Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.32.1-8.32.5

梅加洛波利斯南部的剧场与诸神圣域

第 339 段,共 465 段 · 希腊语

内容简介

描述了梅加洛波利斯南部的区域,包括希腊最大的剧场、瑟西里翁议事厅、亚历山大帝的旧居遗迹,以及阿佛洛狄忒、阿瑞斯、阿耳忒弥斯和阿斯克勒庇俄斯等各种神明的圣域与神像。

§8.32.1τοσάδε ἐνταῦθα ἀξιόχρεα ἦν·
这里有这么多值得一记的事物。
ἡ δὲ ἐπέκεινα τοῦ ποταμοῦ μοῖρα ἡ κατὰ μεσημβρίαν παρείχετο ἐς μνήμην θέατρον μέγιστον τῶν ἐν τῇ Ἑλλάδι· ἐν δὲ αὐτῷ καὶ ἀέναός ἐστιν ὕδατος πηγή.
河对岸朝向南面的区域,拥有一座希腊最大的剧场,非常值得纪念;剧场内还有一处常年不竭的泉水。
τοῦ θεάτρου δὲ οὐ πόρρω λείπεται τοῦ βουλευτηρίου θεμέλια, ὃ τοῖς μυρίοις ἐπεποίητο Ἀρκάδων· ἐκαλεῖτο δὲ ἀπὸ τοῦ ἀναθέντος Θερσίλιον.
离剧场不远留存着议事厅的基石,这是为阿卡迪亚人的“万人会”而建的;因其捐建者而被称为瑟西里翁。
πλησίον δὲ οἰκίαν, ἰδιώτου κατʼ ἐμὲ κτῆμα ἀνδρός, Ἀλεξάνδρῳ τῷ Φιλίππου τὸ ἐξ ἀρχῆς ἐποίησαν· ἔστι δὲ ἄγαλμα Ἄμμωνος πρὸς τῇ οἰκίᾳ, τοῖς τετραγώνοις Ἑρμαῖς εἰκασμένον, κέρατα ἐπὶ τῆς κεφαλῆς ἔχον κριοῦ.
附近有一所房子,在我的时代是一位私人的财产,最初是为菲力的儿子亚历山大建造的;房子附近有一尊阿蒙雕像,模仿四角柱形赫尔墨斯像的样子,头上长着公羊角。
§8.32.2τὸ δὲ τῶν Μουσῶν Ἀπόλλωνός τε ἱερὸν καὶ Ἑρμοῦ, κατασκευασθέν σφισιν ἐν κοινῷ, παρείχετο ἐς μνήμην θεμέλια οὐ πολλά· ἦν δὲ καὶ τῶν Μουσῶν μία ἔτι καὶ Ἀπόλλωνος ἄγαλμα κατὰ τοὺς Ἑρμᾶς τοὺς τετραγώνους τέχνην.
缪斯、阿波罗和赫尔墨斯的圣域是为他们共同建造的,如今除了为数不多的基石外没有留下太多值得纪念的东西;但仍有一尊缪斯像和一尊阿波罗像,其工艺模仿四角柱形的赫尔墨斯像。
ἐρείπια δὲ καὶ τῆς Ἀφροδίτης ἦν τὸ ἱερὸν, πλὴν ὅσον πρόναός τε ἐλείπετο ἔτι καὶ ἀγάλματα ἀριθμὸν τρία, ἐπίκλησις δὲ Οὐρανία, τῇ δʼ ἔστι Πάνδημος, τῇ τρίτῃ δὲ οὐδὲν ἐτίθεντο·
阿佛洛狄忒的圣域也已成废墟,除了前室依然留存,以及数量为三尊的雕像。 其中一尊的异名是乌拉尼亚,另一尊是潘德摩斯,第三尊则没有被赋予任何异名。
§8.32.3ἀπέχει δὲ οὐ πολὺ Ἄρεως βωμός, ἐλέγετο δὲ ὡς καὶ ἱερὸν ἐξ ἀρχῆς ᾠκοδομήθη τῷ θεῷ.
离这里不远有一座阿瑞斯的祭坛,据说最初也为这位神建造了圣域。
πεποίηται δὲ καὶ στάδιον ὑπὲρ τῆς Ἀφροδίτης τῇ μὲν ἐπὶ τὸ θέατρον καθῆκον—καὶ κρήνη σφίσιν ἐστὶν αὐτόθι, ἣν ἱερὰν Διονύσου νομίζουσι—, κατὰ δὲ τὸ ἕτερον τοῦ σταδίου πέρας Διονύσου ναὸς ἐλέγετο ὑπὸ τοῦ θεοῦ κεραυνωθῆναι γενεαῖς δύο ἐμοῦ πρότερον, καὶ ἐρείπια οὐ πολλὰ ἔτι ἐς ἐμὲ ἦν αὐτοῦ.
在阿佛洛狄忒圣域的上方还建有一座体育场,一端向剧场方向下倾——那里有他们的泉水,人们认为这是狄奥尼索斯的圣泉——而在体育场的另一端,据说一座狄奥尼索斯神庙在我之前两代时被神击雷摧毁,到了我的时代,其废墟也所剩无几。
Ἡρακλέους δὲ κοινὸς καὶ Ἑρμοῦ πρὸς τῷ σταδίῳ ναὸς μὲν οὐκέτι ἦν, μόνος δέ σφισι βωμὸς ἐλείπετο.
体育场附近曾有赫拉克勒斯和赫尔墨斯共有的神庙,如今已不复存在,仅留下了他们的祭坛。
§8.32.4ἔστι δὲ ἐν τῇ μοίρᾳ ταύτῃ λόφος πρὸς ἀνίσχοντα ἥλιον καὶ Ἀγροτέρας ἐν αὐτῷ ναὸς Ἀρτέμιδος, ἀνάθημα Ἀριστοδήμου καὶ τοῦτο.
在这一区域有一座朝向旭日(东面)的山丘,山上有野之阿耳忒弥斯的神庙,这也是阿里斯托德摩斯的献纳物。
τῆς δὲ Ἀγροτέρας ἐστὶν ἐν δεξιᾷ τέμενος· ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀσκληπιοῦ καὶ ἀγάλματα αὐτός τε καὶ Ὑγεία, εἰσὶ δὲ ὑποκαταβάντι ὀλίγον θεοὶ— παρέχονται δὲ καὶ οὗτοι σχῆμα τετράγωνον, Ἐργάται δέ ἐστιν αὐτοῖς ἐπίκλησις—Ἀθηνᾶ τε Ἐργάνη καὶ Ἀπόλλων Ἀγυιεύς·
在阿格罗特拉神庙的右侧有一处圣地;这里有一座阿斯克勒庇俄斯的圣域,有他本人和许癸厄亚的雕像。 从这里稍微往下走,有一些神明——他们也呈四角柱形状,他们的异名是工作者——即阿典娜·埃尔加内和阿波罗·阿吉耶乌斯。
τῷ δὲ Ἑρμῇ καὶ Ἡρακλεῖ καὶ Εἰλειθυίᾳ πρόσεστιν ἐξ ἐπῶν τῶν Ὁμήρου φήμη, τῷ μὲν Διός τε αὐτὸν διάκονον εἶναι καὶ ὑπὸ τὸν Ἅιδην ἄγειν τῶν ἀπογινομένων τὰς ψυχάς, Ἡρακλεῖ δὲ ὡς πολλούς τε καὶ χαλεποὺς τελέσειεν ἄθλους· Εἰλειθυίᾳ δὲ ἐποίησεν ἐν Ἰλιάδι ὠδῖνας γυναικῶν μέλειν.
赫尔墨斯、赫拉克勒斯和艾勒提亚则因赫马的史诗而享有声誉:对前者而言,说他是宙斯的侍者,并将死者的灵魂引导到哈德斯那里;对赫拉克勒斯而言,说他完成了许多艰巨的苦行;而对艾勒提亚而言,赫马在《伊利亚特》中将妇人的分娩之痛作为她管辖的事情。
§8.32.5ἔστι δὲ καὶ ἄλλο ὑπὸ τὸν λόφον τοῦτον Ἀσκληπιοῦ Παιδὸς ἱερόν· τούτου μὲν δὴ τὸ ἄγαλμα ὀρθὸν πεποίηται πηχυαῖον μάλιστα, Ἀπόλλωνος δὲ ἐν θρόνῳ κάθηται ποδῶν ἓξ οὐκ ἀποδέον μέγεθος.
在这座山丘下还有另一座孩童阿斯克勒庇俄斯的圣域;这尊神像呈立姿,大小大约一肘,而阿波罗则坐在宝座上,高度不少于六英尺。
ἀνάκειται δὲ αὐτόθι καὶ ὀστᾶ ὑπερηρκότα ἢ ὡς ἀνθρώπου δοκεῖν· καὶ δὴ καὶ ἐλέγετο ἐπʼ αὐτοῖς εἶναι τῶν γιγάντων ἑνός, οὓς ἐς τὴν συμμαχίαν τῆς Ῥέας ἤθροισεν Ὁπλάδαμος, ἃ δὴ καὶ ἐς ὕστερον ἐπέξεισιν ἡμῖν ὁ λόγος.
那里还供奉着非常巨大的骨头,大得让人觉得不可能是人类的骨头;而且确实有人说这些骨头属于霍普拉达摩斯召集来援助瑞亚的巨人之一,关于这些事情,我们的叙事在后文中将会详细阐述。
τούτου δέ ἐστι πηγὴ τοῦ ἱεροῦ πλησίον, καὶ ἀπʼ αὐτῆς ὁ Ἑλισσὼν τὸ ὕδωρ δέχεται κατερχόμενον.
圣域附近有一处泉水,赫利松河接纳了从那里流下的水。

词汇与语法注释

  1. 8.32.1ἰδιώτου κατʼ ἐμὲ κτῆμα ἀνδρός — 属格名词短语 ἰδιώτου ἀνδρός(一私人的)修饰 κτῆμα(财产),其中夹着插入语 κατʼ ἐμὲ(在我的时代)。此结构说明最初为亚历山大建造的房子,到巴萨尼亚斯时代已变成私人住宅。
  2. 8.32.2κατὰ τοὺς Ἑρμᾶς τοὺς τετραγώνους τέχνην — 名词 τέχνην 用作表示关系或规格的宾格(“在工艺技术方面”),说明阿波罗和缪斯雕像的艺术风格模仿了四角柱形赫尔墨斯像。
  3. 8.32.4ὑποκαταβάντι ὀλίγον — 与格分词 ὑποκαταβάντι(对于稍微向下走的人)是关系者与格,这是作者从读者或旅行者的视角说明地理和空间布局(“从那里稍微往下走,就会有……”)时常用的表达形式。
  4. 8.32.5ὑπερηρκότα ἢ ὡς ἀνθρώπου δοκεῖν — 带有比较意义的完成时分词 ὑπερηρκότα(异常巨大)后接 ἤ ὡς 以及不定式 δοκεῖν(似乎),表示比较与程度(“巨大得远远超出、以至于不像是人类的骨头”)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.32.1-8.32.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.32.1-8.32.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。