§8.26.1Ἡραιεῦσι δὲ οἰκιστὴς μὲν γέγονεν Ἡραιεὺς ὁ Λυκάονος, κεῖται δὲ ἡ πόλις ἐν δεξιᾷ τοῦ Ἀλφειοῦ, τὰ μὲν πολλὰ ἐν ἠρέμα προσάντει, τὰ δὲ καὶ ἐπʼ αὐτὸν καθήκει τὸν Ἀλφειόν.
对赫赖亚人而言,建国者是吕卡翁之子赫赖俄斯。 这座城市位于阿尔斐俄斯河的右岸,大部分坐落在平缓的斜坡上,一部分也延伸到阿尔斐俄斯河畔。
δρόμοι τε παρὰ τῷ ποταμῷ πεποίηνται μυρσίναις καὶ ἄλλοις ἡμέροις διακεκριμένοι δένδροις, καὶ τὰ λουτρὰ αὐτόθι, εἰσὶ δὲ καὶ Διονύσῳ ναοί·
沿河建有跑道,以香桃木和其他人工栽培的树木相隔,浴场也设在当地。
τὸν μὲν καλοῦσιν αὐτῶν Πολίτην, τὸν δὲ Αὐξίτην, καὶ οἴκημά ἐστί σφισιν ἔνθα τῷ Διονύσῳ τὰ §8.26.2ὄργια ἄγουσιν.
那里还有狄俄尼索斯的神庙:其中一座他们称为“波利特斯”,另一座称为“奥克西特斯”,他们还有一座用于为狄俄尼索斯举行秘仪的房屋。
ἔστι καὶ ναὸς ἐν τῇ Ἡραίᾳ Πανὸς ἅτε τοῖς Ἀρκάσιν ἐπιχωρίου, τῆς δὲ Ἥρας τοῦ ναοῦ καὶ ἄλλα ἐρείπια καὶ οἱ κίονες ἔτι ἐλείποντο·
在赫赖亚也有一座潘神的神庙,因为他是阿卡迪亚人的本地神;而赫拉的神庙除其他废墟外,圆柱当时依然保留着。
ἀθλητὰς δὲ ὁπόσοι γεγόνασιν Ἀρκάσιν ὑπερῆρκε τῇ δόξῃ Δαμάρετος Ἡραιεύς, ὃς τὸν ὁπλίτην δρόμον ἐνίκησεν ἐν Ὀλυμπίᾳ πρῶτος.
在所有阿卡迪亚人出身的运动员中,赫赖亚的达马雷托斯在名声上超越了所有人,他是第一个在奥林匹亚赢得重装步兵赛跑的人。
§8.26.3ἐς δὲ τὴν Ἠλείαν κατιὼν ἐξ Ἡραίας στάδια μέν που πέντε καὶ δέκα ἀποσχὼν Ἡραίας διαβήσῃ τὸν Λάδωνα, ἀπὸ τούτου δὲ ἐς Ἐρύμανθον ὅσον εἴκοσιν ἀφίξῃ σταδίοις.
从赫赖亚下到伊利斯境内,在离开赫赖亚大约十五斯塔德的地方,你将渡过拉东河,从这里出发,大约行进二十斯塔德即可到达埃里曼托斯河。
τῇ δὲ Ἡραίᾳ ὅροι πρὸς τὴν Ἠλείαν λόγῳ μὲν τῷ Ἀρκάδων ἐστὶν ὁ Ἐρύμανθος, Ἠλεῖοι δὲ τὸν Κοροίβου τάφον φασὶ τὴν χώραν σφίσιν ὁρίζειν.
对赫赖亚而言,与伊利斯的边界,按照阿卡迪亚人的说法是埃里曼托斯河,但伊利斯人声称科罗伊博斯的坟墓才是他们国家的边界。
§8.26.4ἡνίκα δὲ τὸν ἀγῶνα τὸν Ὀλυμπικὸν ἐκλιπόντα ἐπὶ χρόνον πολὺν ἀνενεώσατο Ἴφιτος καὶ αὖθις ἐξ ἀρχῆς Ὀλύμπια ἤγαγον, τότε δρόμου σφίσιν ἆθλα ἐτέθη μόνον καὶ ὁ Κόροιβος ἐνίκησε·
当伊菲托斯恢复了中断许久的奥林匹克竞技,并再次从头举办奥林匹亚运动会时,当时只为他们设立了短跑比赛的奖项,而科罗伊博斯赢得了胜利。
καὶ ἔστιν ἐπίγραμμα ἐπὶ τῷ μνήματι ὡς Ὀλυμπίασιν ὁ Κόροιβος ἐνίκησεν ἀνθρώπων πρῶτος καὶ ὅτι τῆς Ἠλείας ἐπὶ τῷ πέρατι ὁ τάφος αὐτῷ πεποίηται.
在他的坟墓上有一首铭诗,写着科罗伊博斯是人类中第一个在奥林匹亚获胜的人,并且他的坟墓建在伊利斯的边界上。
§8.26.5ἔστι δὲ Ἀλίφηρα πόλισμα οὐ μέγα·
阿里费拉是一座不大的城镇。
ἐξελείφθη γὰρ ὑπὸ οἰκητόρων πολλῶν ὑπὸ τὸν συνοικισμὸν τῶν Ἀρκάδων ἐς Μεγάλην πόλιν.
因为在阿卡迪亚人联合迁往大都市(梅加洛波利斯)时,许多居民离弃了此地。
ἐς τοῦτο οὖν τὸ πόλισμα ἐρχόμενος ἐξ Ἡραίας τόν τε Ἀλφειὸν διαβήσῃ καὶ σταδίων μάλιστά που δέκα διελθὼν πεδίον ἐπὶ ὄρος ἀφίξῃ καὶ αὖθις στάδια ὅσον τριάκοντα ἐς τὸ πόλισμα ἀναβήσῃ διὰ τοῦ ὄρους.
因此,从赫赖亚前往这座城镇,你将渡过阿尔斐俄斯河,穿过平原行进大约十斯塔德后到达一座山,然后沿着山路向上攀登大约三十斯塔德,便到达这座城镇。
§8.26.6Ἀλιφηρεῦσι δὲ τὸ μὲν ὄνομα τῇ πόλει γέγονεν ἀπὸ Ἀλιφήρου Λυκάονος παιδός, ἱερὰ δὲ Ἀσκληπιοῦ τέ ἐστι καὶ Ἀθηνᾶς, ἣν θεῶν σέβονται μάλιστα, γενέσθαι καὶ τραφῆναι παρὰ σφίσιν αὐτὴν λέγοντες·
对阿里费拉人而言,城市的名字来源于吕卡翁之子阿里费罗斯。 城内有阿斯克勒庇俄斯和雅典娜的神庙,在诸神中他们最崇敬雅典娜,并说她是在他们这里出生并抚养长大的。
καὶ Διός τε ἱδρύσαντο Λεχεάτου βωμόν, ἅτε ἐνταῦθα τὴν Ἀθηνᾶν τεκόντος, καὶ κρήνην καλοῦσι Τριτωνίδα, τὸν ἐπὶ τῷ ποταμῷ τῷ Τρίτωνι οἰκειούμενοι λόγον.
他们还设立了“产床”(莱克阿托斯)宙斯的祭坛,因为他在这里生下了雅典娜;他们还将一口泉水称为特里托尼斯,将关于特里顿河的传说归于自身。
§8.26.7τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα πεποίηται χαλκοῦ, Ὑπατοδώρου ἔργον, θέας ἄξιον μεγέθους τε ἕνεκα καὶ ἐς τὴν τέχνην.
雅典娜的神像是由青铜制成的,是许帕托多罗斯的作品,因其规模和艺术水平而值得一睹。
ἄγουσι δὲ καὶ πανήγυριν ὅτῳ δὴ θεῶν, δοκῶ δὲ σφᾶς ἄγειν τῇ Ἀθηνᾷ·
他们还为某位神明举行节日盛典,但我认为他们是为雅典娜举行的。
ἐν ταύτῃ τῇ πανηγύρει Μυάγρῳ προθύουσιν, ἐπευχόμενοί τε κατὰ τῶν ἱερείων τῷ ἥρωι καὶ ἐπικαλούμενοι τὸν Μύαγρον· καί σφισι ταῦτα δράσασιν οὐδὲν ἔτι ἀνιαρόν εἰσιν αἱ μυῖαι.
在这一盛典中,他们先向“驱蝇者”(米亚格罗斯)献祭,在牺牲上向这位英雄祈祷并呼唤米亚格罗斯;在他们做完这些后,苍蝇便不再对他们造成任何烦扰。
§8.26.8κατὰ δὲ τὴν ἐξ Ἡραίας ἄγουσαν ἐς Μεγάλην πόλιν εἰσὶ Μελαινεαί· ταύτας ᾤκισε μὲν Μελαινεὺς ὁ Λυκάονος, ἔρημος δὲ ἦν ἐφʼ ἡμῶν, ὕδατι δὲ καταρρεῖται.
在从赫赖亚通往大都市的路上是梅莱内埃;这里由吕卡翁之子梅莱内乌斯创建,但在我的时代已荒废无物,溪水流淌其间。
Μελαινεῶν δὲ τεσσαράκοντά ἐστιν ἀνωτέρω σταδίοις Βουφάγιον, καὶ ὁ ποταμὸς ἐνταῦθα ἔχει πηγὰς ὁ Βουφάγος κατιὼν ἐς τὸν Ἀλφειόν·
在梅莱内埃上方四十斯塔德的地方是布法吉翁,在这里,布法戈斯河有其源头,向下流入阿尔斐俄斯河。
τοῦ Βουφάγου δὲ περὶ τὰς πηγὰς ὅροι πρὸς Μεγαλοπολίτας Ἡραιεῦσίν εἰσιν.
在布法戈斯河的源头附近,是赫赖亚人与大都市人之间的边界。