§7.13.1αὖθις οὖν ἐκ τῶν ἀντιλογιῶν Λακεδαιμονίοις ὥρμηντο Ἀχαιοὶ πολεμεῖν, καὶ στρατὸς ἐπὶ τὴν Σπάρτην ἠθροίζετο ὑπὸ Δαμοκρίτου στρατηγεῖν τηνικαῦτα Ἀχαιῶν ᾑρημένου.
于是,由于这些争论,亚该亚人再次致力于与拉刻代蒙人开战,并且当时被选为亚该亚人将军的达莫克里托斯正在集结针对斯巴达的军队。
περὶ δὲ τὸν αὐτὸν χρόνον τοῦτον ἀφίκετο ἐς Μακεδονίαν στρατιά τε Ῥωμαίων καὶ ἡγεμὼν ἐπʼ αὐτῇ Μέτελλος, Ἀνδρίσκῳ τῷ Περσέως τοῦ Φιλίππου πολεμήσοντες ἀφεστηκότι ἀπὸ Ῥωμαίων.
几乎就在同一时期,罗马的军队及其统帅梅特卢斯抵达马其顿,去同反叛罗马人的、腓力之子珀尔修斯的儿子安德里斯库斯作战。
καὶ ὁ μὲν ἐν Μακεδονίᾳ πόλεμος ἔμελλεν ὡς ῥᾷστα κατὰ τὸ ἐπιτηδειότατον Ῥωμαίοις κριθήσεσθαι·
而在马其顿的战争注定会以对罗马人最有利且最容易的方式得到解决。
§7.13.2Μέτελλος δὲ ἄνδρας ὑπὸ τῆς Ῥωμαίων ἀπεσταλμένους βουλῆς ἐπὶ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα ἐκέλευε, πρὶν ἢ ἐς τὴν Ἀσίαν διαβῆναι, τοῖς ἡγεμόσιν αὐτοὺς τοῖς Ἀχαιῶν ἐς λόγους ἐλθεῖν, ὅπλα μὲν ἐπὶ τὴν Σπάρτην μὴ ἐπιφέρειν σφίσιν ἀπαγορεύσοντας, τὴν δὲ ἐκ Ῥώμης παρουσίαν τῶν ἀνδρῶν προεροῦντας μένειν, οἳ κατὰ τοῦτο ἦσαν ἀπεσταλμένοι Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι.
梅特卢斯命令那些被罗马元老院派往亚洲处理事务的人,在渡海前往亚洲之前,同亚该亚人的领导人会谈,禁止他们对斯巴达动武,并提前告知他们要等待从罗马派出的那些人的到来,那些人正是为此目的而被派来充当拉刻代蒙人与亚该亚人之裁判官的。
§7.13.3οἱ μὲν δὴ τὰ ἐντεταλμένα Δαμοκρίτῳ καὶ Ἀχαιοῖς ἐπήγγελλον ἐφθακόσιν ἔξοδον ἐπὶ Λακεδαίμονα πεποιῆσθαι καὶ—ἑώρων γὰρ πρὸς τὴν παραίνεσιν ἀνθεστηκότα τὰ Ἀχαιῶν—ἀπηλλάσσοντο ἐς τὴν Ἀσίαν·
于是他们向已经向拉刻代蒙出征的达莫克里托斯和亚该亚人传达了上述命令,但由于看到亚该亚人的态度与该劝告相抗衡,他们便启程前往亚洲。
Λακεδαιμόνιοι δὲ ὑπὸ φρονήματος μᾶλλον ἢ ἰσχύος ἔλαβον μὲν τὰ ὅπλα καὶ ἐπεξῆλθον ἀμυνοῦντες τῇ οἰκείᾳ, βιασθέντες δὲ οὐ μετὰ πολύ, ὅσον μὲν ἐς χιλίους οἱ ἡλικίᾳ μάλιστα αὐτῶν καὶ τόλμαις ἀκμάζοντες πίπτουσιν ἐν τῇ μάχῃ, τὸ δὲ ἄλλο στρατιωτικόν, ὡς ἕκαστος τάχους εἶχεν, ἔφευγον πρὸς τὴν πόλιν.
而拉刻代蒙人出于骄傲而非实力,拿起武器出城保卫家园,但没过多久就被击败,其中年龄最富活力、最骁勇的约一千人在战斗中阵亡,其余的士兵则各自凭着最快的速度朝城里逃跑。
§7.13.4εἰ δὲ ὁ Δαμόκριτος προθυμίαν ἐποιήσατο, τοῖς φεύγουσιν ἐκ τῆς παρατάξεως ὁμοῦ καὶ Ἀχαιοῖς ἐσδραμεῖν ὑπῆρξεν ἂν ἐς τὸ τεῖχος τῆς Σπάρτης· νῦν δὲ αὐτίκα τε ἀνεκάλεσεν ἀπὸ τῆς διώξεως τοὺς Ἀχαιοὺς καὶ ἐχρῆτο καὶ ἐς τὸ ἔπειτα καταδρομαῖς μᾶλλον καὶ ἁρπαγαῖς ἐκ τῆς χώρας ἢ συντόνῳ πολιορκίᾳ.
如果达莫克里托斯表现出热枕,亚该亚人本可以与那些从战阵中逃跑的人一同冲进斯巴达的城墙内;但事实上,他立刻将亚该亚人从追击中召回,且在此后更多是致力于对该土地的袭扰和掠夺,而非进行强力的围攻。
§7.13.5Δαμοκρίτῳ μὲν οὖν ἀπαγαγόντι ὀπίσω τὴν στρατιὰν ἐπιβάλλουσιν οἱ Ἀχαιοὶ ζημίαν πεντήκοντα ἅτε ἀνδρὶ προδότῃ τάλαντα, καὶ—οὐ γὰρ εἶχεν ἐκτῖσαι— φεύγων ᾤχετο ἐκ Πελοποννήσου·
因而,对于撤回军队的达莫克里托斯,亚该亚人以叛徒之罪对他处以五十塔兰托的罚款,而且——因为他无力偿还——他便流亡离开了伯罗奔尼撒。
Δίαιος δὲ Ἀχαιῶν μετὰ Δαμόκριτον στρατηγεῖν ᾑρημένος ἀποστείλαντι αὖθις Μετέλλῳ πρέσβεις ὡμολόγησε μηδένα ἐπάξειν Λακεδαιμονίοις πόλεμον, ἀλλὰ ἔστʼ ἂν ἥκωσιν ἐκ Ῥώμης, ἀναμενεῖν τοὺς διαλλακτάς.
而在达莫克里托斯之后被选为亚该亚人将军的迪艾乌斯,在梅特卢斯再次派遣使节来时,向他承诺不会对拉刻代蒙人发动任何战争,而是会等待调停人,直到他们从罗马到来。
§7.13.6στρατήγημα δὲ ἄλλο ἐς τοὺς Λακεδαιμονίους παρεῦρε τοιόνδε· τὰ ἐν κύκλῳ τῆς Σπάρτης πολίσματα ἐς τὴν Ἀχαιῶν ὑπηγάγετο εὔνοιαν, ἐσήγαγε δὲ ἐς αὐτὰ καὶ φρουράς, ὁρμητήρια ἐπὶ τὴν Σπάρτην Ἀχαιοῖς εἶναι.
但他对拉刻代蒙人又想出了如下的另一条计策:他将斯巴达周围的小城镇引入对亚该亚人的友好之中,并在其中驻军,以此作为亚该亚人针对斯巴达的军事基地。
§7.13.7Μεναλκίδας δὲ ᾕρητο μὲν ὑπὸ Λακεδαιμονίων ἐναντία Διαίῳ στρατηγεῖν·
另一方面,梅纳尔基达斯被拉刻代蒙人选为将军以对抗迪艾乌斯。
ἐχόντων δὲ αὐτῶν ἔς τε τὴν πᾶσαν πολέμου παρασκευὴν καὶ οὐχ ἥκιστα τοῖς χρήμασιν ἀσθενῶς, πρὸς δὲ καὶ τῆς γῆς σφισιν ἀσπόρου μεμενηκυίας, †διας ὅμως τὰς σπονδὰς ὑπερβῆναι καὶ πόλισμα Ἴασον ἑλὼν ἐξ ἐπιδρομῆς ἐπόρθησεν, ἐν ὅροις μὲν χώρας τῆς Λακωνικῆς, Ἀχαιῶν δὲ ἐν τῷ τότε ὑπήκοον.
虽然他们在一切战争准备上,尤其是在资金上都很虚弱,而且土地也一直未曾播种,但他仍†越过了†停战协定,通过袭击攻占并洗劫了伊阿索斯这座小城镇,该城位于拉科尼亚地区的边界,但当时臣属于亚该亚人。
§7.13.8ἐξεγείρας δὲ αὖθις Λακεδαιμονίοις καὶ Ἀχαιοῖς πόλεμον ἐν ἐγκλήμασί τε ἦν ὑπὸ τῶν πολιτῶν καὶ— οὐ γάρ τινα ἐκ τοῦ προσδοκωμένου κινδύνου Λακεδαιμονίοις σωτηρίαν εὕρισκεν—ἀφίησιν ἑκουσίως τὴν ψυχὴν πιὼν φάρμακον.
由于在拉刻代蒙人与亚该亚人之间再次挑起了战争,他遭到了公民们的指责,而且——因为他无法在预期的危险中为拉刻代蒙人找到任何拯救之道——他便通过服毒自愿结束了自己的生命。
καὶ Μεκαλκίδᾳ μὲν τέλος τοιοῦτον ἐγένετο, ἄρξαντι ἐν τῷ τότε μὲν Λακεδαιμονίων ὡς ἂν ὁ ἀμαθέστατος στρατηγός, πρότερον δὲ ἔτι τοῦ Ἀχαιῶν ἔθνους ὡς ἀνθρώπων ὁ ἀδικώτατος.
梅纳尔基达斯落得了这样的结局,他在当时作为拉刻代蒙人的统治者,可谓是最愚蠢的将军,而更早之前作为亚该亚民族的统治者,则是人类中最不公义的人。