Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.9.1-6.9.9

胜者雕像与克莱奥梅德斯失踪传说

第 235 段,共 465 段 · 希腊语

内容简介

作者考察了埃伊纳人塞奥格内托斯等奥林匹克胜利者的雕像,以及与僭主同名的普通公民盖隆奉献的战车。他还讲述了阿斯蒂帕莱亚人克莱奥梅德斯的奇异传说,他因在比赛中致对手死亡而发狂,在神秘失踪后根据神谕被作为英雄祭祀。

§6.9.1Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί, τὸν δὲ ἀνδριάντα οἱ Πτόλιχος ἐποίησεν Αἰγινήτης.
埃伊纳人塞奥格内托斯在少年组角力中获得了胜利的桂冠;他的雕像是埃伊纳人普托利霍斯制作的。
διδάσκαλοι δὲ ἐγεγόνεσαν Πτολίχῳ μὲν Συννοῶν ὁ πατήρ, ἐκείνῳ δὲ Ἀριστοκλῆς Σικυώνιος, ἀδελφός τε Κανάχου καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος.
普托利霍斯的老师是他的父亲辛诺翁,而辛诺翁的老师则是西库翁人阿里斯托克莱斯,他是卡纳科斯的兄弟,在名声上并不比其逊色多少。
ἐφʼ ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γʼ ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμοὶ μὲν οὐχ οἷά τε ἦν συμβαλέσθαι, τάχα δʼ ἂν Αἰγινήταις τισὶν ἐπιχώριος ἐς αὐτὰ ἂν εἴη λόγος.
至于为什么塞奥格内托斯手里拿着栽培松的松果和石榴,我无法推测,但也许对某些埃伊纳人来说,¦0i 存在着关于这些事情的当地传说。
§6.9.2μετὰ δὲ τὴν εἰκόνα τοῦ ἀνδρὸς ὃν Ἠλεῖοί φασιν οὐ γραφῆναι μετὰ τῶν ἄλλων, ὅτι ἐπὶ κάλπης ἀνηγορεύθη δρόμῳ, μετὰ τούτου τὴν εἰκόνα Ξενοκλῆς τε Μαινάλιος ἕστηκε παλαιστὰς καταβαλὼν παῖδας καὶ Ἄλκετος Ἀλκίνου κρατήσας πυγμῇ παῖδας, Ἀρκὰς καὶ οὗτος ἐκ Κλείτορος· καὶ τοῦ μὲν Κλέων, Ξενοκλέους δὲ τὸν ἀνδριάντα Πολύκλειτός ἐστιν εἰργασμένος.
在那个被伊利斯人说因在水罐赛跑中被宣布为获胜者而没有与其他人的名字一同记录的男子的雕像之后,在这尊雕像之后,立着来自迈纳罗斯的克塞诺克莱斯的雕像(他在少年角力中击败了对手)以及阿尔基诺斯之子阿尔凯托斯的雕像(他在少年拳击中获胜,他也是来自克莱托尔的阿卡迪亚人);前者的雕像是克莱翁制作的,而克塞诺克莱斯的雕像则是波留克列特斯创作的。
§6.9.3Ἀριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων· ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων, ἐποίησε δὲ τὸν μὲν Παντίας Χῖος παρὰ τῷ πατρὶ δεδιδαγμένος Σωστράτῳ, αἱ δὲ εἰκόνες τοῦ Χείμωνος ἔργον ἐστὶν ἐμοὶ δοκεῖν τῶν δοκιμωτάτων Ναυκύδους, ἥ τε ἐν Ὀλυμπίᾳ καὶ ἡ ἐς τὸ ἱερὸν τῆς Εἰρήνης τὸ ἐν Ῥώμῃ κομισθεῖσα ἐξ Ἄργους.
阿哥斯人阿里斯泰乌斯自己获得了长跑的胜利,而阿里斯泰乌斯的父亲凯蒙则在角力中获胜;他们确实靠得很近地立在一起,前者(阿里斯泰乌斯)的雕像是基奥斯人潘蒂亚斯制作的,他曾师从其父索斯特拉托斯,而凯蒙的雕像在我看来是享有盛誉的纳乌库德斯的作品,一尊在奥林匹亚,另一尊则是从阿哥斯运往罗马和平神庙的那尊。
λέγεται δὲ ὡς Ταυροσθένην καταπαλαίσειεν ὁ Χείμων τὸν Αἰγινήτην καὶ ὡς Ταυροσθένης τῇ Ὀλυμπιάδι τῇ ἐφεξῆς καταβάλοι τοὺς ἐσελθόντας ἐς τὴν πάλην καὶ ὡς ἐοικὸς Ταυροσθένει φάσμα ἐπʼ ἐκείνης τῆς ἡμέρας ἐν Αἰγίνῃ φανὲν ἀπαγγείλειε τὴν νίκην.
据说凯蒙在角力中击败了埃伊纳人陶罗斯塞内斯,而陶罗斯塞内斯在接下来的奥林匹克运动会上击败了所有参加角力的人,并且据说一尊酷似陶罗斯塞内斯的幻影在当天出现在埃伊纳,宣告了胜利。
§6.9.4Φίλλην δὲ Ἠλεῖον κρατήσαντα παῖδας πάλῃ Σπαρτιάτης Κρατῖνος ἐποίησε.
在少年角力中获胜的伊利斯人菲莱斯,其雕像是斯巴达人克拉蒂诺斯制作的。
τὰ δὲ ἐς τὸ ἅρμα τὸ Γέλωνος οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον ἢ ἐγὼ τὰ ἐς αὐτὸ εἰρηκόσιν, οἳ Γέλωνος τοῦ ἐν Σικελίᾳ τυραννήσαντός φασιν ἀνάθημα εἶναι τὸ ἅρμα.
关于盖隆的战车,我产生了一种不同于在我之前谈及此事的人们的看法,他们说这战车是曾任西西里僭主的盖隆的奉献物。
ἐπίγραμμα μὲν δή ἐστιν αὐτῷ Γέλωνα Δεινομένους ἀναθεῖναι Γελῷον, καὶ ὁ χρόνος τούτῳ τῷ Γέλωνί ἐστι τῆς νίκης τρίτη πρὸς τὰς ἑβδομήκοντα Ὀλυμπιάδας·
事实上,战车上有一处铭文,说是戴诺梅内斯之子盖隆作为盖拉人奉献的,而这位盖隆获胜的时间是第七十三届¦0 奥林匹克运动会。
§6.9.5Γέλων δὲ ὁ Σικελίας τυραννήσας Συρακούσας ἔσχεν Ὑβριλίδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἣν Τισικράτης ἐνίκα Κροτωνιάτης στάδιον.
但是,成为西西里僭主的盖隆是在阿提卡的许布里里德斯担任执政官时夺取叙拉古的,即第七十二届奥林匹克运动会的第二年,那一届克罗托内人蒂西克拉特斯赢得了斯塔德短跑的胜利。
δῆλα οὖν ὡς Συρακούσιον ἤδη καὶ οὐ Γελῷον ἀναγορεύειν αὑτὸν ἔμελλεν· ἀλλὰ γὰρ ἰδιώτης εἴη ἄν τις ὁ Γέλων οὗτος, πατρός τε ὁμωνύμου τῷ τυράννῳ καὶ αὐτὸς ὁμώνυμος.
因此很明显,他当时应该已经宣布自己是叙拉古人而不是盖拉人;但实际上,这位盖隆可能是某个普通公民,与该僭主同名,其父亲也与僭主之父同名。
Γλαυκίας δὲ Αἰγινήτης τό τε ἅρμα καὶ αὐτῷ τῷ Γέλωνι ἐποίησε τὴν εἰκόνα.
埃伊纳人格劳基阿斯制作了战车和盖隆本人的雕像。
§6.9.6τῇ δὲ Ὀλυμπιάδι τῇ πρὸ ταύτης Κλεομήδην φασὶν Ἀστυπαλαιέα ὡς Ἴκκῳ πυκτεύων ἀνδρὶ Ἐπιδαυρίῳ τὸν Ἴκκον ἀποκτείνειεν ἐν τῇ μάχῃ, καταγνωσθεὶς δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν ἄδικα εἰργάσθαι καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψε μὲν ἐς Ἀστυπάλαιαν, διδασκαλείῳ δʼ ἐπιστὰς ἐνταῦθα ὅσον ἑξήκοντα ἀριθμὸν παίδων ἀνατρέπει τὸν κίονα ὃς τὸν ὄροφον ἀνεῖχεν.
据说在这一届之前的奥林匹克运动会上,阿斯蒂帕莱亚人克莱奥梅德斯与埃皮达夫鲁斯男子伊科斯进行拳击,并在比赛中打死了伊科斯。 由于被裁判官判定行为不公并被剥夺了胜利,他因悲伤而发狂,返回了阿斯蒂帕莱亚;他在那里进入了一所大约有六十名儿童的学校,推倒了支撑屋顶的柱子。
§6.9.7ἐμπεσόντος δὲ τοῦ ὀρόφου τοῖς παισί, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς Ἀθηνᾶς ἱερόν· ἐσβάντος δὲ ἐς κιβωτὸν κειμένην ἐν τῷ ἱερῷ καὶ ἐφελκυσαμένου τὸ ἐπίθημα, κάματον ἐς ἀνωφελὲς οἱ Ἀστυπαλαιεῖς ἔκαμνον ἀνοίγειν τὴν κιβωτὸν πειρώμενοι· τέλος δὲ τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες, ὡς οὔτε ζῶντα Κλεομήδην οὔτε τεθνεῶτα εὕρισκον, ἀποστέλλουσιν ἄνδρας ἐς Δελφοὺς ἐρησομένους ὁποῖα ἐς Κλεομήδην τὰ συμβάντα ἦν.
当屋顶坍塌在孩子们身上时,他遭到市民的石击,逃到了阿西娜的神庙;他躲进神庙里放着的一个箱子里,并拉上了盖子,阿斯蒂帕莱亚人徒劳地尝试打开那个箱子;最后,他们砸碎了箱子的木头,当他们发现克莱奥梅德斯既不在人世也不见尸首时,便派遣使者前往德尔斐,询问关于克莱奥梅德斯所发生的事情。
§6.9.8τούτοις χρῆσαι τὴν Πυθίαν φασίν· " ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθʼ ἅτε μηκέτι θνητὸν ἐόντα.
据说皮托的女祭司对这些人给出了以下神谕: “阿斯蒂帕莱亚的克莱奥梅德斯是英雄中的最后一位;用祭祀来崇敬他,因为他已不再是凡人。
" Κλεομήδει μὲν οὖν Ἀστυπαλαιεῖς ἀπὸ τούτου τιμὰς ὡς ἥρωι νέμουσι·
” ¦0 因此,从那时起,阿斯蒂帕莱亚人便将克莱奥梅德斯作为英雄来奉献崇敬。
§6.9.9παρὰ δὲ τοῦ Γέλωνος τὸ ἅρμα ἀνάκειται Φίλων, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
在盖隆的战车旁奉献着菲隆的雕像,这是埃伊纳人格劳基阿斯的作品。
τούτῳ τῷ Φίλωνι Σιμωνίδης ὁ Λεωπρέπους ἐλεγεῖον δεξιώτατον ἐποίησε· " πατρὶς μὲν Κόρκυρα, Φίλων δʼ ὄνομʼ·
为了这位菲隆,莱奥普雷佩斯之子西摩尼得斯写了一首极尽巧妙的挽歌诗: “祖国为科尔库拉,名菲隆。
εἰμὶ δὲ Γλαύκου υἱὸς καὶ νικῶ πὺξ δύʼ Ὀλυμπιάδας.
我是格劳科斯之子,并在两届奥林匹克运动会上获得拳击胜利。
" ἀνάκειται καὶ Μαντινεὺς Ἀγαμήτωρ, κρατήσας πυγμῇ παῖδας.
” 这里还奉献着曼蒂尼亚人阿加梅托尔,他在少年组拳击中获胜。

词汇与语法注释

  1. §6.9.1ἐμοὶ μὲν οὐχ οἷά τε ἦν — 非人称句式 οὐχ οἷόν τέ ἐστι(“是不可能的”)的变体,形容词 οἷος 在此使用中性复数形式 οἷα,并搭配未完成过去时 ἦν,意为“对我来说,[推测]是不可能的”。
  2. §6.9.3ἐμοὶ δοκεῖν — 作插入语使用的绝对不定式(即限制性不定式),表示“在我看来”或“依我所见”,为整个句子增添限制性的主观判断。
  3. §6.9.4οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον — 非人称动词 παρίσταται(“思想产生、浮现于脑海”)在此接与格(ἐμοί 和 τοῖς πρότερον)和不定式(δοξάζειν),意为“在我心中产生了一种不同于在我之前谈及此事的人们的看法”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.9.1-6.9.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.9.1-6.9.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。