Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.15.1-7.15.11

克里托劳斯兵败身亡与迪艾乌斯的抗战

第 277 段,共 465 段 · 希腊语

内容简介

罗马军队开始征讨亚该亚人,亚该亚将军克里托劳斯在惊恐中逃跑并兵败身亡。继任的迪艾乌斯企图通过释放奴隶和集结军队进行抵抗,但因愚蠢的策略而失败,梅特卢斯则占领了底比斯和麦加拉,并提出和平倡议。

§7.15.1Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκ τῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν·
罗马人根据他们派往希腊的使节所提供的情报,以及梅特卢斯寄来的信件,判定亚该亚人犯下了不义罪行。
καὶ ἦν γὰρ Μόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευον ἐπʼ Ἀχαιοὺς ἄγειν.
由于当时穆米乌斯已被选为执政官,他们命令他率领舰队和步兵前往征讨亚该亚人。
Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷ στρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο· καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι.
与此同时,梅特卢斯立刻获悉穆米乌斯及其军队已动身征讨亚该亚人;他急于在穆米乌斯抵达希腊之前,由自己亲手结束这场战争并以此立功。
§7.15.2ἀγγέλους οὖν παρὰ τοὺς Ἀχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλεις ἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσιν ἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι.
因此,他向亚该亚人派遣使者,要求他们免除拉刻代蒙人及罗马人所提到的所有其他城市的同盟贡赋,并许诺罗马人绝不会因他们先前的抗命而迁怒于他们。
ἅμα τε δὴ ταῦτα ἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείαν καὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον.
在提出这些条款的同时,他率军离开马其顿,取道色萨利,沿着拉米亚湾行军。
Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲν φέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντο πολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν.
然而,克里托劳斯和亚该亚人不接受任何达成和解的提意,而是继续包围着不愿向亚该亚同盟缴纳贡赋的赫拉克利亚。
§7.15.3τότε δὲ ὡς παρὰ τῶν κατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸν Σπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείας τε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον· ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸς ἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦν δὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα.
就在那时,克里托劳斯从侦察兵处得知梅特卢斯与罗马军已经渡过斯佩耳刻伊奥斯河,便逃往洛克里斯的斯卡菲亚,他甚至不敢在赫拉克利亚与温泉关之间的狭道部署亚该亚军以迎击梅特卢斯;相反,他陷入了极度的恐慌之中,以至于根本无法将这个曾经因拉刻代蒙人为希腊人抵抗波斯人、以及雅典人抵抗高卢人而展现出毫不逊色之勇武的地方,视作抱持更好希望的阵地。
§7.15.4ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους.
追击的梅特卢斯军队在抵达斯卡菲亚之前不久追上了逃跑的克里托劳斯和亚该亚人,不仅杀死了许多人,还俘虏了大约一千人。
Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη· εἰ δὲ ἐτόλμησε τῆς πρὸς τῇ Οἴτῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ.
战斗结束后,克里托劳斯既没有被发现生还,也没有在尸体中被找到;如果他敢于潜入靠近奥伊特山的海边沼泽,那么他势必在深渊中彻底消失,不为任何人所知,也没有任何消息。
§7.15.5ἐς μὲν οὖν τὴν Κριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν· Ἀρκάδων δὲ ἐξεστρατευμένοι λογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆς Φωκέων καὶ ἐς τὴν πόλιν ὑπʼ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν·
关于克里托劳斯的死,确实还有其他的推测;但与克里托劳斯共同参与战斗的一千名精选的阿卡迪亚人,退却到了福基斯的埃拉特亚,由于某种古老的亲族关系,他们被接纳进了该城。
ὡς δὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆς Ἐλατείας κελεύουσι τοὺς Ἀρκάδας.
然而,当福基斯人得知克里托劳斯和亚该亚人的惨败后,便命令阿卡迪亚人离开埃拉特亚。
§7.15.6ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν Πελοπόννησον Μέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται·
在他们返回伯罗奔尼撒的路上,梅特卢斯和罗马军在喀罗尼亚附近出现。
ἔνθα δὴ ἐπελάμβανε τοὺς Ἀρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνων ἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντο ὑπὸ Ῥωμαίων.
正是在那里,阿卡迪亚人遭到了来自希腊神明的正义惩罚:当年在喀罗尼亚,他们抛弃了对抗菲利普和马其顿人的希腊同胞,如今他们却在同一个地方被罗马人屠杀。
§7.15.7Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος·
在亚该亚人中,迪艾乌斯再次接掌了军队的指挥权。
καὶ δούλους τε ἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα τὸ πρὸ τοῦ ἔργου τοῦ ἐν Μαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐν ἡλικίᾳ·
他释放奴隶以获得自由,效仿了马拉松战役前米尔提亚德斯与雅典人的计策,并从亚该亚和阿卡迪亚的各个城市召集了适龄的青年。
ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίους μὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι.
召集起来的军队在混入奴隶之后,骑兵大约有六百人,重装步兵则有一万四千人。
§7.15.8ἐνταῦθα ὁ Δίαιος ἐς ἅπαν ἀφίκετο ἀνοίας, ὃς Κριτόλαον καὶ πᾶσαν τὴν Ἀχαιῶν ἐπιστάμενος παρασκευὴν κακῶς οὕτως ἀγωνισαμένην πρὸς Μέτελλον ἀπέλεξεν αὐτὸς ὅσον τετρακισχιλίους·
此时迪艾乌斯陷入了极度的愚蠢,他明明知道克里托劳斯以及亚该亚人的所有准备在对抗梅特卢斯时是如此惨败,却依然亲自挑选了大约四千人,并任命阿尔卡梅内斯为他们的指挥官。
καὶ ἄρχοντα ἐπʼ αὐτοῖς ἔταξεν Ἀλκαμένην. ἀπεστέλλοντο δὲ ἐς Μέγαρα φρουρά τε εἶναι Μεγαρεῦσι τοῦ ἄστεως καί, ἢν Μέτελλος ἐπίῃ καὶ οἱ Ῥωμαῖοι, τοῦ πρόσω σφᾶς κωλύειν.
他们被派往麦加拉,一方面是为麦加拉人充当城防守军,另一方面,如果梅特卢斯和罗马人进攻,则阻止他们进一步推进。
§7.15.9Μέτελλος δὲ ὡς οἱ περὶ Χαιρώνειαν λογάδες κατέστρωντο οἱ Ἀρκάδων, ἀναστήσας τὸ στράτευμα ἤλαυνεν ἐπὶ τὰς Θήβας·
梅特卢斯在喀罗尼亚附近歼灭了阿卡迪亚的精锐部队后,便拔营前往底比斯。
Ἡράκλειάν τε γὰρ ἐπολιόρκησαν οἱ Θηβαῖοι μετὰ Ἀχαιῶν καὶ ἀγῶνος τοῦ πρὸς Σκάρφειαν μετεσχήκεσαν.
因为底比斯人曾与亚该亚人一同包围赫拉克利亚,并参与了斯卡菲亚附近的战斗。
τότε δὲ αὐτοί τε καὶ γυναῖκες ἐκλελοιπότες πᾶσα ἡλικία τὴν πόλιν ἐπλανῶντο ἀνὰ τὴν Βοιωτίαν καὶ ἐς τῶν ὀρῶν τὰ ἄκρα ἀνέφευγον.
当时,底比斯人男女老幼都遗弃了城市,在波奥蒂亚各地流亡,并逃往山顶。
§7.15.10Μέτελλος δὲ οὔτε ἱερὰ ἐμπιπράναι θεῶν οὔτε οἰκοδομήματα καθαιρεῖν εἴα, Θηβαίων τε τῶν ἄλλων μήτε ἀποκτεῖναι μηδένα μήτε αἱρεῖν φεύγοντα ἀπηγόρευε·
然而,梅特卢斯既不允许焚烧神庙,也不允许拆毁建筑物,并且禁止杀死其他底比斯人或俘虏逃亡者。
Πυθέαν δὲ ἢν ἕλωσιν, ἀνάγειν ἐκέλευσεν ὡς αὐτόν·
但他命令,如果抓到皮塞亚斯,就将他押送到他面前。
ἐξεύρητό τε δὴ αὐτίκα ὁ Πυθέας καὶ ἀναχθεὶς δίκην εἶχεν.
皮塞亚斯很快就被搜出并押送过去,随后被处死。
ὡς δὲ πλησίον Μεγάρων ἐγίνετο ὁ στρατός, οὔτε ὑπέμειναν οἱ περὶ τὸν Ἀλκαμένην καὶ αὐτίκα ἐς Κόρινθον παρὰ τὸ στρατόπεδον τὸ Ἀχαιῶν ᾤχοντο φεύγοντες.
而当军队逼近麦加拉时,阿尔卡梅内斯及其部下未能坚守,立即逃往科林斯的亚该亚军营。
§7.15.11καὶ Μεγαρεῖς μὲν παραδιδόασιν ἀμαχεὶ Ῥωμαίοις τὴν πόλιν, Μέτελλος δὲ ὡς ἀφίκετο παρὰ τὸν ἰσθμόν, ἐπεκηρυκεύετο καὶ τότε Ἀχαιοῖς ἐς εἰρήνην καὶ ὁμολογίας προκαλούμενος·
于是麦加拉人未经抵抗便将城市献给了罗马人。 梅特卢斯在抵达地峡后,依然向亚该亚人提出和平与和解的倡议。
ἰσχυρὸς γάρ τις ἐνέκειτο αὐτῷ πόθος τὰ ἐν Μακεδονίᾳ τε ὁμοῦ καὶ τὰ Ἀχαιῶν κατεργασθῆναι διʼ αὐτοῦ.
因为他怀有一种强烈的愿望,希望马其顿和亚该亚的事务都能在自己手里得到解决。
τούτῳ μὲν ταῦτα ἐσπευκότι Δίαιος ἠναντιοῦτο ὑπὸ ἀγνωμοσύνης·
然而,面对梅特卢斯的这一热切期望,迪艾乌斯却由于愚昧而极力反对。

词汇与语法注释

  1. 7.15.1εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ — 带有虚拟语气 φανῇ 的 εἰ 从句在此用作间接疑问句或条件从句,表达期望或目的(“希望能够……”)。
  2. 7.15.2ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους — 动词 ἀφιέναι(释放、免除)以宾格(Λακεδαιμονίους)表示被释放的对象,以属格(συντελείας,贡赋/同盟义务)表示被免除的事物。σφᾶς 是该不定式在语义上的主语。
  3. 7.15.6δίκη τῶν Ἑλληνικῶν — τῶν Ἑλληνικῶν 是宾格性属格(或关联属格),指代“针对(被抛弃的)希腊人而施加的”报应或神罚。

引用这一段

保萨尼亚斯, 希腊志 §7.15.1-7.15.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.15.1-7.15.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。