§7.8.1τότε δὲ ἥκων ὁ Φλαμίνιος Ἐρέτριάν τε διήρπασε, τοὺς φρουροῦντας Μακεδόνων μάχῃ νικήσας, καὶ αὖθις ἐλάσας ἐπὶ Κόρινθον κατεχομένην ὑπὸ Φιλίππου φρουρᾷ αὐτός τε προσεκάθητο πολιορκῶν καὶ παρὰ Ἀχαιοὺς ἅμα ἀποστέλλων ἐπήγγελλέ σφισιν ἀφικνεῖσθαι πρὸς Κόρινθον στρατιᾷ, συμμάχους τε ἀξιωθησομένους καλεῖσθαι Ῥωμαίων καὶ ἅμα εὐνοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν.
但当时抵达的弗拉米尼努斯击败了防守的马其顿人,掠夺了埃雷特里亚,并再次进军对抗被腓力用卫戍部队占领的科林斯,他亲自驻扎在那里进行包围,同时派遣使者前往亚该亚人处,命令他们率军前来科林斯,(并许诺)他们将被视为配得上称为罗马人的盟友,这同时也是出于对希腊人的好意。
§7.8.2Ἀχαιοὶ δὲ ἐποιοῦντο μὲν μεγάλως καὶ αὐτὸν ἐν αἰτίᾳ Φλαμίνιον καὶ ἔτι πρότερον Ὀτίλιον, οἳ μετεχειρίσαντο ὠμῶς οὕτω πόλεις Ἑλληνίδας καὶ ἀρχαίας, ἀναμαρτήτους τε οὔσας πρὸς Ῥωμαίους καὶ οὐ κατὰ γνώμην ὑπὸ Μακεδόνων ἀρχομένας· προεωρῶντο δὲ καὶ ὡς ἀντὶ Φιλίππου καὶ Μακεδόνων Ῥωμαῖοι σφίσι τε ἥκοιεν καὶ τῷ Ἑλληνικῷ δεσπόται προστάττειν.
亚该亚人一方面极力谴责弗拉米尼努斯本人以及在他之前的奥蒂里乌斯,因为他们如此残暴地对待那些对罗马人没有犯下任何过错、且违背本意受马其顿人统治的古老希腊城市;另一方面,他们也预见到,罗马人将取代腓力和马其顿人,作为发号施令的主子降临到他们和希腊民族身上。
ῥηθέντων δὲ ἐν τῷ συνεδρίῳ πολλῶν καὶ ἐναντίων ἀλλήλοις, τέλος οἱ εὖνοι Ῥωμαίοις ἐνίκησαν καὶ Ἀχαιοὶ Φλαμινίῳ Κόρινθον συνεπολιόρκησαν.
但在会议中发表了许多相互对立的意见之后,最终对罗马人持友好态度的一派获胜,亚该亚人与弗拉米尼努斯一同包围了科林斯。
§7.8.3Κορίνθιοι δὲ ἀπὸ Μακεδόνων ἐλευθερωθέντες μετέσχον αὐτίκα συνεδρίου τοῦ Ἀχαιῶν, μετασχόντες καὶ πρότερον, ὅτε Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου τὴν πᾶσαν ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ.
科林斯人从马其顿人手中获得解放后,立即参加了亚该亚人的会议。 他们以前也曾参加过,那是在阿拉托斯和西库昂人将所有的卫戍部队从阿克罗科林斯赶走,并杀死了被安提柯任命为卫戍司令的培尔塞奥斯的时候。
Ἀχαιοὶ δὲ τὸ ἀπὸ τούτου σύμμαχοί τε ὠνομάζοντο Ῥωμαίων καὶ ἐς τὰ πάντα ἦσαν πρόθυμοι· καί σφισιν εἵποντο μὲν ἐς Μακεδονίαν καὶ ἐπὶ Φίλιππον, μετέσχον δὲ καὶ στρατείας ἐς Αἰτωλούς, τρίτα δὲ ὁμοῦ Ῥωμαίοις ἐμαχέσαντο ἐναντία Ἀντιόχου καὶ Σύρων.
自此以后,亚该亚人被称为罗马人的盟友,并在一切事务中表现得十分热心;他们跟随罗马人进入马其顿对抗腓力,还参加了针对埃托利亚人的远征,第三次则与罗马人一同对抗安条克及叙利亚人。
§7.8.4ὅσα μὲν δὴ Ἀχαιοὶ Μακεδόσιν ἢ στρατιᾷ τῇ Σύρων ἐναντία ἐτάξαντο, φιλίᾳ τῇ πρὸς Ῥωμαίους ἔπραξαν· ἐς δὲ Αἰτωλοὺς ἐκ παλαιοῦ σφισιν ἦν οἰκεῖα ἐγκλήματα.
确实,亚该亚人对抗马其顿人或叙利亚军队所做的一切,都是出于对罗马人的友谊;但对于埃托利亚人,他们自古以来就有私人的恩怨。
ἐπεὶ δὲ ἡ Νάβιδος ἐν Σπάρτῃ τυραννὶς κατελέλυτο, ἐς πλείστην ὠμότητα ἀνδρὸς ἀφικομένου, τὰ ἐς τοὺς Λακεδαιμονίους αὐτίκα ἐνεπεπτώκει·
而当斯巴达的纳比斯僭主统治被推翻后——此人已达到了极其残忍的境地——有关拉刻代蒙人的事务便立即落入了亚该亚人的手中。
§7.8.5καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογον ὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχη τῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτι αὐτοσχεδίως ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶν στρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα.
在这个时期,亚该亚人将他们纳入了亚该亚同盟,对他们进行了极严厉的审判,并彻底拆毁了斯巴达的城墙,这些城墙以前是在德米特里以及后来的皮洛斯和伊庇鲁斯人远征期间临时建造的,但在纳比斯的僭主统治下得到了最安全的加固。
τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκ τῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν.
于是,亚该亚人拆毁了斯巴达的城墙,废除了源自吕库古法律的青年训练制度,并命令他们实行与亚该亚青年相同的训练。
§7.8.6ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας·
这些关于阿卡迪亚人的事务,我的叙述稍后会作更详细的探讨。
Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶν καταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης.
但拉刻代蒙人因对亚该亚人的命令大为恼火,转而向梅特鲁斯以及那些随梅特鲁斯从罗马出使而来的人求助。
ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνης πρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξ Ἠπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες.
这些人到来,并不是要对腓力和马其顿人发动战争,因为腓力与罗马人之间早已宣誓缔结了和平,而是来裁决色萨利人或伊庇鲁斯人对腓力提出的各种怨言。
§7.8.7ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων—μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναις κεφαλαῖς τὸ ἧττον ἠνέγκατο, ἀλλʼ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενος αὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγεν ἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳ παραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸς Ῥωμαίους— §7.8.8κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνην δεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις.
事实上,腓力本人以及马其顿人的鼎盛时期已被罗马人摧毁——因为腓力在被称为犬头群山的地方与弗拉米尼努斯及罗马人交战并遭遇惨败,但正因为这同一位全力以赴的腓力在这次交锋中被彻底击败,以至于他失去了所率军队的大部分,并且根据与罗马人的协定,他从他在希腊通过战争屈服并占领的所有城市中撤出了卫戍部队—— 然而,为了维持体面的名声,他通过各种恳求和巨额金钱的开支从罗马人那里获得了和平。
τὰ δὲ ἐς Μακεδόνας δύναμίν τε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰ πράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν· ἔχει δὲ οὕτω τὰ χρησθέντα·
马其顿人的命运,包括他们在阿敏塔斯之子腓力统治下获得的势力,以及在后来的腓力统治下他们的基业如何走向毁灭,西比拉在神灵的启示下早已预言。
§7.8.9"
αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν,
ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος. ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας
θήσει·
神谕的内容如下: “以阿尔格亚德诸王自豪的马其顿人啊,统治你们的腓力,既是你们的福祉,也是你们的灾殃。
ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει,
δμηθεὶς ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἠῴοις τε.
确然,前者将为各城邦与各族群树立统治者;而那较年轻的一位,将丧失所有的尊荣,被西方的人们以及东方的人们所征服。
"
Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς· πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.
” 因此,居住在欧洲西部的罗马人摧毁了马其顿人的统治,而在列入盟军的队伍中,从佩加蒙以及从 Mysia 募集的军队的指挥官阿塔罗斯也提供了协助;而 Mysia 更偏向于太阳升起的地方。