§6.20.8ἔστι δὲ ἐπὶ τῷ πέρατι τῶν ἀγαλμάτων ἃ ἐπὶ ζημίαις ἐποιήσαντο ἀθλητῶν, ἐπὶ τούτῳ τῷ πέρατί ἐστιν ἣν Κρυπτὴν ὀνομάζουσιν ἔσοδον· διὰ δὲ αὐτῆς τούς τε Ἑλλανοδίκας ἐσιέναι ἐς τὸ στάδιον καὶ τοὺς ἀγωνιστάς.
在那些用运动员罚款所立的雕像列的尽头,就在这个尽头,有被称为“克里普特”的入口;通过它,希腊裁判官和参赛选手得以进入体育场。
τὸ μὲν δὴ στάδιον γῆς χῶμά ἐστι, πεποίηται δὲ ἐν αὐτῷ καθέδρα τοῖς τιθεῖσι τὸν ἀγῶνα.
体育场是用土堆成的,其中为组织比赛的人设有座位。
ἔστι δὲ ἀπαντικρὺ τῶν Ἑλλανοδικῶν βωμὸς λίθου λευκοῦ·
在裁判官的对面,有一座白石祭坛。
§6.20.9ἐπὶ τούτου καθεζομένη τοῦ βωμοῦ θεᾶται γυνὴ τὰ Ὀλύμπια, ἱέρεια Δήμητρος Χαμύνης, τιμὴν ταύτην ἄλλοτε ἄλλη λαμβάνουσα παρὰ Ἠλείων.
坐在这座祭坛上,有一位女性观看奥林匹亚竞技,她就是德墨忒尔·卡缪涅的女祭司,这一荣誉由伊利斯人轮流授予不同的女性。
παρθένους δὲ οὐκ εἴργουσι θεᾶσθαι.
但他们并不禁止少女观看。
πρὸς δὲ τοῦ σταδίου τῷ πέρατι, ᾗ τοῖς σταδιαδρόμοις ἄφεσις πεποίηται, Ἐνδυμίωνος μνῆμα ἐνταῦθα λόγῳ Ἠλείων ἐστίν.
在体育场的尽头,即为短跑运动员设立起跑点的地方,根据伊利斯人的说法,那里是恩底弥翁的坟墓。
§6.20.10ὑπερβάλλοντι δὲ ἐκ τοῦ σταδίου, καθότι οἱ Ἑλλανοδίκαι καθέζονται, κατὰ τοῦτο χωρίον ἐς τῶν ἵππων ἀνειμένον τοὺς δρόμους καὶ ἡ ἄφεσίς ἐστι τῶν ἵππων.
从体育场走出来,越过裁判官坐的地方,在这里便是专供赛马的场地,也就是赛马的起跑点。
παρέχεται μὲν οὖν σχῆμα ἡ ἄφεσις κατὰ πρῷραν νεώς, τέτραπται δὲ αὐτῆς τὸ ἔμβολον ἐς τὸν δρόμον· καθότι δὲ τῇ Ἀγνάπτου στοᾷ προσεχής ἐστιν ἡ πρῷρα, κατὰ τοῦτο εὐρεῖα γίνεται, δελφὶς δὲ ἐπὶ κανόνος κατὰ ἄκρον μάλιστα τὸ ἔμβολον πεποίηται χαλκοῦς.
这个起跑点的形状像船头,其冲角朝着跑道的方向;在船头紧邻阿格纳普托斯柱廊的地方,此处变宽,而在冲角的最前端,一根横杆上制有一个青铜海豚。
§6.20.11ἑκατέρα μὲν δὴ πλευρὰ τῆς ἀφέσεως πλέον ἢ τετρακοσίους πόδας παρέχεται τοῦ μήκους, ᾠκοδόμηται δὲ ἐν αὐταῖς οἰκήματα· ταῦτα κλήρῳ τὰ οἰκήματα διαλαγχάνουσιν οἱ ἐσιόντες ἐς τὸν ἀγῶνα τῶν ἵππων.
起跑点的每一侧长度都超过四百英尺,在两侧建有小室;参加马赛的人通过抽签分得这些小室。
πρὸ δὲ τῶν ἁρμάτων ἢ καὶ ἵππων τῶν κελήτων, διήκει πρὸ αὐτῶν καλῴδιον ἀντὶ ὕσπληγος· βωμὸς δὲ ὠμῆς πλίνθου τὰ ἐκτὸς κεκονιαμένος ἐπὶ ἑκάστης Ὀλυμπιάδος ποιεῖται κατὰ τὴν πρῷραν μάλιστά που μέσην, ἀετὸς §6.20.12δὲ ἐπὶ τῷ βωμῷ χαλκοῦς κεῖται τὰ πτερὰ ἐπὶ μήκιστον ἐκτείνων.
在战车或单人赛马的前面,拉着一条绳索代替起跑栅栏;而在每届奥林匹克运动会时,都会在船头大约中间的位置建造一座由生砖制成、外表抹上灰泥的祭坛,祭坛上放置着一只青铜雕,双翼极力展开。
ἀνακινεῖ μὲν δὴ τὸ ἐν τῷ βωμῷ μηχάνημα ὁ τεταγμένος ἐπὶ τῷ δρόμῳ· ἀνακινηθέντος δὲ ὁ μὲν ἐς τὸ ἄνω πεποίηται πηδᾶν ὁ ἀετός, ὡς τοῖς ἥκουσιν ἐπὶ τὴν θέαν γενέσθαι σύνοπτος, ὁ δελφὶς δὲ ἐς ἔδαφος πίπτει.
负责跑道的人会启动祭坛内的机关;机关启动后,铜雕被设计成向上跃起,使前来观看的人一目了然,而海豚则落在地上。
§6.20.13πρῶται μὲν δὴ ἑκατέρωθεν αἱ πρὸς τῇ στοᾷ τῇ Ἀγνάπτου χαλῶσιν ὕσπληγες, καὶ οἱ κατὰ ταύτας ἑστηκότες ἐκθέουσιν ἵπποι πρῶτοι· θέοντές τε δὴ γίνονται κατὰ τοὺς εἰληχότας ἑστάναι τὴν δευτέραν τάξιν, καὶ τηνικαῦτα χαλῶσιν αἱ ὕσπληγες αἱ ἐν τῇ δευτέρᾳ τάξει· διὰ πάντων τε κατὰ τὸν αὐτὸν λόγον συμβαίνει τῶν ἵππων, ἔστʼ ἂν ἐξισωθῶσιν ἀλλήλοις κατὰ τῆς πρῴρας τὸ ἔμβολον· τὸ ἀπὸ τούτου δὲ ἤδη καθέστηκεν ἐπίδειξις ἐπιστήμης τε ἡνιόχων καὶ ἵππων ὠκύτητος.
首先,两侧靠近阿格纳普托斯柱廊的绳索放开,站在这些位置的马首先冲出;当它们奔跑时,到达抽签在第二排站立的马的位置,此时第二排的绳索也放开了;对所有的马都按相同的方式进行,直到它们在船头的冲角处相互并齐;从此之后,便是展现御者技术和马匹速度的竞赛了。
§6.20.14τὸ μὲν δὴ ἐξ ἀρχῆς Κλεοίτας ἐστὶν ἄφεσιν μηχανησάμενος, καὶ φρονῆσαί γε φαίνεται ἐπὶ τῷ εὑρήματι, ὡς καὶ ἐπίγραμμα ἐπὶ ἀνδριάντι τῷ Ἀθήνῃσιν ἐπιγράψαι
"
ὃς τὴν ἱππάφεσιν ἐν Ὀλυμπίᾳ εὕρατο πρῶτος,
τεῦξέ με Κλεοίτας υἱὸς Ἀριστοκλέους·
最初设计这一起跑装置的是克勒奥伊塔斯,他似乎为自己的发明感到非常自豪,以至于他在雅典的雕像上刻下了这样的铭文: "在奥林匹亚首先发明赛马起跑装置的人,阿里斯托克勒斯之子克勒奥伊塔斯制作了我。
"
Κλεοίτα δέ φασιν ὕστερον Ἀριστείδην σοφίαν τινὰ καὶ αὐτὸν ἐς τὸ μηχάνημα ἐσενέγκασθαι.
"据说,后来阿里斯提德也为这个机关贡献了他自己的某些巧妙心思。