὰ ἐς τὴν τελετήν·
在得斯波伊娜圣所旁的柱廊中,在上述浮雕之间,有一幅绘有秘仪细节的木板画。
Νύμφαι δέ εἰσι καὶ Πᾶνες ἐπὶ τῷ τρίτῳ, ἐπὶ δὲ τῷ τετάρτῳ Πολύβιος ὁ Λυκόρτα·
在第三幅浮雕上是宁芙与潘神,在第四幅上是吕科尔塔斯之子波里比阿。
καί οἱ ἐπίγραμμά ἐστιν ἐξ ἀρχῆς τε μὴ ἂν σφαλῆναι τὴν Ἑλλάδα, εἰ Πολυβίῳ τὰ πάντα ἐπείθετο, καὶ ἁμαρτούσῃ διʼ ἐκείνου βοήθειαν αὐτῇ γενέσθαι μόνου.
他拥有一段铭文,意为:“从一开始,如果希腊在一切事上都听从波里比阿,就绝不会遭遇覆灭;而当她犯错时,唯有通过他才得到了救助。
πρὸ δὲ τοῦ ναοῦ Δήμητρί τέ ἐστι βωμὸς καὶ ἕτερος Δεσποίνῃ, μετʼ αὐτὸν δὲ μεγάλης Μητρός.
”神庙前有一座德墨忒尔的祭坛,另一座是得斯波伊娜的,在它们之后是大母神的祭坛。
§8.37.3θεῶν δὲ αὐτὰ τὰ ἀγάλματα, Δέσποινα καὶ ἡ Δημήτηρ τε καὶ ὁ θρόνος ἐν ᾧ καθέζονται, καὶ τὸ ὑπόθημα τὸ ὑπὸ τοῖς ποσίν ἐστιν ἑνὸς ὁμοίως λίθου·
两位女神的神像本身——即得斯波伊娜与德墨忒尔,以及她们所坐的玉座,还有脚下的足台,同样是由整块石头雕刻而成的。
καὶ οὔτε τῶν ἐπὶ τῇ ἐσθῆτι οὔτε ὁπόσα εἴργασται περὶ τὸν θρόνον οὐδέν ἐστιν ἑτέρου λίθου προσεχὲς σιδήρῳ καὶ κόλλῃ, ἀλλὰ τὰ πάντα ἐστὶν εἷς λίθος.
无论是衣服上的装饰,还是玉座周围所作的一切细工,都没有任何部分是用铁或胶接合的其他石头,一切皆是整块石头。
οὗτος οὐκ ἐσεκομίσθη σφίσιν ὁ λίθος, ἀλλὰ κατὰ ὄψιν ὀνείρατος λέγουσιν αὐτὸν ἐξευρεῖν ἐντὸς τοῦ περιβόλου τὴν γῆν ὀρύξαντες.
这块石头并非由他们运入,而是他们声称根据梦中的幻象,在围墙内挖掘地面而发现的。
τῶν δὲ ἀγαλμάτων ἐστὶν ἑκατέρου μέγεθος κατὰ τὸ Ἀθήνῃσιν ἄγαλμα μάλιστα τῆς Μητρός·
两尊神像的大小均与雅典的大母神像大致相当。
§8.37.4Δαμοφῶντος δὲ καὶ ταῦτα ἔργα.
这些也同样是达摩丰的作品。
ἡ μὲν οὖν Δημήτηρ δᾷδα ἐν δεξιᾷ φέρει, τὴν δὲ ἑτέραν χεῖρα ἐπιβέβληκεν ἐπὶ τὴν Δέσποιναν· ἡ δὲ Δέσποινα σκῆπτρόν τε καὶ τὴν καλουμένην κίστην ἐπὶ τοῖς γόνασιν ἔχει, τῆς δὲ ἔχεται τῇ δεξιᾷ τῆς κίστης.
德墨忒尔右手持着松明,另一只手搭在得斯波伊娜身上;得斯波伊娜膝上放着笏和被称为“圣笼”的箱子,并用右手握着箱子。
τοῦ θρόνου δὲ ἑκατέρωθεν Ἄρτεμις μὲν παρὰ τὴν Δήμητρα ἕστηκεν ἀμπεχομένη δέρμα ἐλάφου καὶ ἐπὶ τῶν ὤμων φαρέτραν ἔχουσα, ἐν δὲ ταῖς χερσὶ τῇ μὲν λαμπάδα ἔχει, τῇ δὲ δράκοντας δύο. παρὰ δὲ τὴν Ἄρτεμιν κατάκειται κύων, οἷαι θηρεύειν εἰσὶν ἐπιτήδειοι.
玉座的两侧,阿耳忒弥斯站在德墨忒尔身旁,身披鹿皮,肩背箭袋,双手一只拿着火炬,另一只拿着两条蛇;在阿耳忒弥斯身旁躺着一只猎犬,是适合狩猎的那种类型。
§8.37.5πρὸς δὲ τῆς Δεσποίνης τῷ ἀγάλματι ἕστηκεν Ἄνυτος σχῆμα ὡπλισμένου παρεχόμενος·
在得斯波伊娜神像旁站着阿尼托斯,呈现出武装之人的形象。
φασὶ δὲ οἱ περὶ τὸ ἱερὸν τραφῆναι τὴν Δέσποιναν ὑπὸ τοῦ Ἀνύτου, καὶ εἶναι τῶν Τιτάνων καλουμένων καὶ τὸν Ἄνυτον.
圣所周围的人说,得斯波伊娜是由阿尼托斯抚养长大的,且阿尼托斯也是所谓的提坦神族成员之一。
Τιτᾶνας δὲ πρῶτος ἐς ποίησιν ἐσήγαγεν Ὅμηρος, θεοὺς εἶναι σφᾶς ὑπὸ τῷ καλουμένῳ Ταρτάρῳ, καὶ ἔστιν ἐν Ἥρας ὅρκῳ τὰ ἔπη· παρὰ δὲ Ὁμήρου Ὀνομάκριτος παραλαβὼν τῶν Τιτάνων τὸ ὄνομα Διονύσῳ τε συνέθηκεν ὄργια καὶ εἶναι τοὺς Τιτᾶνας τῷ Διονύσῳ τῶν παθημάτων ἐποίησεν αὐτουργούς.
荷马是第一个将提坦引入诗歌的人,称他们是位于所谓塔尔塔罗斯之下的神灵,这些诗句出现在“赫拉的誓言”中;而奥诺马克里托斯从荷马那里继承了提坦之名,既为狄奥尼索斯编排了秘仪,又让提坦成为了狄奥尼索斯受难的直接加害者。