Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.19.8-6.19.15

埃皮达姆诺斯与麦加拉等城邦的宝库与奉纳品

第 247 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯详细介绍了奥林匹亚属于埃皮达姆诺斯人、锡巴里斯人、基rene人、塞利努斯人、梅塔蓬通人、麦加拉人和杰拉人的宝库及其奉献物,并阐述了各都市的历史变迁与雕塑创作者。

§6.19.8ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος ἀνάθημά ἐστιν Ἐπιδαμνίων ἔχει μὲν πόλον ἀνεχόμενον ὑπὸ Ἄτλαντος, ἔχει δὲ Ἡρακλέα καὶ δένδρον τὸ παρὰ Ἑσπερίσι, τὴν μηλέαν, καὶ περιειλιγμένον τῇ μηλέᾳ τὸν δράκοντα, κέδρου μὲν καὶ ταῦτα, Θεοκλέους δὲ ἔργα τοῦ Ἡγύλου· ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα.
[] 第三和第四个宝库是埃皮达姆诺斯人的奉献物,其内有由阿特拉斯支撑的天球,还有赫拉克勒斯、赫斯珀里得斯那里的苹果树,以及缠绕在苹果树上的巨蛇,这些也是用雪松木制作的,是赫居罗斯之子狄奥克莱斯的作品。 这些也是用雪松木制作的,是赫居罗斯之子狄奥克莱斯的作品;天球上的文字表明,他是和他的儿子一起制作了这些。
αἱ δὲ Ἑσπερίδες —μετεκινήθησαν γὰρ ὑπὸ Ἠλείων—αὗται μὲν ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐν τῷ Ἡραίῳ· τὸν δὲ θησαυρὸν τοῖς Ἐπιδαμνίοις Πύρρος καὶ οἱ παῖδες Λακράτης τε καὶ Ἕρμων ἐποίησαν.
至于赫斯珀里得斯们——因为她们被伊利斯人移动过——直到我的时代她们仍在赫拉神庙里;而这座宝库是皮鲁斯及其子拉克拉特斯和赫尔蒙为埃皮达姆诺斯人建造的。
§6.19.9ᾠκοδόμησαν δὲ καὶ Συβαρῖται θησαυρὸν ἐχόμενον τοῦ Βυζαντίων·
[] 锡巴里斯人也在紧邻拜占庭人宝库的地方建造了一座宝库。
ὁπόσοι δὲ περὶ Ἰταλίας καὶ πόλεων ἐπολυπραγμόνησαν τῶν ἐν αὐτῇ, Λουπίας φασὶ κειμένην Βρεντεσίου τε μεταξὺ καὶ Ὑδροῦντος μεταβεβληκέναι τὸ ὄνομα, Σύβαριν οὖσαν τὸ ἀρχαῖον· ὁ δὲ ὅρμος ταῖς ναυσὶ χειροποίητος καὶ Ἀδριανοῦ βασιλέως ἐστὶν ἔργον.
那些对意大利及其境内城市进行过详细考证的人说,坐落在布伦特西翁和海德鲁斯之间的卢皮埃改变了名字,它在古时候就是锡巴里斯;而那个供船只停泊的港口是人工建造的,是哈德良皇帝的工程。
§6.19.10πρὸς δὲ τῷ Συβαριτῶν Λιβύων ἐστὶ τῶν ἐν Κυρήνῃ θησαυρός· κεῖνται δὲ βασιλεῖς ἐν αὐτῷ Ῥωμαίων.
[] 在锡巴里斯人宝库的旁边,是昔兰尼的利比亚人的宝库;其中放着罗马皇帝们的雕像。
Σικελιώτας δὲ Σελινουντίους ἀνέστησαν μὲν Καρχηδόνιοι πολέμῳ· πρὶν δὲ ἢ τὴν συμφορὰν γενέσθαι σφίσι, θησαυρὸν τῷ ἐν Ὀλυμπίᾳ Διὶ ἐποίησαν.
至于西西里的塞利努斯人,迦太基人通过战争驱逐了他们;但在灾难降临到他们身上之前,他们为奥林匹亚的宙斯建造了一座宝库。
Διόνυσος δέ ἐστιν ἐνταῦθα πρόσωπον καὶ ἄκρους πόδας καὶ τὰς χεῖρας ἐλέφαντος εἰργασμένος.
那里有一尊狄奥尼索斯像,其脸部、脚尖和双手是用象牙雕刻的。
§6.19.11ἐν δὲ τῷ Μεταποντίνων θησαυρῷ—προσεχὴς γὰρ τῷ Σελινουντίων ἐστὶν οὗτος—ἐν τούτῳ πεποιημένος ἐστὶν Ἐνδυμίων· πλὴν δὲ ἐσθῆτός ἐστι τὰ λοιπὰ καὶ τῷ Ἐνδυμίωνι ἐλέφαντος.
[] 在梅塔蓬通人的宝库中——这紧邻塞利努斯人的宝库——塑造了一尊恩底弥翁像;除了衣物之外,恩底弥翁的其余部分也是用象牙制成的。
Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις, οὐκ οἶδα· ἐπʼ ἐμοῦ δὲ ὅτι μὴ θέατρον καὶ περίβολοι τείχους ἄλλο ἐλείπετο οὐδὲν Μεταποντίου.
至于什么原因导致梅塔蓬通人灭亡,我并不清楚;但在我的时代,除了剧场和城壁的围墙外,梅塔蓬通没有留下任何其他东西。
§6.19.12Μεγαρεῖς δὲ οἱ πρὸς τῇ Ἀττικῇ θησαυρόν τε ᾠκοδομήσαντο καὶ ἀναθήματα ἀνέθεσαν ἐς τὸν θησαυρὸν κέδρου ζῴδια χρυσῷ διηνθισμένα, τὴν πρὸς Ἀχελῷον Ἡρακλέους μάχην· Ζεὺς δὲ ἐνταῦθα καὶ ἡ Δηιάνειρα καὶ Ἀχελῷος καὶ Ἡρακλῆς ἐστιν, Ἄρης τε τῷ Ἀχελῴῳ βοηθῶν.
[] 邻近阿提卡的麦加拉人建造了宝库,并在宝库中奉献了用雪松木制作并用黄金点缀的小雕像,表现的是赫拉克勒斯与阿克洛俄斯的战斗;这里有宙斯、德阿涅拉、阿克洛俄斯 and 赫拉克勒斯,还有协助阿克洛俄斯的阿瑞斯。
εἱστήκει δὲ καὶ Ἀθηνᾶς ἄγαλμα ἅτε οὖσα τῷ Ἡρακλεῖ σύμμαχος· αὕτη παρὰ τὰς Ἑσπερίδας ἀνάκειται νῦν τὰς ἐν τῷ Ἡραίῳ.
此外还立有一尊雅典娜雕像,因为她是赫拉克勒斯的盟友;这尊雕像现在被奉献在赫拉神庙中赫斯珀里得斯们的旁边。
§6.19.13τοῦ θησαυροῦ δὲ ἐπείργασται τῷ ἀετῷ ὁ γιγάντων καὶ θεῶν πόλεμος· ἀνάκειται δὲ καὶ ἀσπὶς ὑπὲρ τοῦ ἀετοῦ, τοὺς Μεγαρέας ἀπὸ Κορινθίων ἀναθεῖναι τὸν θησαυρὸν λέγουσα.
[] 宝库的三角楣上雕刻着巨人们与众神的战争;在三角楣上方还奉献有一面盾牌,说明麦加拉人是用从哥林多人那里获得的战利品建造了这座宝库。
ταύτην Μεγαρεῦσιν ἡγοῦμαι τὴν νίκην Ἀθήνῃσιν ἄρχοντος γενέσθαι Φόρβαντος, ἄρχοντος δὲ διὰ τοῦ αὑτοῦ βίου παντός· ἐνιαύσιαι γὰρ οὐκ ἦσάν πω τότε Ἀθηναίοις αἱ ἀρχαί, οὐ μὴν οὐδὲ ὑπὸ Ἠλείων ἀνεγράφοντό πω τηνικαῦτα αἱ Ὀλυμπιάδες.
我认为麦加拉人的这次胜利发生在福尔巴斯在雅典担任执政官期间,且他是终身任职的执政官;因为当时雅典人的执政官职位还不是一年一任,而且那时伊利斯人也尚未开始记录奥林匹亚纪。
§6.19.14λέγονται δὲ καὶ Ἀργεῖοι μετασχεῖν πρὸς τοὺς Κορινθίους Μεγαρεῦσι τοῦ ἔργου.
[] 据说阿哥斯人也协助麦加拉人参与了这次针对哥林多人的军事行动。
τὸν δὲ ἐν Ὀλυμπίᾳ θησαυρὸν ἔτεσιν ὕστερον τῆς μάχης ἐποίησαν οἱ Μεγαρεῖς· τὰ δὲ ἀναθήματα ἐκ παλαιοῦ σφᾶς ἔχειν εἰκός, ἅ γε ὁ Λακεδαιμόνιος †Δόντας Διποίνου καὶ Σκύλλιδος μαθητὴς ἐποίησε.
麦加拉人在战斗结束若干年后建造了奥林匹亚的宝库;但他们很可能很早就拥有了这些奉献物,因为它们是由拉刻代蒙人东塔斯(迪波伊诺斯和斯库利斯的弟子)制作的。
§6.19.15τελευταῖος δὲ τῶν θησαυρῶν πρὸς αὐτῷ μέν ἐστιν ἤδη τῷ σταδίῳ, Γελῴων δὲ ἀνάθημα τόν τε θησαυρὸν καὶ τὰ ἀγάλματα εἶναι τὰ ἐν αὐτῷ λέγει τὸ ἐπίγραμμα· οὐ μέντοι ἀνακείμενά γε ἔτι ἀγάλματά ἐστιν.
[] 最后一个宝库已经靠近体育场本身,铭文说明宝库和其中的雕像都是杰拉人的奉献物;然而,那里已经不再留有任何奉献的雕像了。

词汇与语法注释

  1. 6.19.8ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος — 原文意为“第三和第四个宝库是埃皮达姆诺斯人的奉献物”,但由于紧接其后的6.19.9中提到了拜占庭人的宝库,第四个宝库原本很可能属于拜占庭人,这暗示了抄本传抄过程中的混乱。
  2. 6.19.8ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα — 主语是中性复数名词 τὰ γράμματα(文字、铭文),动词 φησί 为单数,这是中性复数主语的标准语法现象。宾格代词 αὐτόν(指代狄奥克莱斯)作不定式 ποιῆσαι 的逻辑主语。
  3. 6.19.11Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις — 先行词 πρόφασις(原因、借口)被并入关系从句 ἥτις ... ἐπέλαβεν 之中。动词 ἐπέλαβεν(源自 ἐπιλαμβάνω,意为“袭击、降临”)以宾格 Μεταποντίνους 为直接宾语,不定式 ἀπολέσθαι 表示结果(“导致他们灭亡的原因”)。

引用这一段

保萨尼亚斯, 希腊志 §6.19.8-6.19.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.19.8-6.19.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。