§7.5.8ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς· καὶ οὕτως οἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν.
但是,所有身为奴隶的色雷斯血统妇女,以及那些虽然身为自由人但在此谋生的妇女,都让人剪去了她们的头发;埃里特莱伊人就这样把木筏拉上岸来。
ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόν ἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοι φυλάσσουσι· καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦ βίου φασίν.
因此,在所有妇女中,唯有色雷斯妇女被允许进入赫拉克勒斯神庙,而那条用头发编成的绳索,直到我这个时代,当地人依然保存着;而且,这些当地人还说,那位渔夫重见光明,并在其余生中都能看见东西。
§7.5.9ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλου μεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶ ἐπὶ τῆς κεφαλῆς πόλον·
在埃里特莱伊还有一座雅典娜·波利亚斯的神庙和一座巨大的木制神像;它端坐在王座上,两手各执一纺锤,头上戴着圆筒帽。
τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶ Ὥραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ.
这被我们推断为恩多伊奥斯的杰作,我们不仅根据其他证据,还通过观察神像内部的工艺,尤其是根据在进入神庙前立于户外的、用白大理石雕刻的美惠三女神和时序女神像得出了这一结论。
ἐποιήθη δὲ καὶ κατʼ ἐμὲ Σμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατι ἀλλοίῳ.
同样在我的时代,人们在科吕斐山与不与其他水源混合的海洋之间,为斯米尔纳人建造了一座阿斯克勒庇俄斯圣所。
§7.5.10ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν· ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾄδουσιν· ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ.
伊奥尼亚除了其神庙和气候的温和之外,还提供了其他值得记述的事物:例如,雅弗苏斯地区有肯克里奥斯河、皮翁山的自然奇观以及哈利泰亚泉;在米利都领地有比布利斯泉,以及人们歌咏的关于比布利斯之恋的一切故事;在科洛丰人的领地有阿波罗的圣林,林中皆为梣树,离圣林不远处有阿莱斯河,它是伊奥尼亚最寒冷的河流。
§7.5.11Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλεια γίνεται· ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐν πέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα.
对于勒贝多斯人来说,他们土地上的温泉对人类而言既是奇观又是福祉;对于特奥斯人来说,在马克里亚岬角也有温泉,有些位于波涛拍击的岩石缝隙中,另一些则是为了炫耀财富而建造的。
Κλαζομενίοις δὲ λουτρά ἐστιν—ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς—καὶ ἄντρον μητρός σφισι Πύρρου καλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι·
克拉佐门尼人也有温泉——阿伽门农在此享有荣光——他们还有一个被称为皮鲁斯之母的洞穴,并流传着关于牧羊人皮鲁斯的传说。
§7.5.12Ἐρυθραίοις δὲ ἔστι μὲν χώρα Χαλκίς, ἀφʼ ἧς καὶ τῶν φυλῶν σφισιν ἡ τρίτη τὸ ὄνομα ἔσχηκεν, ἔστι δὲ τῆς Χαλκίδος κατατείνουσα ἐς τὸ πέλαγος ἄκρα καὶ ἐν αὐτῇ λουτρὰ θαλάσσια, μάλιστα τῶν ἐν Ἰωνίᾳ λουτρῶν ὠφέλιμα ἀνθρώποις.
对于埃里特莱伊人来说,有哈尔基斯地区,他们的第三个部落也由此得名;哈尔基斯有一延伸入海的岬角,其上有海水温泉,在伊奥尼亚所有的温泉中对人最为有益。
Σμυρναίοις δὲ ποταμὸς Μέλης ὕδωρ ἐστὶ κάλλιστον καὶ σπήλαιον ἐπὶ ταῖς πηγαῖς, ἔνθα Ὅμηρον ποιῆσαι τὰ ἔπη λέγουσι·
对于斯米尔纳人来说,梅莱斯河拥有最美丽的水,在其源头处有一个洞穴,据说荷马曾在此创作史诗。
§7.5.13Χίοις δὲ ὁ τοῦ Οἰνοπίωνος τάφος θέαν τε παρέχεται καί τινας καὶ λόγους ἐς τοῦ Οἰνοπίωνος τὰ ἔργα·
对于希奥斯人来说,俄诺皮翁的坟墓是一处景观,也有一些关于俄诺皮翁功绩的传说。
Σαμίοις δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Ἡραῖον τὸ Ῥαδίνης καὶ Λεοντίχου μνῆμά ἐστι, καὶ τοῖς ὑπὸ ἔρωτος ἀνιωμένοις εὔχεσθαι καθέστηκεν ἰοῦσιν ἐπὶ τὸ μνῆμα.
对于萨摩斯人来说,在通往赫拉神庙的道路旁,有拉狄涅和莱昂提科斯的纪念碑,凡是被爱情折磨的人,习惯去该纪念碑前祈祷。
τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν·
事实上,伊奥尼亚的奇观很多,它们并不比希腊本土的奇观逊色多少。