§7.25.1τὸ δὲ τοῦ Ἱκεσίου μήνιμα πάρεστι μὲν τοῖς ἐς τὴν Ἑλίκην, πάρεστι δὲ καὶ ἄλλοις διδαχθῆναι πολλοῖς ὡς ἔστιν ἀπαραίτητον· φαίνεται δὲ καὶ ὁ θεὸς παραινῶν ὁ ἐν Δωδώνῃ νέμειν ἐς ἱκέτας αἰδῶ.
庇护者的神怒显现在赫利克所发生的事上,并且其他许多人也可以由此得知这种神怒是无法平息的;而多多纳的神似乎也在劝告人们 ¦0│ 对庇护者心存敬畏。
Ἀθηναίοις γὰρ ἐπὶ ἡλικίας μάλιστα τῆς Ἀφείδαντος ἀφίκετο παρὰ τοῦ ἐν Δωδώνῃ Διὸς τὰ ἔπη τάδε· "
φράζεο δʼ Ἄρειόν τε πάγον βωμούς τε θυώδεις
Εὐμενίδων, ὅθι χρὴ Λακεδαιμονίους σʼ ἱκετεῦσαι
δουρὶ πιεζομένους.
因为对雅典人而言,尤其是在阿斐达斯时代,多多纳的宙斯传来了以下诗句: “留心阿雷奥帕古斯以及欧墨尼得斯香火缭绕的祭坛,届时被长矛所逼的拉刻代蒙人将在那里向你祈求。
τοὺς μὴ σὺ κτεῖνε σιδήρῳ,
μηδʼ ἱκέτας ἀδικεῖν· ἱκέται δʼ ἱεροί τε καὶ ἁγνοί. "
切勿用铁器杀害他们,亦勿侵犯庇护者;因为庇护者是神圣且纯洁的。
§7.25.2ταῦτα Ἕλλησιν ἦλθεν ἐς μνήμην, ὅτε ἀφίκοντο ἐπὶ Ἀθήνας Πελοποννήσιοι, τότε Κόδρου τοῖς Ἀθηναίοις τοῦ Μελάνθου βασιλεύοντος.
” 当伯罗奔尼撒人向雅典进军、当时墨兰托斯之子科德鲁斯正统治着雅典人时,这些诗句重回希腊人的记忆。
ὁ μὲν δὴ ἄλλος στρατὸς τῶν Πελοποννησίων ἀπεχώρησεν ἐκ τῆς Ἀττικῆς, ἐπειδὴ ἐπύθοντο τοῦ Κόδρου τὴν τελευτὴν καὶ ὅντινα ἐγένετο αὐτῷ τρόπον· οὐ γὰρ εἶναι νίκην ἔτι σφίσι κατὰ τὸ ἐκ Δελφῶν μάντευμα ἤλπιζον·
伯罗奔尼撒人的其他军队在得知科德鲁斯的死讯以及他的死因后,便撤离了阿提卡;因为根据德尔斐的预言,他们不再期望能获得胜利。
Λακεδαιμονίων δὲ ἄνδρες γενόμενοι μὲν ἐντὸς τείχους λανθάνουσιν ἐν τῇ νυκτί, ἅμα δὲ ἡμέρᾳ τούς τε ἑαυτῶν ἀπεληλυθότας αἰσθάνονται καὶ ἀθροιζομένων ἐπʼ αὐτοὺς τῶν Ἀθηναίων καταφεύγουσιν ἐς τὸν Ἄρειον πάγον καὶ ἐπὶ τῶν θεῶν αἳ Σεμναὶ καλοῦνται τοὺς βωμούς.
但有一些拉刻代蒙人,在夜间潜入城墙内,到了黎明时,他们意识到自己的队伍已经撤离,且雅典人正聚集起来向他们袭来,于是他们便逃往阿雷奥帕古斯以及被称为“塞姆奈”(庄严女神)的女神祭坛避难。
§7.25.3Ἀθηναῖοι δὲ τότε μὲν διδόασι τοῖς ἱκέταις ἀπελθεῖν ἀζημίοις, χρόνῳ δὲ ὕστερον αὐτοὶ οἱ ἔχοντες τὰς ἀρχὰς διέφθειραν τῆς Ἀθηνᾶς ἱκέτας τῶν Κύλωνι ὁμοῦ τὴν ἀκρόπολιν κατειληφότων· καὶ αὐτοί τε οἱ ἀποκτείναντες ἐνομίσθησαν καὶ οἱ ἐξ ἐκείνων ἐναγεῖς τῆς θεοῦ.
当时雅典人允许这些庇护者免受惩罚而离去。 但一段时间后,执政者们自己却杀害了与基伦一起占领卫城、寻求雅典娜庇护的人;因此,不仅是杀人者自己,连他们的后代也被视为被该女神诅咒的人。
Λακεδαιμονίοις δέ, ἀποκτείνασι καὶ τούτοις ἄνδρας ἐς τὸ ἱερὸν καταπεφευγότας τὸ ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος, οὐ μετὰ πολὺ ἐσείσθη σφίσιν ἡ πόλις συνεχεῖ τε ὁμοῦ καὶ ἰσχυρῷ τῷ σεισμῷ, ὥστε οἰκίαν μηδεμίαν τῶν ἐν Λακεδαίμονι ἀντισχεῖν.
而拉刻代蒙人也是如此,由于他们杀害了逃往泰纳隆波塞冬神庙避难的人,不久之后,他们的城市便遭受了持续且强烈的地震袭击,以至于拉刻代蒙没有任何一座房屋 ¦0│ 能够幸存。
§7.25.4ἐγένετο δὲ τῆς Ἑλίκης ἀπώλεια Ἀστείου μὲν Ἀθήνῃσιν ἔτι ἄρχοντος, τετάρτῳ δὲ ἔτει τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ πρῶτον.
赫利克的毁灭发生在阿斯泰乌斯仍担任雅典执政官时,即第一百零一届奥林匹亚德的第四年,当时萨利奥伊的达蒙首次获得胜利。
Ἑλικαέων δὲ οὐκέτι ὄντων νέμονται τὴν χώραν οἱ Αἰγιεῖς.
由于赫利克人已不复存在,艾吉翁人便占有了他们的土地。
§7.25.5μετὰ δὲ Ἑλίκην ἀποτραπήσῃ τε ἀπὸ θαλάσσης ἐς δεξιὰν καὶ ἥξεις ἐς πόλισμα Κερύνειαν·
在赫利克之后,你将从海岸向右转,来到克律内亚小城镇。
ᾤκισται δὲ ὑπὲρ τὴν λεωφόρον ἐν ὄρει, καί οἱ τὸ ὄνομα ἢ δυνάστης ἐπιχώριος ἢ ὁ Κερυνίτης ποταμὸς πεποίηκεν, ὃς ἐξ Ἀρκαδίας καὶ ὄρους Κερυνείας ῥέων Ἀχαιοὺς τοὺς ταύτῃ παρέξεισι.
它建在公路上方的山上,其名字要么源自当地的统治者,要么源自克律尼特斯川,该河发源于阿卡迪亚和克律内亚山,流经这一地区阿开亚人的家园。
παρὰ τούτους σύνοικοι Μυκηναῖοι κατὰ συμφορὰν ἀφίκοντο ἐκ τῆς Ἀργολίδος.
由于一场灾难,迈锡尼人作为同居者从阿哥利斯来到他们这里。
Μυκηναίοις γὰρ τὸ μὲν τεῖχος ἁλῶναι κατὰ τὸ ἰσχυρὸν οὐκ ἐδύνατο ὑπὸ Ἀργείων, ἐτετείχιστο γὰρ κατὰ ταὐτὰ
因为迈锡尼人的城墙无法被阿耳戈斯人强行攻破,因为它的建造方式与所谓的库克罗普斯在提林斯建造的城墙相同。
§7.25.6τῷ ἐν Τίρυνθι ὑπὸ τῶν Κυκλώπων καλουμένων, κατὰ ἀνάγκην δὲ ἐκλείπουσι Μυκηναῖοι τὴν πόλιν ἐπιλειπόντων σφᾶς τῶν σιτίων, καὶ ἄλλοι μέν τινες ἐς Κλεωνὰς ἀποχωροῦσιν ἐξ αὐτῶν, τοῦ δήμου δὲ πλέον μὲν ἥμισυ ἐς Μακεδονίαν καταφεύγουσι παρὰ Ἀλέξανδρον, ᾧ Μαρδόνιος ὁ Γωβρύου τὴν ἀγγελίαν ἐπίστευσεν ἐς Ἀθηναίους ἀπαγγεῖλαι·
由于粮食匮乏,迈锡尼人被迫离开该城;他们中的一些人撤退到克勒奥奈,而超过半数的平民则逃往马其顿,投奔亚历山大(戈布里亚斯之子马多尼奥斯曾托付他将消息传达给雅典人);其余的平民来到了克律内亚。
ὁ δὲ ἄλλος δῆμος ἀφίκοντο ἐς τὴν Κερύνειαν, καὶ δυνατωτέρα τε ἡ Κερύνεια οἰκητόρων πλήθει καὶ ἐς τὸ ἔπειτα ἐγένετο ἐπιφανεστέρα διὰ τὴν συνοίκησιν τῶν Μυκηναίων.
由于迈锡尼人的迁入,克律内亚因居民人数的增加而变得更加强大,并在日后变得更加著名。