Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.7.1-5.7.4

阿尔斐乌斯河的支流与阿雷图萨传说

第 192 段,共 465 段 · 希腊语

内容简介

作者介绍了阿尔斐乌斯河的丰沛水量、水源以及注于其中的七条支流,讲述了阿尔斐乌斯与阿雷图萨穿过海底合流的爱情传说,并将其与尼罗河、约旦河穿过湖泊的类似现象进行对比。

§5.7.1ἀφικομένῳ δὲ ἐς Ὀλυμπίαν ἐνταῦθα ἤδη τὸ ὕδωρ ἐστὶ τοῦ Ἀλφειοῦ πλήθει τε πολὺ ἰδόντι καὶ ἥδιστον, ἅτε ποταμῶν καὶ ἄλλων καὶ λόγου μάλιστα ἀξίων ἑπτὰ ἐς αὐτὸν ῥεόντων.
对于到达奥林匹亚的人来说,那里的阿尔斐乌斯河水在目击者看来不仅水量充沛,而且最为甘美,因为有另外七条河流(且都是非常值得提及的河流)注入其中。
διὰ Μεγάλης μέν γε πόλεως Ἑλισσὼν ἐρχόμενος ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Βρενθεάτης δὲ ἐκ τῆς Μεγαλοπολιτῶν γῆς, παρὰ δὲ Γόρτυναν ἔνθα ἱερὸν Ἀσκληπιοῦ, παρὰ δὴ ταῦτα Γορτύνιος ῥέων, ἐκ δὲ Μελαινεῶν Βουφάγος τῆς Μεγαλοπολίτιδος μεταξὺ καὶ Ἡραιίτιδος χώρας, ἐκ δὲ τῆς Κλειτορίων Λάδων, ἐκ δὲ Ἐρυμάνθου τοῦ ὄρους ὁμώνυμος τῷ ὄρει.
事实上,赫利松河流经大都市并注入阿尔斐乌斯河;布伦特阿特斯河来自大都市人的土地;戈尔托尼奥斯河流经阿斯克勒庇俄斯神殿所在的戈尔托纳,正是流经这些地方;布帕戈斯河来自梅拉埃内埃(大都市领地与赫赖亚领地之间);拉东河来自克莱托尔人的土地;与山同名的埃里曼托斯河则来自埃里曼托斯山。
οὗτοι μὲν ἐξ Ἀρκαδίας κατίασιν ἐς τὸν Ἀλφειόν, Κλάδεος δὲ ἐρχόμενος ἐκ τῆς Ἠλείας συμμίσγει οἱ τὸ ῥεῦμα· αὐτῷ δὲ ἐν τῇ Ἀρκάδων τῷ Ἀλφειῷ καὶ οὐχὶ ἐκ τῆς Ἠλείας εἰσὶν αἱ πηγαί.
这些河流从阿卡迪亚下行注入阿尔斐乌斯河,而来自伊利斯的克拉德奥斯河则将其溪流与它汇合;至于阿尔斐乌斯河自身的水源,则在阿卡迪亚人的土地内,而非来自伊利斯。
§5.7.2λέγεται δὲ καὶ ἄλλα τοιάδε ἐς τὸν Ἀλφειόν, ὡς ἀνὴρ εἴη θηρευτής, ἐρασθῆναι δὲ αὐτὸν Ἀρεθούσης, κυνηγετεῖν δὲ καὶ ταύτην.
关于阿尔斐乌斯河,还有以下传说:他曾是一个猎人,爱上了阿雷图萨,而她也同样喜爱狩猎。
καὶ Ἀρέθουσαν μὲν οὐκ ἀρεσκομένην γήμασθαι περαιωθῆναί φασιν ἐς νῆσον τὴν κατὰ Συρακούσας, καλουμένην δὲ Ὀρτυγίαν, καὶ ἐνταῦθα ἐξ ἀνθρώπου γενέσθαι πηγήν· συμβῆναι δὲ ὑπὸ τοῦ ἔρωτος καὶ Ἀλφειῷ τὴν ἀλλαγὴν ἐς τὸν ποταμόν.
据说阿雷图萨不愿结婚,便渡海到了叙拉古附近的被称为奥尔蒂吉亚的岛屿,并在那里由人变成了泉水;由于爱情的力量,阿尔斐乌斯也同样变成了河流。
§5.7.3ταῦτα μὲν λόγου τοῦ ἐς Ἀλφειὸν †ἐς τὴν Ὀρτυγίαν †· τὸ δὲ διὰ τῆς θαλάσσης ἰόντα ἐνταῦθα ἀνακοινοῦσθαι τὸ ὕδωρ πρὸς τὴν πηγὴν οὐκ ἔστιν ὅπως ἀπιστήσω, τὸν θεὸν ἐπιστάμενος τὸν ἐν Δελφοῖς ὁμολογοῦντά σφισιν, ὃς Ἀρχίαν τὸν Κορίνθιον ἐς τὸν Συρακουσῶν ἀποστέλλων οἰκισμὸν καὶ τάδε εἶπε τὰ ἔπη· " Ὀρτυγίη τις κεῖται ἐν ἠεροειδέι πόντῳ, Θρινακίης καθύπερθεν, ἵνʼ Ἀλφειοῦ στόμα βλύζει. μισγόμενον πηγαῖσιν ἐυρρείτης Ἀρεθούσης.
以上是关于阿尔斐乌斯†到奥尔蒂吉亚†的传说;但我绝无法不相信,他穿过大海将水与那里的泉水相汇合,因为我知道德尔斐的神明也赞同他们的说法,神明在派遣科林斯人阿基亚斯去建立叙拉古殖民地时,曾说了以下诗句: "“有一座奥尔蒂吉亚横卧在迷蒙的海上,在色里纳基亚之上,阿尔斐乌斯河口在此喷涌,与清流的阿雷图萨泉水交融。
" κατὰ τοῦτο οὖν, ὅτι τῇ Ἀρεθούσῃ τοῦ Ἀλφειοῦ τὸ ὕδωρ μίσγεται, καὶ τοῦ ἔρωτος τὴν φήμην τῷ ποταμῷ πείθομαι γενέσθαι.
” "因此,根据阿尔斐乌斯河水与阿雷图萨相交汇这一事实,我相信关于那个爱情的传说也同样是针对这条河流而产生的。
§5.7.4ὅσοι δὲ Ἑλλήνων ἢ Αἰγυπτίων ἐς Αἰθιοπίαν τὴν ὑπὲρ Συήνης καὶ ἐς Μερόην Αἰθιόπων πόλιν ἀναβεβήκασι, λέγουσιν οὗτοι τὸν Νεῖλον, ἐσιόντα ἐς λίμνην καὶ διʼ αὐτῆς διεξιόντα ὥσπερ ἐκ χέρσου, μετὰ τοῦτο ἤδη διʼ Αἰθιοπίας τῆς κάτω καὶ ἐς Αἴγυπτον ῥεύσαντα ἐπὶ Φάρον καὶ τὴν ταύτῃ θάλασσαν κατέρχεσθαι.
那些前往苏埃内之上的埃塞俄比亚以及埃塞俄比亚人城市美罗埃的希腊人或埃及人,都说尼罗河流入一个湖泊,并像在陆地上一样穿过它,此后流经下埃塞俄比亚和埃及,向下注入法罗斯及该处的海洋。
ἐν δὲ τῇ γῇ ποταμὸν τῇ Ἑβραίων Ἰάρδανον καὶ αὐτὸς οἶδα λίμνην Τιβεριάδα ὀνομαζομένην διοδεύοντα, ἐς δὲ λίμνην ἑτέραν καλουμένην θάλασσαν Νεκράν, ἐς ταύτην ἐσιόντα καὶ ὑπὸ τῆς λίμνης αὐτὸν ἀναλούμενον.
我自己也知道,在希伯来人的土地上,约旦河流经一个名为提比里亚的湖泊,并流入另一个被称为死海的湖泊,最终被该湖泊所吞没(吸收)。

词汇与语法注释

  1. 5.7.1ἰδόντι — 意为“对于看见的人”,属于表示判断标准或关联的“关系与格”(dativus iudicantis)。
  2. 5.7.2ὡς ἀνὴρ εἴη ... ἐρασθῆναι δὲ — 属于间接引语中句法交替(anacoluthon)的现象。在引导传闻(λέγεται)内容的 ὡς 从句(带有希求法 εἴη)之后,紧接着用并列连词 δέ 连接的不定式(ἐρασθῆναι, κυνηγετεῖν)。
  3. 5.7.3οὐκ ἔστιν ὅπως ἀπιστήσω — 意为“不可能不相信”或“无法不相信”的强肯定表达,在 ὅπως 之后使用虚拟式过去时动词 ἀπιστήσω。
  4. 5.7.4τὸν Νεῖλον ... κατέρχεσθαι — 受主句动词 λέγουσιν 支配的“对格不定式结构”。对格主语 τὸν Νεῖλον 之后插入了多个修饰它的分词(ἐσιόντα, διεξιόντα, ῥεύσαντα),最后才连接到句末的不定式动词 κατέρχεσθαι,构成一个复杂的长句。

引用这一段

保萨尼亚斯, 希腊志 §5.7.1-5.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.7.1-5.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。