Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.24.1-7.24.7

艾吉翁的圣所与赫利克的沉没及地震前兆

第 293 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了艾吉翁广场和海边附近的诸多神庙与神像,叙述了阿加门农召集盟军的历史、因地震被毁的赫利克城,以及大地震发生前的各种自然征兆。

§7.24.1Αἰγιεῦσι δὲ ἔστι μὲν πρὸς τῇ ἀγορᾷ ναὸς Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἐν κοινῷ, ἔστι δὲ ἐν τῇ ἀγορᾷ ἱερὸν Ἀρτέμιδος, τοξευούσῃ δὲ εἴκασται, καὶ Ταλθυβίου τοῦ κήρυκος τάφος·
对于艾吉翁人来说,在广场附近有一座阿波罗和阿耳忒弥斯的共用神庙,在广场上有一座阿耳忒弥斯的圣所,其造像被塑造成射箭的姿态,还有传令官塔尔提比乌斯的坟墓。
κέχωσται δὲ τῷ Ταλθυβίῳ καὶ ἄλλο μνῆμα ἐν Σπάρτῃ, καὶ αὐτῷ αἱ πόλεις ἐναγίζουσιν ἀμφότεραι.
在斯巴达也为塔尔提比乌斯筑有另一座陵墓,两个城市都向他奉献英雄祭祀。
§7.24.2πρὸς θαλάσσῃ δὲ Ἀφροδίτης ἱερὸν ἐν Αἰγίῳ καὶ μετʼ αὐτὸ Ποσειδῶνος, Κόρης τε πεποίηται τῆς Δήμητρος καὶ τέταρτον Ὁμαγυρίῳ Διί.
在海边有艾吉翁的阿佛洛狄忒圣所,紧接着是波塞冬圣所,还有为德墨忒尔之女(科瑞)所建的圣所,第四座是献给“集会者”(霍马吉里乌斯)宙斯的。
ἐνταῦθα Διὸς καὶ Ἀφροδίτης ἐστὶ καὶ Ἀθηνᾶς ἀγάλματα· Ὁμαγύριος δὲ ἐγένετο τῷ Διὶ ἐπίκλησις, ὅτι Ἀγαμέμνων ἤθροισεν ἐς τοῦτο τὸ χωρίον τοὺς λόγου μάλιστα ἐν τῇ Ἑλλάδι ἀξίους, μεθέξοντας ἐν κοινῷ βουλῆς καθʼ ὅντινα χρὴ τρόπον ἐπὶ ἀρχὴν τὴν Πριάμου στρατεύεσθαι.
这里有宙斯、阿佛洛狄忒和雅典娜的神像;宙斯之所以获得“霍马吉里乌斯”的别称,是因为阿加门农在希腊将最具有威望的人召集到这个地方,以便共同参与商议,应当以何种方式对普里阿摩斯的帝国进行远征。
Ἀγαμέμνονι δὲ καὶ ἄλλα ἐστὶν ἐς ἔπαινον καὶ ὅτι τοῖς ἐξ ἀρχῆς ἀκολουθήσασι καὶ οὐδεμιᾶς ἐπελθούσης ὕστερον στρατιᾶς τήν τε Ἴλιον ἐπόρθησε καὶ ὅσαι περίοικοι πόλεις ἦσαν.
阿加门农还有其他值得赞美的事迹,其中之一就是,仅凭借最初追随他的人马,在没有任何后援军队到来的情况下,他就攻陷了伊利翁及其所有周边的城市。
§7.24.3ἐφεξῆς δὲ τῷ Ὁμαγυρίῳ Διὶ Παναχαιᾶς ἐστι Δήμητρος.
紧邻“霍马吉里乌斯”宙斯的是“全阿凯亚人”的德墨忒尔圣所。
παρέχεται δὲ ὁ αἰγιαλός, ἐν ᾧ καὶ τὰ ἱερὰ Αἰγιεῦσίν ἐστι τὰ εἰρημένα, ὕδωρ ἄφθονον θεάσασθαί τε καὶ πιεῖν ἐκ πηγῆς ἡδύ.
艾吉翁人上述圣所所在的海岸提供了充足的水源,从泉眼涌出的水无论是观赏还是饮用都十分甘甜。
ἔστι δέ σφισι καὶ Σωτηρίας ἱερόν.
他们还有一座“救赎”(索特里亚)圣所。
ἰδεῖν μὲν δὴ τὸ ἄγαλμα οὐδενὶ πλὴν τῶν ἱερωμένων ἔστι, δρῶσι δὲ ἄλλα τοιαῦτα· λαμβάνοντες παρὰ τῆς θεοῦ πέμματα ἐπιχώρια ἀφιᾶσιν ἐς θάλασσαν, πέμπειν δὲ τῇ ἐν Συρακούσαις Ἀρεθούσῃ φασὶν αὐτά.
除了担任神职的人之外,任何人都不得观看其神像,但他们会进行如下的特殊仪式:他们从女神那里取得当地的糕点,将其抛入海中,并声称这是送往叙拉古的阿瑞图萨泉的。
§7.24.4ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσιν ἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχων πω γένεια, Ἀγελάδα τέχνη τοῦ Ἀργείου.
艾吉翁人还有其他青铜制成的神像,一个是少年模样的宙斯,另一个是同样还没有长胡须的赫拉克勒斯,均是阿格斯人阿格拉达斯的作品。
τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται, καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερωμένου.
这些神像每年都会选出祭司,每尊神像都会留在担任神职者的家中。
τὰ δὲ ἔτι παλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ Διὶ ὁ νικῶν κάλλει· ἀρχομένων δὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή.
在更古老的时代,则是从少年中预先选拔出容貌最美者担任宙斯的祭司;当他的胡须开始生长时,因美貌而获得的荣誉便转移到另一个少年身上。
ταῦτα μὲν οὕτως ἐνομίζετο· ἐς δὲ Αἴγιον καὶ ἐφʼ ἡμῶν ἔτι συνέδριον τὸ Ἀχαιῶν ἀθροίζεται, καθότι ἐς Θερμοπύλας τε καὶ ἐς Δελφοὺς οἱ Ἀμφικτύονες.
这些是当时的习俗;在我们的时代,阿凯亚人的会议仍然在艾吉翁集会,正如大同盟会议在温泉关和德尔斐集会一样。
§7.24.5ἰόντι δὲ ἐς τὸ πρόσω Σελινοῦς τε ποταμὸς καὶ ἀπωτέρω τεσσαράκοντα Αἰγίου σταδίοις ἐπὶ θαλάσσῃ χωρίον ἐστὶν Ἑλίκη.
再往前走是塞利努斯河,在距离艾吉翁四十斯塔迪亚的海边有一个叫做赫利克的地方。
ἐνταῦθα ᾤκητο Ἑλίκη πόλις καὶ Ἴωσιν ἱερὸν ἁγιώτατον Ποσειδῶνος ἦν Ἑλικωνίου.
这里曾建有赫利克城,并且曾有爱奥尼亚人对“赫利孔的”波塞冬最神圣的圣所。
διαμεμένηκε δέ σφισι, καὶ ὡς ὑπὸ Ἀχαιῶν ἐκπεσόντες ἐς Ἀθήνας καὶ ὕστερον ἐξ Ἀθηνῶν ἐς τὰ παραθαλάσσια ἀφίκοντο τῆς Ἀσίας, σέβεσθαι Ποσειδῶνα Ἑλικώνιον· καὶ Μιλησίοις τε ἰόντι ἐπὶ τὴν πηγὴν τὴν Βιβλίδα Ποσειδῶνος πρὸ τῆς πόλεώς ἐστιν Ἑλικωνίου βωμὸς καὶ ὡσαύτως ἐν Τέῳ περίβολός τε καὶ βωμός ἐστι τῷ Ἑλικωνίῳ θέας ἄξιος.
这一崇拜在他们中间一直保持着,即使在他们被阿凯亚人驱逐到阿典那,以及后来从阿典那抵达亚洲沿海地区之后,他们仍然崇拜赫利孔的波塞冬;对于米利都人来说,在前往比布利斯泉的路上,城市前方就有赫利孔波塞冬的祭坛,同样在特奥斯也有值得一看的赫利孔神庙的庭院和祭坛。
§7.24.6ἔστι δὲ καὶ Ὁμήρῳ πεποιημένα ἐς Ἑλίκην καὶ τὸν Ἑλικώνιον Ποσειδῶνα.
荷马也创作过关于赫利克和赫利孔波塞冬的诗句。
χρόνῳ δὲ ὕστερον Ἀχαιοῖς τοῖς ἐνταῦθα, ἱκέτας ἄνδρας ἀποστήσασιν ἐκ τοῦ ἱεροῦ καὶ ἀποκτείνασιν, οὐκ ἐμέλλησε τὸ μήνιμα ἐκ τοῦ Ποσειδῶνος, ἀλλὰ σεισμὸς ἐς τὴν χώραν σφίσιν αὐτίκα κατασκήψας τῶν τε οἰκοδομημάτων τὴν κατασκευὴν καὶ ὁμοῦ τῇ κατασκευῇ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἀφανὲς ἐς τοὺς ἔπειτα ἐποίησε.
但在后来的时间里,这里的阿凯亚人将恳求者们从圣所中强行拉出并杀害,波塞冬的愤怒并没有耽搁,而是立即降临到他们土地上的地震摧毁了他们的建筑结构,并连同建筑结构一起,将城市的地基在后世的视线中彻底抹去。
§7.24.7τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοι μεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς γῆς, προσημαίνειν ὁ θεὸς κατὰ τὰ αὐτὰ ὡς τὸ ἐπίπαν εἴωθεν—ἢ γὰρ ἐπομβρίαι συνεχεῖς ἢ αὐχμοὶ πρὸ τῶν σεισμῶν συμβαίνουσιν ἐπὶ χρόνον πλείονα, καὶ ὁ ἀὴρ παρὰ τὴν ἑκάστοτε τοῦ ἔτους ὥραν χειμῶνός τε γίνεται καυματωδέστερος καὶ ἐν θέρει μετὰ ἀχλύος μᾶλλον ὁ κύκλος παρέχεται τοῦ ἡλίου τὴν χρόαν παρὰ τὸ εἰωθὸς ἤτοι ἐς τὸ ἐρυθρότερον ἢ καὶ ἡσυχῇ ῥέπουσαν ἐς τὸ μελάντερον·
因此,关于那些在规模上超越常规且波及极广的大地震的其他征兆,神通常会以同样的方式预先示警——在地震发生前较长的一段时间内,要么发生持续的暴雨,要么发生干旱,而且空气会反常于当时的季节,在冬天变得异常炎热,而在夏天则伴随着迷雾,太阳的圆盘呈现出不同于往常的颜色,要么偏红,要么微微偏向黑色;

词汇与语法注释

  1. 7.24.2τοὺς λόγου μάλιστα ἐν ... τῇ Ἑλλάδι ἀξίους — 形容词 ἀξίους 与表示价值或评估的属格 λόγου(字面意为“考虑、重视”)连用,意为“最值得重视的人”,即“最有威望的人”。介词短语 ἐν τῇ Ἑλλάδι 修饰这整个结构。
  2. 7.24.4ὁ νικῶν κάλλει — 虽然作为不定式 ἱερᾶσθαι 的主语,此处本应使用宾格(τὸν νικῶντα),但这里却保留了主格形式(ὁ νικῶν),这是一种破格句法(anacoluthon),反映了带冠词分词作为独立名词的强独立性。
  3. 7.24.6οὐκ ἐμέλλησε τὸ μήνιμα — 动词 μέλλω 在此处的含义是“耽搁”或“迟延”。因此,该短语意为“(波塞冬的)愤怒没有耽搁”,即立即降临,后文的 ἀλλά 从句进一步强调了这种即时性。
  4. 7.24.7τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς — 宾格 τὰ ἄλλα 在此处起到了关于或关系宾格(“至于关于地震的其他事情”)的作用,用于引出后面句子里关于地震前兆的整体描述。

引用这一段

保萨尼亚斯, 希腊志 §7.24.1-7.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.24.1-7.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。