§8.25.7τὸ μὲν δὴ τῆς Ἐρινύος τήν τε κίστην καλουμένην ἔχει καὶ ἐν τῇ δεξιᾷ δᾷδα, μέγεθος δὲ εἰκάζομεν ἐννέα εἶναι ποδῶν αὐτήν· ἡ Λουσία δὲ ποδῶν ἓξ ἐφαίνετο εἶναι.
埃里尼乌斯的神像抱着所谓的圣箱,右手持着火炬,其高度据我们推测为九英尺;而路西亚的神像则显得有六英尺高。
ὅσοι δὲ Θέμιδος καὶ οὐ Δήμητρος τῆς Λουσίας τὸ ἄγαλμα εἶναι νομίζουσι, μάταια ἴστωσαν ὑπειληφότες.
那些认为路西亚神像是忒弥斯而非德墨忒尔的人,应当知道他们的设想是荒谬的。
τὴν δὲ Δήμητρα τεκεῖν φασιν ἐκ τοῦ Ποσειδῶνος θυγατέρα, ἧς τὸ ὄνομα ἐς ἀτελέστους λέγειν οὐ νομίζουσι, καὶ ἵππον τὸν Ἀρείονα· ἐπὶ τούτῳ δὲ παρὰ σφίσιν Ἀρκάδων πρώτοις Ἵππιον Ποσειδῶνα ὀνομασθῆναι.
据说,德墨忒尔与波塞冬生下了一个女儿,其名字他们认为不容许向未入秘仪者透露,并且还生下了神马阿雷翁;正因如此,波塞冬在他们之中,作为阿卡迪亚人的先驱,被冠以“希庇奥斯”之名。
§8.25.8ἐπάγονται δὲ ἐξ Ἰλιάδος ἔπη καὶ ἐκ Θηβαΐδος μαρτύριά σφισιν εἶναι τῷ λόγῳ, ἐν μὲν Ἰλιάδι ἐς αὐτὸν Ἀρείονα πεποιῆσθαι,
"
οὐδʼ εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι,
Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν·
他们引证《伊利亚特》和《底比斯战纪》中的诗句作为他们说法的证据。 在《伊利亚特》中,关于阿雷翁本身有如下诗句: "即便有人从后方驱策神圣的阿雷翁,那是阿德拉斯托斯的骏马,其血统源于神明。
"
ἐν δὲ τῇ Θηβαΐδι ὡς Ἄδραστος ἔφευγεν ἐκ Θηβῶν
"
εἵματα λυγρὰ φέρων σὺν Ἀρείονι κυανοχαίτῃ.
"在《底比斯战纪》中,关于阿德拉斯托斯如何逃离底比斯,写道: "身着凄凉的衣裳,与青黑鬃毛的阿雷翁一同。
"
αἰνίσσεσθαι οὖν ἐθέλουσι τὰ ἔπη Ποσειδῶνα Ἀρείονι εἶναι πατέρα, Ἀντίμαχος δὲ παῖδα εἶναι Γῆς φησιν· §8.25.9"
Ἄδρηστος Ταλαὼ υἱὸς Κρηθηιάδαο
πρώτιστος Δαναῶν ἑὼ αἰνέτω ἤλασεν ἵππω,
Καιρόν τε κραιπνὸν καὶ Ἀρείονα Θελπουσαῖον,
τόν ῥά τʼ Ἀπόλλωνος σχεδὸν ἄλσεος Ὀγκαίοιο
αὐτὴ Γαῖʼ ἀνέδωκε, σέβας θνητοῖσιν ἰδέσθαι. "
"因此,这些诗句旨在暗示波塞冬是阿雷翁的父亲;然而安提马科斯却说它是盖亚(大地)之子,并写道: "塔拉俄斯之子、克雷修斯的后裔阿德拉斯托斯,是达奈人中最早驱策其备受赞誉的双马之人,即神速的凯罗斯与泰尔普萨的阿雷翁,此马正在昂凯俄斯之阿波罗圣林附近,由大地自生,供凡人瞻仰之奇迹。
§8.25.10δύναιτο δʼ ἂν καὶ ἀναφύντι ἐκ γῆς τῷ ἵππῳ ἐκ θεοῦ τε εἶναι τὸ γένος καὶ αἱ τρίχες οἱ τὴν χρόαν ἐοικέναι κυανῷ.
"然而,即使是从大地中生出的马,其血统源自神明,且其毛发颜色近似于青黑色,也是完全可能的。
λέγεται δὲ καὶ τοιάδε, Ἡρακλέα πολεμοῦντα Ἠλείοις αἰτῆσαι παρʼ Ὄγκου τὸν ἵππον καὶ ἑλεῖν τὴν Ἦλιν ἐπὶ τῷ Ἀρείονι ὀχούμενον ἐς τὰς μάχας, δοθῆναι δὲ ὑπὸ Ἡρακλέους ὕστερον Ἀδράστῳ τὸν ἵππον.
此外还有以下传说:赫拉克勒斯在与伊利斯人作战时,向昂科斯请求得到这匹马,并在战斗中骑着阿雷翁攻占了伊利斯,后来这匹马被赫拉克勒斯赠予阿德拉斯托斯。
ἐπὶ τούτῳ δὲ ἐς τὸν Ἀρείονα ἐποίησεν Ἀντίμαχος
"
ὅς ῥά ποτʼ Ἀδρήστῳ τριτάτῳ δέδμηθʼ ὑπʼ ἄνακτι. "
对此,安提马科斯针对阿雷翁写道: "此马曾被驯服于其第三任主君阿德拉斯托斯麾下。
§8.25.11ὁ δὲ Λάδων τῆς Ἐρινύος τὸ ἱερὸν ἀπολιπὼν ἐν ἀριστερᾷ, παρέξεισιν ἐν ἀριστερᾷ μὲν τοῦ Ἀπόλλωνος τοῦ Ὀγκαιάτου τὸν ναόν, τὰ δὲ ἐν δεξιᾷ παρὰ Ἀσκληπιοῦ Παιδὸς ἱερόν, ἔνθα Τρυγόνος μνῆμά ἐστι· τροφὸν δὲ Ἀσκληπιοῦ τὴν Τρυγόνα εἶναι λέγουσιν·
"拉东河在将埃里尼乌斯圣所留在左侧后,将在左侧经过昂凯阿特斯之阿波罗神庙,在右侧则经过儿童阿斯克勒庇俄斯的圣所,那里有特里贡的坟墓;人们说特里贡是阿斯克勒庇俄斯的乳母。
ἐν γὰρ τῇ Θελπούσῃ τῷ Ἀσκληπιῷ παιδὶ ἐκκειμένῳ φασὶν ἐπιτυχόντα Αὐτόλαον Ἀρκάδος υἱὸν νόθον ἀνελέσθαι τὸ παιδίον, καὶ ἐπὶ τούτῳ παῖδα Ἀσκληπιὸν εἰκότα εἶναι μᾶλλον ἡγούμην, ὃ καὶ ἐδήλωσα ἐν τοῖς Ἐπιδαυρίων.
因为据说在泰尔普萨,阿卡斯的私生子奥托劳斯遇到了被遗弃的儿童阿斯克勒庇俄斯,便抱起了这个婴儿。 因此,我认为阿斯克勒庇俄斯呈现为儿童形象是较为合理的,这一点我已在关于埃庇道鲁斯人的记述中表明了。
§8.25.12ἔστι δὲ Τουθόα ποταμός· ἐμβάλλει δὲ ἐς τὸν Λάδωνα καὶ ἡ Τουθόα κατὰ τὸν Θελπουσίων ὅρον πρὸς Ἡραιεῖς, καλούμενον δὲ ὑπὸ Ἀρκάδων Πεδίον.
此外还有一条托乌托阿河;托乌托阿河也在泰尔普萨人与赫赖亚人的边界处——被阿卡迪亚人称为“平原”的地方——汇入拉东河。
καθότι δὲ αὐτὸς ὁ Λάδων ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Κοράκων ὠνόμασται νᾶσος.
而拉东河本身注入阿尔斐俄斯河的地方,被称为“科拉康·内索斯”。
οἱ δὲ ἥγηνται τὴν Ἐνίσπην καὶ Στρατίην τε καὶ Ῥίπην τὰς ὑπὸ Ὁμήρου κατειλεγμένας γενέσθαι νήσους ποτὲ ἐν τῷ Λάδωνι ὑπὸ ἀνθρώπων οἰκουμένας, ἃ οἱ πεπιστευκότες μάταια ἴστωσαν·
有些人认为,荷马所列举的埃尼斯珀、斯特拉提亚和里珀,曾是拉东河中有人居住的岛屿;但让相信这些的人知道,他们的想法是荒唐的。
§8.25.13οὐ γὰρ ἄν ποτε οὐδὲ νηὶ παρισουμένας πορθμίδι παράσχοιτο ὁ Λάδων νήσους.
因为拉东河绝不可能产生哪怕等同于渡船大小的岛屿。
κάλλους μὲν γὰρ ἕνεκα οὐδενὸς ποταμῶν δεύτερος οὔτε τῶν βαρβαρικῶν ἐστιν οὔτε Ἕλληνος, μέγεθος δὲ οὐ τοσοῦτος ὡς ἐν αὐτῷ καὶ νήσους ἀναφαίνεσθαι καθάπερ ἐν Ἴστρῳ τε καὶ Ἠριδανῷ.
事实上,若论美丽,它不亚于任何河流,无论是蛮族的还是希腊的,但在规模上它还没有大到能像在伊斯特河和埃里达诺斯河中那样,有岛屿显现其中。