§8.25.1ἐς δὲ Θέλπουσαν ἰόντι ἐκ Ψωφῖδος πρῶτα μὲν χωρίον Τρόπαιά ἐστιν ὀνομαζόμενον ἐν ἀριστερᾷ τοῦ Λάδωνος, Τροπαίων δὲ ἔχεται δρυμὸς Ἀφροδίσιον· τρίτα δέ ἐστιν ἀρχαῖα ἐν στήλῃ γράμματα,
"
ὅροι Ψωφιδίοις πρὸς τὴν Θελπουσίαν χώραν.
从普索菲斯前往泰尔普萨,首先在拉东河左侧有一个被称为托罗派亚的地方,紧邻托罗派亚的是被称为阿普罗迪西翁的林地;第三则是石碑上的古老文字,写着: "普索菲斯人与泰尔普萨领地的边界。
"
ἐν δὲ τῇ γῇ τῇ Θελπουσίᾳ ποταμός ἐστιν Ἄρσην καλούμενος· τοῦτον οὖν διαβήσῃ καὶ ὅσον πέντε ἀπʼ αὐτοῦ σταδίοις ἀφίξῃ καὶ εἴκοσι ἐπὶ ἐρείπια Καοῦντος κώμης καὶ ἱερὸν Ἀσκληπιοῦ Καουσίου πεποιημένον ἐν τῇ ὁδῷ.
"在泰尔普萨的土地上有一条被称为阿尔森的河流;你渡过这条河后,从那里前行大约二十五斯塔迪翁,就会到达卡乌斯村的遗迹,以及沿路建造的卡乌西奥斯之阿斯克勒庇俄斯神庙。
§8.25.2τοῦ δὲ ἱεροῦ τούτου σταδίους τεσσαράκοντα μάλιστα ἀφέστηκεν ἡ πόλις· τεθῆναι δὲ αὐτῇ ὄνομα ἀπὸ νύμφης λέγουσι Θελπούσης, ταύτην δὲ θυγατέρα εἶναι Λάδωνος.
从这座神庙到该城市大约有四十斯塔迪翁;据说城市的名字得自宁芙泰尔普萨,而她是拉东的女儿。
τῷ δὲ Λάδωνι ἄρχεται μὲν τὸ ὕδωρ ἐν πηγαῖς τῆς Κλειτορίας, καθὰ ὁ λόγος ἐδήλωσεν ἤδη μοι· ῥεῖ δὲ πρῶτον μὲν παρὰ Λευκάσιον χωρίον καὶ Μεσόβοα καὶ διὰ τῶν Νάσων ἐπί τε Ὄρυγα τὸν καὶ Ἁλοῦντα ὀνομαζόμενον, ἐξ Ἁλοῦντος δὲ ἐπὶ Θαλιάδας τε καὶ ἐπὶ Δήμητρος ἱερὸν κάτεισιν Ἐλευσινίας.
至于拉东河,正如我的记述此前已经表明的那样,其水源始于克莱托里亚的泉水;它首先流经莱乌卡西翁和梅索博阿,穿过纳索伊群岛,流向奥里克司以及被称为哈鲁斯的地方,从哈鲁斯下行至塔利亚达斯和埃勒乌西尼亚的德墨忒尔神庙。
§8.25.3τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις· ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου.
这座神庙位于泰尔普萨人的边界内;而其中的神像——每一尊都不少于七英尺——分别是德墨忒尔、她的女儿和狄奥尼索斯,全部同样由石头制成。
μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς.
经过埃勒乌西尼亚神庙后,拉东河流经泰尔普萨城的左侧,该城坐落在一座大山丘上,但在我们的时代,它的大部分已经荒芜,以至于人们说,如今位于边缘的阿哥拉最初是建在最中央的。
ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα· §8.25.4τούτου τὰ πολλὰ ἐς ἔδαφος ἔκειτο ἤδη.
在泰尔普萨有一座阿斯克勒庇俄斯神庙和一座十二神圣所;其中大部分已经倾圮在地上。
μετὰ δὲ Θέλπουσαν ἐπὶ τὸ ἱερὸν τῆς Δήμητρος ὁ Λάδων κάτεισι τὸ ἐν Ὀγκείῳ· καλοῦσι δὲ Ἐρινὺν οἱ Θελπούσιοι τὴν θεόν, ὁμολογεῖ δέ σφισι καὶ Ἀντίμαχος ἐπιστρατείαν Ἀργείων ποιήσας ἐς Θήβας· καί οἱ τὸ ἔπος ἔχει,
"
Δήμητρος τόθι φασὶν Ἐρινύος εἶναι ἔδεθλον.
经过泰尔普萨后,拉东河下行至昂凯翁的德墨忒尔神庙;泰尔普萨人称这位女神为埃里尼乌斯,曾创作阿耳戈斯人远征底比斯史诗的安提马科斯也与他们的观点一致;他的诗句写道: "据说那里是埃里尼乌斯德墨忒尔的居所。
"
ὁ μὲν δὴ Ὄγκιος Ἀπόλλωνός ἐστι κατὰ τὴν φήμην καὶ ἐν τῇ Θελπουσίᾳ περὶ τὸ χωρίον ἐδυνάστευε τὸ Ὄγκιον, τῇ θεῷ δὲ Ἐρινὺς γέγονεν ἐπίκλησις· §8.25.5πλανωμένῃ γὰρ τῇ Δήμητρι, ἡνίκα τὴν παῖδα ἐζήτει, λέγουσιν ἕπεσθαί οἱ τὸν Ποσειδῶνα ἐπιθυμοῦντα αὐτῇ μιχθῆναι, καὶ τὴν μὲν ἐς ἵππον μεταβαλοῦσαν ὁμοῦ ταῖς ἵπποις νέμεσθαι ταῖς Ὀγκίου, Ποσειδῶν δὲ συνίησεν ἀπατώμενος καὶ συγγίνεται τῇ Δήμητρι ἄρσενι ἵππῳ καὶ αὐτὸς εἰκασθείς.
"根据传说,昂基奥斯是阿波罗之子,在泰尔普萨境内的昂凯翁地方一带施行统治,而这位女神之所以得到“埃里尼乌斯”这一称号,是因为:因为当德墨忒尔在寻找女儿而四处流浪时,据说波塞冬因渴望与她结合而跟随其后,于是她幻化为一匹牝马,与昂基奥斯的马群一同吃草;但波塞冬看穿了这一诡计,便将自己化作一匹雄马,与德墨忒尔结合。
§8.25.6τὸ μὲν δὴ παραυτίκα τὴν Δήμητρα ἐπὶ τῷ συμβάντι ἔχειν ὀργίλως, χρόνῳ δὲ ὕστερον τοῦ τε θυμοῦ παύσασθαι καὶ τῷ Λάδωνι ἐθελῆσαί φασιν αὐτὴν λούσασθαι· ἐπὶ τούτῳ καὶ ἐπικλήσεις τῇ θεῷ γεγόνασι, τοῦ μηνίματος μὲν ἕνεκα Ἐρινύς, ὅτι τὸ θυμῷ χρῆσθαι καλοῦσιν ἐρινύειν οἱ Ἀρκάδες, Λουσία δὲ ἐπὶ τῷ λούσασθαι τῷ Λάδωνι.
据说,德墨忒尔当时对所发生的事感到非常愤怒,但过了一段时间,她平息了怒火,并希望在拉东河中沐浴;因此,这位女神也得到了两个称号:因其愤怒而被称为“埃里尼乌斯”,因为阿卡迪亚人将发怒称为“埃里尼艾因”;又因在拉东河中沐浴而被称作“路西亚”。
τὰ δὲ ἀγάλματά ἐστι τὰ ἐν τῷ ναῷ ξύλου, πρόσωπα δέ σφισι καὶ χεῖρες ἄκραι καὶ πόδες εἰσὶ Παρίου λίθου·
庙宇中的神像是木质的,但其面部以及手足的末端都是用帕罗斯石制成的。