Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.11.1-6.11.9

萨索斯人塞阿革涅斯的事迹及其雕像的奇遇

第 237 段,共 465 段 · 希腊语

内容简介

记述了在奥林匹亚等竞技中活跃的萨索斯人塞阿革涅斯的逸事。文中描述了他的出生传说、因怪力挪动雕像、死后其雕像引发的事件,以及根据德尔斐神谕收回并重新供奉雕像的过程。

§6.11.1ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκός τε καὶ Ἀντίγονος· τοῖς μὲν δὴ ἐφʼ ἵππων, Ἀντιγόνῳ δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών.
在这些之后是伊利斯人的奉献物:阿敏塔斯之子腓力、腓力之子亚历山大、以及塞琉古和安提柯;对前者而言,他们的雕像是骑马的姿态,而对安提柯而言,其雕像是一个步兵。
§6.11.2τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένους Θάσιος· Θάσιοι δὲ οὐ Τιμοσθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς Τιμοσθένει.
在上述国王们的不远处,立着蒂莫斯塞尼斯之子、萨索斯人塞阿革涅斯;但萨索斯人说塞阿革涅斯并不是蒂莫斯塞尼斯之子,而是当蒂莫斯塞尼斯担任萨索斯赫拉克勒斯的祭司时,一个酷似蒂莫斯塞尼斯幻影的赫拉克勒斯与塞阿革涅斯的母亲结合。
ἔνατόν τε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχόμενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ χαλκοῦν—χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν—, ἀνασπάσαι τε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων ἀναθέμενον ἐνεγκεῖν παρʼ αὑτόν.
他们说,当这孩子在第九年(九岁)时,他在从老师那里回家的路上,把在广场上奉献的某位神明的青铜雕像——因为他很喜欢这座雕像——拔了出来,扛在双肩的一侧,带回了自己家中。
§6.11.3ἐχόντων δὲ ὀργὴν ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν, ἀνήρ τις αὐτῶν δόκιμος καὶ ἡλικίᾳ προήκων ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ, ἐκεῖνον δὲ ἐκέλευσεν ἐκ τῆς οἰκίας αὖθις κομίσαι τὸ ἄγαλμα ἐς τὴν ἀγοράν· ὡς δὲ ἤνεγκε, μέγα αὐτίκα ἦν κλέος τοῦ παιδὸς ἐπὶ ἰσχύι, καὶ τὸ ἔργον ἀνὰ πᾶσαν ἐβεβόητο τὴν Ἑλλάδα.
当公民们因他所做的事而对他发怒时,他们中一位声望高、年纪长的人不允许他们杀死这个孩子,而是命令他把雕像从家里重新搬回广场;当他搬回来时,这孩子因其力气立刻声名大噪,而这一壮举也传遍了整个希腊。
§6.11.4ὅσα μὲν δὴ ἔργων τῶν Θεαγένους ἐς τὸν ἀγῶνα ἥκει τὸν Ὀλυμπικόν, προεδήλωσεν ὁ λόγος ἤδη μοι τὰ δοκιμώτατα ἐξ αὐτῶν, Εὔθυμόν τε ὡς κατεμαχέσατο τὸν πύκτην καὶ ὡς ὑπὸ Ἠλείων ἐπεβλήθη τῷ Θεαγένει ζημία.
至于塞阿革涅斯关于奥林匹克竞技的所有事迹,我的叙述已经事先表明了其中最著名的一些,即他是如何击败拳击手尤西莫斯的,以及伊利斯人是如何对塞阿革涅斯处以罚款的。
τότε μὲν δὴ τοῦ παγκρατίου τὴν νίκην ἀνὴρ ἐκ Μαντινείας Δρομεὺς ὄνομα πρῶτος ὧν ἴσμεν ἀκονιτὶ λέγεται λαβεῖν· τὴν δὲ Ὀλυμπιάδα τὴν ἐπὶ ταύτῃ παγκρατιάζων ὁ Θεαγένης ἐκράτει.
当时,据说潘克拉辛(混斗)的胜利是由一个来自曼蒂尼亚、名叫德罗梅乌斯的人在我们所知的人中首次不战而胜获得的;但在紧接着的下一届奥林匹克运动会中,塞阿革涅斯参加潘克拉辛并赢得了胜利。
§6.11.5γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ νῖκαι τρεῖς, αὗται μὲν ἐπὶ πυγμῇ, Νεμείων δὲ ἐννέα καὶ Ἰσθμίων δέκα παγκρατίου τε ἀναμὶξ καὶ πυγμῆς.
他在皮托也获得了三次胜利,这几次是在拳击中,在内梅亚获得九次,在地峡获得十次,混合了潘克拉辛与拳击。
ἐν Φθίᾳ δὲ τῇ Θεσσαλῶν πυγμῆς μὲν ἢ παγκρατίου παρῆκε τὴν σπουδήν, ἐφρόντιζε δὲ ὅπως καὶ ἐπὶ δρόμῳ ἐμφανὴς ἐν Ἕλλησιν εἴη, καὶ τοὺς ἐσελθόντας ἐς τὸν δόλιχον ἐκράτησεν· ἦν δέ οἱ πρὸς Ἀχιλλέα ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου νίκην.
在塞萨利人的弗西亚,他放弃了对拳击或潘克拉辛的执着,而是留心如何也在短跑中于希腊人里脱颖而出,并战胜了参加长跑的人;在我看来,他有一种针对阿喀琉斯的竞争心,想在被称为英雄中最神速者的故乡赢得一场跑赛的胜利。
τοὺς δὲ σύμπαντας στεφάνους τετρακοσίους τε ἔσχε καὶ χιλίους.
他总共获得了一千四百个桂冠。
§6.11.6ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλκὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος· καὶ τὸν μὲν ὁ ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου.
当他离开人世后,一个在他生前曾与他结怨的人,每天夜里都会来到塞阿革涅斯的雕像前鞭打那青铜,仿佛是在侮辱塞阿革涅斯本人;雕像砸倒在他身上,制止了他的暴行,但死者的儿子们却以杀人罪起诉了这座雕像。
καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθήσαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπεσόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον.
萨索斯人遵循德拉古的意见,将雕像沉入大海。 德拉古曾为雅典人起草杀人法,将无生命之物也予以流放,只要其中有东西倒下砸死了人。
§6.11.7ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους.
随着时间的推移,由于土地不再为萨索斯人提供任何收成,他们派遣使节前往德尔斐,神向他们发出神谕,要他们召回被流放者。
καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα· δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα.
尽管他们根据这一谕词召回了流放者,但并未给歉收带来任何医治方法;于是他们第二次来到皮托神女面前,说他们即便履行了神谕,神明的愤怒依然持续。
§6.11.8ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία· " Θεαγένην δʼ ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων.
这时皮托神女回答他们: “但你们却忘记了你们中伟大的塞阿革涅斯。
" ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν· Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν.
” 在他们对用何种方法找回塞阿革涅斯的雕像感到一筹莫展时,据说渔夫们出海捕鱼,用网套住了雕像,并将其重新带回陆地;萨索斯人将其重新供奉在它起初放置的地方,并习惯于像对神一样向他献祭。
§6.11.9πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς.
我知道在其他许多地方,无论在希腊人中还是在外邦人中,都树立着塞阿革涅斯的雕像,他能治愈疾病,并受到当地居民的崇敬。
ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
而塞阿革涅斯的这座雕像就在阿尔提斯,是埃伊纳人格劳基阿斯的作品。

词汇与语法注释

  1. §6.11.2ὅτου δὴ θεῶν — 不定关系代名词 ὅστις 的单数属格 ὅτου(与 δή 连用,意为“某一个”),后接部分属格 θεῶν,表示“神明中的某一位”。
  2. §6.11.2χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν — 这是一个带有表示原因的 γάρ 的对格与不定式结构(对格 αὐτόν 作为不定式 χαίρειν 的主语),受主句 φασίν(他们说)支配,在间接引语中起插入语的作用。
  3. §6.11.3ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ — 间接反身代词 σφᾶς 在此指代前文属格绝对结构中的“公民们”,作为不定式 ἀποκτεῖναι 的逻辑主语,整句意为“他不允许他们(公民们)杀死那个孩子”。
  4. §6.11.5ἐμοὶ δοκεῖν — 这是一个独立不定式(或绝对不定式)的习惯用法,用作插入语修饰全句,意为“在我看来”或“依我想来”。
  5. §6.11.6τῇ εἰκόνι ἐπεξῄεσαν φόνου — 意为“起诉、追究”的动词 ἐπέξειμι,接起诉对象(被告)的与格(τῇ εἰκόνι)和罪名的属格(φόνου),在此表示“他们以杀人罪起诉了这座雕像”。
  6. §6.11.8νομίζουσιν ἅτε θεῷ θύειν — 动词 νομίζω 接不定式 θύειν,表示“习惯于做某事”或“通常做某事”。ἅτε θεῷ 意为“如同对待神明一般”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.11.1-6.11.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.11.1-6.11.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。