§5.5.1χρόνῳ δὲ ὕστερον Ἀριστότιμος ὁ Δαμαρέτου τοῦ Ἐτύμονος τυραννίδα ἔσχεν ἐν Ἠλείᾳ, συμπαρασκευάσαντος αὐτῷ τὰ ἐς τὴν ἐπίθεσιν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ἐν Μακεδονίᾳ·
很久以后,埃提蒙之子达马雷托斯之子阿里斯托蒂莫斯在伊利斯确立了僭主统治,这得到了当时统治马其顿的德米特里之子安提柯的协助。
τὸν δὲ Ἀριστότιμον μῆνας τυραννήσαντα ἓξ καταλύουσιν ἐπαναστάντες Χίλων καὶ Ἑλλάνικος καὶ Λάμπις τε καὶ Κύλων, οὗτος δὲ καὶ αὐτοχειρίᾳ τὸν τύραννον ἀπέκτεινεν ὁ Κύλων ἐπὶ Διὸς Σωτῆρος βωμὸν καταφυγόντα ἱκέτην.
在阿里斯托蒂莫斯实行了六个月的僭主统治之后,起义的希隆、赫拉尼克斯、兰皮斯和屈隆推翻了他;这位屈隆甚至亲手杀死了逃到救主宙斯祭坛求庇护的僭主。
τὰ μὲν δὴ ἐς πόλεμον τοιαῦτα ὑπῆρχεν Ἠλείοις, ὡς περὶ αὐτῶν ἡμῖν ἐν τῷ παρόντι ἀπαριθμῆσαι μετρίως·
伊利斯人的战事大抵如此,我们在目前对此进行适度的列举。
§5.5.2θαυμάσαι δʼ ἄν τις ἐν τῇ γῇ τῇ Ἠλείᾳ τήν τε βύσσον, ὅτι ἐνταῦθα μόνον, ἑτέρωθι δὲ οὐδαμοῦ τῆς Ἑλλάδος φύεται, καὶ ὅτι ἐν τῇ ὑπερορίᾳ καὶ οὐκ ἐντὸς τῆς χώρας αἱ ἵπποι σφίσιν ἐκύισκον ἐκ τῶν ὄνων.
人们或许会惊叹于伊利斯土地上的细麻,因为它仅在此地生长,在希腊的其他任何地方都不生长;并且,他们的母马只有在国境之外才能由公驴受孕,而在国内则不能。
καὶ τούτου μὲν κατάραν τινὰ ἐλέγετο γενέσθαι τὸ αἴτιον·
据说后一件事的原因在于某种诅咒。
ἡ δὲ βύσσος ἡ ἐν τῇ Ἠλείᾳ λεπτότητος μὲν ἕνεκα οὐκ ἀποδεῖ τῆς Ἑβραίων, ἔστι δὲ οὐχ ὁμοίως ξανθή.
伊利斯的细麻在纤细程度上不亚于希伯来人的细麻,但颜色没有那样黄。
§5.5.3ἰόντι δὲ ἀπὸ τῆς Ἠλείας χωρίον ἐστὶν ἐπὶ θάλασσαν καθῆκον, ὃ ὀνομάζεται μὲν Σαμικόν, ἐν δεξιᾷ δὲ ὑπὲρ αὐτὸ ἥ τε Τριφυλία καλουμένη καὶ πόλις ἐστὶν ἐν τῇ Τριφυλίᾳ Λέπρεος.
从伊利斯走,有一处延伸至海边的土地,被称为萨米孔。 在它右边的高处是被称为三非利亚的地区,三非利亚有一座城市叫雷普雷奥斯。
ἐθέλουσι μὲν δὴ οἱ Λεπρεᾶται μοῖρα εἶναι τῶν Ἀρκάδων, φαίνονται δὲ Ἠλείων κατήκοοι τὸ ἐξ ἀρχῆς ὄντες·
雷普雷奥斯人希望自己是阿卡迪亚人的一部分,但他们显然从一开始就是伊利斯人的臣属。
καὶ ὅσοι αὐτῶν Ὀλύμπια ἐνίκησαν, Ἠλείους ἐκ Λεπρέου σφᾶς ὁ κῆρυξ ἀνεῖπε.
每当他们中有人在奥林匹亚竞技会上获胜,报幕官就会宣布他们是“来自雷普雷奥斯的伊利斯人”。
καὶ Ἀριστοφάνης ἐποίησεν ὡς Λέπρεος εἴη πόλισμα Ἠλείων.
阿里斯托芬也曾作诗称雷普雷奥斯是伊利斯人的小镇。
ἔστι δὲ ὁδὸς ἐς Λέπρεον ἀπὸ μὲν Σαμικοῦ τὸν Ἄνιγρον ποταμὸν ἀφέντι ἐν ἀριστερᾷ, ἑτέρα δὲ ἐξ Ὀλυμπίας, τρίτη δὲ ἐξ Ἤλιδος·
去往雷普雷奥斯有几条路:一条是从萨米孔出发,将阿尼格罗斯河留在左边;另一条是从奥林匹亚出发;第三条是从伊利斯出发。
ἡμερήσιος δὲ αὐτῶν ἐστιν ἡ μακροτάτη.
其中最长的路程也只需一天。
§5.5.4τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομά φασιν ἀπὸ τοῦ οἰκιστοῦ Λεπρέου τοῦ Πυργέως.
据说这座城市的名字得自其奠基人——皮尔戈斯之子雷普雷奥斯。
ἐλέγετο δὲ καὶ ὡς πρὸς Ἡρακλέα ἐρίσειεν ὁ Λεπρέος μὴ ἀποδεῖν τοῦ Ἡρακλέους ἐσθίων·
据说雷普雷奥斯还曾与赫拉克勒斯竞争,声称在食量上不亚于赫拉克勒斯。
ἐπεὶ δὲ ἑκάτερος βοῦν αὐτῶν ἐν ἴσῳ τῷ καιρῷ κατέσφαξε καὶ εὐτρέπισεν ἐς τὸ δεῖπνον, καὶ ἦν ὥσπερ καὶ ὑφίστατο ὁ Λεπρέος φαγεῖν οὐκ ἀδυνατώτερος τοῦ Ἡρακλέους, ἐτόλμησε τὸ μετὰ τοῦτο προκαλέσασθαι καὶ ἐς ἀγῶνα ὅπλων αὐτόν.
当他们两人在同一时间各自宰杀了一头牛并准备好晚餐时,雷普雷奥斯证明了自己正如他所承诺的那样,在吃东西的能力上不比赫拉克勒斯逊色。 此后,他甚至胆敢挑战赫拉克勒斯进行武装决斗。
καὶ ἀποθανεῖν τε Λεπρέον κρατηθέντα τῇ μάχῃ καὶ ἐν τῇ Φιγαλέων ταφῆναι λέγουσιν·
据说雷普雷奥斯在战斗中被击败并被杀,葬在菲加利亚人的领地内。
οὐ μὴν εἶχόν γε οἱ Φιγαλεῖς ἀποφῆναι Λεπρέου μνῆμα.
然而,菲加利亚人并不能指示出雷普雷奥斯的坟墓。
§5.5.5ἤδη δὲ ἤκουσα θυγατρὶ τοῦ Πυργέως Λεπρέᾳ προσποιούντων τὸν οἰκισμόν·
我已经听到过有人将建城归功于皮尔戈斯的女儿雷普雷亚。
οἱ δὲ τοῖς πρῶτον οἰκήσασιν ἐν τῇ γῇ νόσον φασὶν ἐπιγενέσθαι λέπραν καὶ οὕτω τὸ ὄνομα λαβεῖν τὴν πόλιν ἐπὶ τῶν οἰκητόρων τῇ συμφορᾷ.
而另一些人则说,最初居住在这片土地上的人们感染了癞病,因此这座城市根据其居民的灾祸而得名。
γενέσθαι δὲ οἱ Λεπρεῖταί σφισιν ἔλεγον ἐν τῇ πόλει Λευκαίου Διὸς ναὸν καὶ Λυκούργου τάφον τοῦ Ἀλέου καὶ ἄλλον Καύκωνος· τούτῳ δὲ καὶ ἐπίθημα ἄνδρα ἐπεῖναι λύραν ἔχοντα.
雷普雷奥斯人说,他们城里有白辉宙斯的神庙、阿莱奥斯之子吕库古的坟墓,以及另一座考孔的坟墓;在后者的墓碑上,有一尊手持竖琴的男子雕像。