Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.12.1-7.12.9

梅纳尔基达斯与迪艾乌斯的阴谋及虚假回报

第 274 段,共 465 段 · 希腊语

内容简介

梅纳尔基达斯通过贿赂继任者迪艾乌斯,免于因独吞贿款而遭到的起诉;迪艾乌斯为转移公众谴责而挑起与斯巴达的冲突。两人被派往罗马后,回国各自向本邦虚报罗马元老院的决定进行欺骗。

§7.12.1Ὠρώπιοι δὲ καὶ ὠφελείας σφίσιν οὐ γενομένης τῆς παρὰ Ἀχαιῶν, ὅμως ὑπὸ Μεναλκίδα τὰ χρήματα ἐξεπράχθησαν·
奥罗波斯人尽管未能获得亚该亚人的任何援助,却仍被梅纳尔基达斯强行索走了财物。
ὁ δὲ ὡς τὸ δωροδόκημα εἶχεν ἐν χειρί, ἐποιεῖτο συμφορὰν εἰ καὶ Καλλικράτει μεταδώσει τῶν λημμάτων.
他一旦将贿金拿到手,便觉得如果还要把这笔收益分给卡利克拉特斯,那简直是一场灾难。
τὰ μὲν δὴ πρῶτα ἀναβολαῖς καὶ ἀπάταις ἐχρῆτο ἐς τὴν δόσιν, μετὰ δὲ οὐ πολὺ ἐτόλμησεν ἀποστερεῖν ἐκ τοῦ εὐθέος.
起初他用拖延和欺骗的手法来应付给款,但没过多久,他竟敢直接赖账不给。
§7.12.2βεβαιοῖ δὴ τὸ λεγόμενον ὡς ἄρʼ ἦν καὶ πῦρ ἐς πλέον ἄλλου πυρὸς καῖον καὶ λύκος ἀγριώτερος λύκων ἄλλων καὶ ὠκύτερος ἱέραξ ἱέρακος πέτεσθαι, εἴγε καὶ Καλλικράτην ἀνοσιώτατον τῶν τότε Μεναλκίδας ὑπερῆρεν ἀπιστίᾳ, Καλλικράτην, ὃς ἐλάσσων παντοίου λήμματος καὶ ἐπὶ οὐδενὶ οἰκείῳ κέρδει πόλει τῇ Ἀθηναίων ἀπηχθημένος παυσάμενον τῆς ἀρχῆς Μεναλκίδαν ἐδίωκεν ἐν τοῖς Ἀχαιοῖς θανάτου δίκην·
这确实证实了那句俗话,即确实存在比别的火烧得更旺的火,比别的狼更凶残的狼,以及飞得比别的鹰更快的鹰——如果梅纳尔基达斯在背信弃义方面竟然超过了当时最不神圣的卡利克拉特斯。 这位卡利克拉特斯,虽然屈服于各种不义之财,且并非为了自己私利却招致了雅典城邦的憎恨,但他仍在梅纳尔基达斯卸任官职后,在亚该亚人面前对他提起死刑诉讼。
πρεσβεῦσαί τε γὰρ Ἀχαιῶν ἐναντία ἔφασκεν αὐτὸν ἐς Ῥώμην καὶ ἐς τὰ μάλιστα γενέσθαι πρόθυμον ἐξελέσθαι τὴν Σπάρτην συνεδρίου τοῦ Ἀχαιῶν.
因为他声称,梅纳尔基达斯违背亚该亚人的利益前往罗马充当使节,并且极其热衷于将斯巴达从亚该亚人的会议中剥离出去。
§7.12.3ἐνταῦθα ὡς ἀφικνεῖτο ἐς πᾶν ὁ Μεναλκίδας κινδύνου, μεταδίδωσι τάλαντα τρία τῶν ἐξ Ὠρωποῦ Μεγαλοπολίτῃ Διαίῳ.
此时,当梅纳尔基达斯陷入极度危险之中时,他将从奥罗波斯得来的财物中的三塔兰托分给了梅加洛波利斯的迪艾乌斯。
ἐγεγόνει δὲ αὐτῷ καὶ ἀρχῆς διάδοχος τῆς Ἀχαιῶν ὁ Δίαιος· τότε δὲ ὑπὲρ τοῦ λήμματος προθυμούμενος ἔμελλε Μεναλκίδᾳ καὶ ἀκόντων Ἀχαιῶν σωτηρίαν παρέξειν.
这个迪艾乌斯正是他在亚该亚人将军职位上的继任者;当时迪艾乌斯由于贪图这笔贿赂而极为卖力,注定要确保梅纳尔基达斯的安全,哪怕违背亚该亚人的意愿也在所不惜。
Ἀχαιοὶ δὲ ἐπὶ μὲν τῇ ἀφέσει τοῦ Μεναλκίδα ἰδίᾳ τε ἕκαστος καὶ ἐν κοινῷ Δίαιον ἐποιοῦντο ἐν αἰτίᾳ·
亚该亚人对于免除梅纳尔基达斯的罪名一事,无论是个人还是集体,都对迪艾乌斯严加谴责。
Δίαιος δὲ σφᾶς ἀπὸ τῶν ἐς αὐτὸν ἐγκλημάτων μετῆγεν ἐς πραγμάτων ἐλπίδα μειζόνων, προφάσει χρώμενος τοιᾷδε ἐς τὴν ἀπάτην.
但迪艾乌斯为了转嫁针对自己的指控,便利用如下借口来进行欺骗,引导他们去寄希望于更重大的事务。
§7.12.4Λακεδαιμόνιοι περὶ ἀμφισβητησίμου χώρας καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλήν· καταφεύγουσι δὲ αὐτοῖς προεῖπεν ἡ βουλὴ δικάζεσθαι τὰ ἄλλα πλὴν ψυχῆς ἐν συνεδρίῳ τῷ Ἀχαιῶν.
拉刻代蒙人因争议领土之事求助于罗马元老院;对于求助的他们,元老院预先声明,除涉及生命的案件外,其余一切事务都应在亚该亚人的会议中进行审判。
ἡ μὲν δὴ ταῦτα ἀπεκρίνατο· Δίαιος δὲ οὐ τὸν ὄντα ἔλεγεν Ἀχαιοῖς λόγον, ψυχαγωγῶν δὲ αὐτοὺς ἔφασκε παρὰ τῆς Ῥωμαίων σφίσιν ἐφεῖσθαι βουλῆς καὶ θάνατον ἀνδρὸς καταγνῶναι τῶν ἐκ Σπάρτης.
元老院确实做出了这样的答复;但迪艾乌斯并没有向亚该亚人述说真实的情况,而是为了蛊惑他们,宣称罗马元老院已经准许他们甚至可以判处任何斯巴达人死刑。
§7.12.5οἱ μὲν δὴ δικάζειν Λακεδαιμονίοις ἠξίουν καὶ ὑπὲρ τῆς ἑκάστου ψυχῆς, Λακεδαιμόνιοι δὲ οὔτε ἀληθῆ συνεχώρουν Δίαιον λέγειν καὶ ἀνάγειν ἤθελον ἐπὶ τὴν Ῥωμαίων βουλήν.
于是亚该亚人确实主张有权对拉刻代蒙人甚至涉及个人生命的案件进行审判,但拉刻代蒙人既不承认迪艾乌斯说的是实话,又希望能将此事呈报给罗马元老院。
Ἀχαιοὶ δὲ ἀντελαμβάνοντο αὖθις ἄλλου λόγου, πόλεις ὅσαι τελοῦσιν ἐς Ἀχαιοὺς μηδεμίαν ἐφʼ ἑαυτῆς καθεστηκέναι κυρίαν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν παρὰ Ῥωμαίους ἰδίᾳ πρεσβείαν ἀποστέλλειν.
然而,亚该亚人转而提出了另一条论据,即凡是隶属于亚该亚人的城市,无一有权在未经亚该亚人联邦同意的情况下,私自向罗马人派遣自己的使团。
§7.12.6πόλεμός τε δὴ ἀπὸ τῶν ἀμφισβητημάτων τούτων Ἀχαιοῖς καὶ Λακεδαιμονίοις ἤρχετο καὶ Λακεδαιμόνιοι συνιέντες οὐκ ἀξιόμαχοι πρὸς Ἀχαιοὺς εἶναι πρεσβείαις ἐχρῶντο πρὸς τὰς πόλεις αὐτῶν καὶ ἰδίᾳ πρὸς τὸν Δίαιον λόγοις.
于是,由于这些争端,亚该亚人与拉刻代蒙人之间开始爆发战争;拉刻代蒙人意识到自己无法在战争中与亚该亚人抗衡,便派使团前往对方各城市,并私下与迪艾乌斯进行交涉。
αἱ μὲν δὴ κατὰ τὰ αὐτὰ αἱ πόλεις ἐποιοῦντο τὰς ἀποκρίσεις, οὔ σφισιν ἔξοδον ἐπαγγέλλοντος στρατηγοῦ παρακούειν εἶναι νόμον·
各城市确实做出了同样的答复,称在将军宣布出征时,他们若不听从便是不合乎法律。
Δίαιος γὰρ ἦρχε τῶν Ἀχαιῶν καὶ ἔφασκεν οὐ τῇ Σπάρτῃ, τοῖς δὲ ταράσσουσιν αὐτὴν πολεμήσων ἀφίξεσθαι.
因为迪艾乌斯正统率着亚该亚人,且他声称自己前去作战并不是针对斯巴达,而是针对那些扰乱斯巴达的人。
§7.12.7ἐρομένων δὲ τῶν γερόντων ὁπόσους ἡγοῖτο ἀδικεῖν, ἐσπέμπει σφίσι τεσσάρων ὀνόματα ἀνδρῶν καὶ εἴκοσι πρωτευόντων τὰ πάντα ἐν Σπάρτῃ.
当长老们询问他认为有多少人犯法时,他便向他们送去了二十四个人的名字,这些人都是斯巴达万事之中的首脑人物。
ἐνταῦθα Ἀγασισθένους ἐνίκησε γνώμη δοκίμου καὶ τὰ πρότερα ὄντος, ἀπὸ δὲ τῆς παραινέσεως ταύτης προελθόντος καὶ ἐς πλέον δόξης· ὃς τοὺς ἄνδρας τούτους ἐκέλευσεν ἐκ Λακεδαίμονος ἐθελοντὰς φεύγειν μηδὲ αὐτοῦ μένοντας ἐργάσασθαι τῇ Σπάρτῃ πόλεμον, φυγόντας δὲ ἐς Ῥώμην καταχθήσεσθαι σφᾶς οὐ μετὰ πολὺ ἔφασκεν ὑπὸ Ῥωμαίων.
此时,此前就已享有声望、并因这次建言而获得更大名声的阿加西斯泰内斯的意见占了上风;他劝说这些人自愿流亡出拉刻代蒙,不要留在当地给斯巴达招来战争,并称他们一旦逃往罗马,不久之后就会被罗马人送回来。
§7.12.8καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐς δικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι· ἀπεστάλησαν δὲ καὶ ὑπὸ Ἀχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτης ἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς.
于是他们便离开了,但在名义上仍被斯巴达人提交法庭并判处了死刑;而亚该亚人也派遣卡利克拉特斯和迪艾乌斯前往罗马,以便在元老院面前与来自斯巴达的流亡者们进行辩论。
καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷ νόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή· Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆς πολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ.
他们之中,卡利克拉特斯在半途中病逝,我甚至不知道他若抵达罗马,究竟会给亚该亚人带来些许益处,还是会成为更重大灾祸的开端;而迪艾乌斯则在元老院面前与梅纳尔基达斯展开辩论,说了许多话,却也听到了许多有失体统的话。
§7.12.9καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους.
元老院向他们答复说,将派遣使节来裁决拉刻代蒙人与亚该亚人之间彼此的所有分歧。
καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους·
由于来自罗马的使节在旅途中有些延误,这使得迪艾乌斯和梅纳尔基达斯从一开始就有机会分别欺骗亚该亚人和拉刻代蒙人。
τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι.
迪艾乌斯误导了亚该亚人,声称罗马元老院已决定让拉刻代蒙人在万事上都顺从他们;而梅纳尔基达斯则彻底欺骗了拉刻代蒙人,宣称罗马人已经免除了他们加入亚该亚同盟的义务。

词汇与语法注释

  1. §7.12.1εἰ καὶ Καλλικράτει μεταδώσει — 连词 εἰ 后接将来直说语气(metadōsei)构成的条件从句,与主句的未完成过去时 epoieito 相结合,表示主语梅纳尔基达斯当时的内心忧虑或顾忌(“他认为如果必须要分享的话,那将是一场灾难”)。
  2. §7.12.2ἐλάσσων παντοίου λήμματος — 比较级形容词 elassōn 支配属格(lēmmatos),意为“逊于”或“屈服于”。此处形象地描绘了卡利克拉特斯极其贪婪的本性,即“无法抵挡(屈从于)任何贿赂或不正当得益”。
  3. §7.12.3ἀκόντων Ἀχαιῶν — 由现在分词 akontōn 与名词 Achaiōn 构成的属格独立结构,表示让步(“尽管亚该亚人并不情愿”)。
  4. §7.12.8οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή — 在由 εἰ 引导的间接疑问从句中,使用 an 加上直说语气过去时(ōphelēsen an)来表示与过去事实相反的虚拟条件句结果。这表达了作者对一件未曾发生的过去可能性的怀疑:“如果他当时抵达了罗马,他究竟会给亚该亚人带来益处,还是(正如事实所发生的)成了更大灾难的开端。”

引用这一段

保萨尼亚斯, 希腊志 §7.12.1-7.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.12.1-7.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。