Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.10.7-7.10.12

指控亚该亚领袖与遣送罗马

第 272 段,共 465 段 · 希腊语

内容简介

十名罗马使节与卡利克拉特斯指控亚该亚领袖暗通珀尔修斯,导致一千多名无辜的亚该亚人被遣送至罗马接受审判并长期扣押。

§7.10.7Μακεδόνων δὲ καὶ Περσέως κεχειρωμένων πολέμῳ διὰ τὸ ἐς Σαπαίους ἀδίκημα, ἄνδρες τῆς Ῥωμαίων βουλῆς δέκα ἐπέμφθησαν καταστησόμενοι πρὸς τὸ ἐπιτηδειότατον Ῥωμαίοις τὰ ἐν Μακεδονίᾳ.
当马其顿人和珀尔修斯因对萨派伊人的不义行为而在战争中被征服时,罗马元老院派遣了十名使节,旨在将马其顿的事务整顿得对罗马人最为有利。
ἥκοντας δὲ ἐς τὴν Ἑλλάδα ὑπήρχετο ὁ Καλλικράτης οὔτε ἔργον τῶν ἐς τὴν κολακείαν οὔτε λόγον οὐδένα ἐς αὐτοὺς παριείς· ἕνα δέ τινα ἐξ αὐτῶν ἄνδρα οὐδαμῶς ἐς δικαιοσύνην πρόθυμον, τοῦτον τὸν ἄνδρα προσεποιήσατο ὁ Καλλικράτης ἐς τοσοῦτον ὥστε αὐτὸν καὶ ἐς τὸ συνέδριον ἐσελθεῖν τὸ Ἀχαιῶν ἔπεισεν.
他们抵达希腊后,卡利克拉特斯便竭力巴结他们,在讨好他们的事情上没有漏掉任何行动和言语;而在他们之中有一个绝无正义之心的人,卡利克拉特斯极力拉拢他,以至于说服了他甚至进入亚该亚人的会议。
§7.10.8ὁ δὲ ὡς ἐς τὸν σύλλογον ἐσῆλθεν, ἔλεγεν ὡς πολεμοῦντι πρὸς Ῥωμαίους Περσεῖ χρήματα οἱ δυνατώτατοι τῶν Ἀχαιῶν παράσχοιεν, συνάραιντο δὲ καὶ ἐς τὰ ἄλλα· ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον· εἰ δὲ ἐκεῖνοι καταγνοῖεν, τότε καὶ αὐτὸς τὰ ὀνόματα ἐρεῖν ἔφασκε τῶν ἀνδρῶν.
那人进入集会后,声称在珀尔修斯与罗马人交战时,亚该亚人中最有权势者曾向其提供资金,并在其他方面予以协助;因此,他命令亚该亚人(对这些人)判处死刑;并称如果他们判决,他随后也会说出这些人的名字。
λέγειν τε δὴ ἐδόκει παντάπασιν ἄδικα καὶ αὐτὸν ἠξίουν οἱ ἐς τὸν σύλλογον ἐληλυθότες ἤδη, εἰ Περσεῖ τὰ αὐτὰ Ἀχαιῶν τινες ἔπραξαν, ὀνομαστὶ αὐτῶν ἑκάστου μνησθῆναι, πρότερον δὲ οὐ σφᾶς καταγινώσκειν εἰκὸς εἶναι.
但由于他的话看起来完全是不公正的,已来到集会的人要求他,如果有亚该亚人确实为珀尔修斯做过这些事,就应该指名道姓地提及他们每一个人,而在那之前,他们不应该判决有罪。
§7.10.9ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησεν εἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ· πάντας γὰρ φρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως.
此时,当这位罗马人被驳倒时,他竟然厚颜无耻地声称,所有曾任亚该亚人将军的人都涉嫌此项罪名;因为他们所有人都同情马其顿人和珀尔修斯。
ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳ Καλλικράτους· ἀναστὰς δὲ μετʼ αὐτὸν Ξένων—ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστου λόγου παρὰ Ἀχαιοῖς— “οὕτωσ” ἔφη “κατὰ τὴν αἰτίαν ἔχει ταύτην· ἐστρατήγησα μὲν Ἀχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα·
他是在卡利克拉特斯的指使下说这些话的;而在他之后站起来的克塞农——克塞农在亚该亚人中是一位享有极高声声望的人——说道:“关于这项指控,情况是这样的:我也曾担任亚该亚人的将军,但我对罗马人没有任何不义,对珀尔修斯也没有任何好感;因此,我愿意在亚该亚人的会议上,也愿意在罗马人自己面前接受审判。
καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοις ὑπέχειν κρίσιν. ” ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ· §7.10.10ὁ δὲ ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖ σφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας.
”他因问心无愧而坦诚直言;而那罗马人立刻抓住了这个借口,并将所有被卡利克拉特斯指控为同情珀尔修斯的人,都送往罗马以在罗马人的法庭上接受审判。
ὃ μή πω κατειλήφει πρότερον Ἕλληνας· οὐδὲ γὰρ Μακεδόνων οἱ ἰσχύσαντες μέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνων ἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴων λόγον.
这是以前从未降临到希腊人身上的事;因为即使是马其顿人中势力最强大的阿敏塔斯之子腓力和亚历山大,也未曾强迫反对他们的希腊人被送往马其顿,而是允许他们在近邻同盟会议上进行申辩。
§7.10.11τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτης ἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην· καὶ ἐγένοντο ὑπὲρ χιλίους οἱ ἀναχθέντες.
但在当时,已经决定:凡是卡利克拉特斯想要指控的亚该亚民族之人,即使是无辜的,也必须全部送往罗马;而被送走的人超过了一千。
τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαι νομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτε ἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντο οὐδένα.
罗马人认为这些人已被亚该亚人预先判定有罪,便将他们送往图尔塞尼亚及当地的城市,尽管亚该亚人屡次在不同时间为了这些人派遣使团并进行恳求,他们却完全不予理睬。
§7.10.12ἑπτακαιδεκάτῳ δὲ ὕστερον ἔτει τριακοσίους ἢ καὶ ἐλάσσονας, οἳ μόνοι περὶ Ἰταλίαν Ἀχαιῶν ἔτι ἐλείποντο, ἀφιᾶσιν, ἀποχρώντως κολασθῆναι σφᾶς ἡγούμενοι.
直到十七年之后,他们才释放了仅存的、仍在意大利境内的三百名或更少的亚该亚人,认为他们已经受到了足够的惩罚。
ὅσοι δὲ ἀποδράντες ᾤχοντο ἢ εὐθὺς ἡνίκα ἀνήγοντο ἐς Ῥώμην ἢ ὕστερον ἐκ τῶν πόλεων ἐς ἃς ὑπὸ Ῥωμαίων ἐπέμφθησαν, πρόφασις οὐδεμία ἦν τούτους ἁλόντας μὴ ὑποσχεῖν δίκην.
而对于那些在被送往罗马时当即逃跑,或是后来从罗马人派驻的城市中逃走的人,一旦被捕,就没有任何借口可以免受惩罚。

词汇与语法注释

  1. 7.10.7ἥκοντας ... ὑπήρχετο — 动词 `ὑπήρχετο`(`ὑπέρχομαι` 的未完成过去时,在此意为“巴结、讨好”)支配宾格,其宾格宾语是修饰前文“十名使节”的宾格分词 `ἥκοντας`(以及代词 `αὐτούς`)。
  2. 7.10.8ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον — 这是 `καταγνῶναι`(源自 `καταγιγνώσκω`,“判决有罪、判处刑罚”)的不定式结构。`τοὺς Ἀχαιοὺς` 是该不定式的主格(宾格形式的主语),而 `θάνατον`(死刑)是表示所判处刑罚的宾格。整句意为“(罗马使节)要求亚该亚人(对嫌疑人)判处死刑”。
  3. 7.10.10ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως — 动词 `ἐπελάβετο`(`ἐπιλαμβάνομαι`,“抓住、利用”的关身过去时)支配属格,`τῆς προφάσεως` 为其宾语。这表明罗马人立刻将克塞农为了证明清白而说的“愿意在亚该亚和罗马接受审判”的话,当作了“自愿接受遣送”的绝佳“借口/机会(`πρόφασις`)”来利用。
  4. 7.10.11τούτους ὑπὸ Ἀχαιῶν προκατεγνῶσθαι νομίζοντες — `προκατεγνῶσθαι` 是 `προκαταγιγνώσκω`(预先判定有罪)的完成时被动不定式。此结构表明,由于亚该亚人在没有进行实质性国内审判的情况下就接受了将嫌疑人遣送至罗马的操作,罗马人便顺水推舟地认为(`νομίζοντες`)这些人已被亚该亚人自身“预先判定有罪”。

引用这一段

保萨尼亚斯, 希腊志 §7.10.7-7.10.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.10.7-7.10.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。