§5.5.1χρόνῳ δὲ ὕστερον Ἀριστότιμος ὁ Δαμαρέτου τοῦ Ἐτύμονος τυραννίδα ἔσχεν ἐν Ἠλείᾳ, συμπαρασκευάσαντος αὐτῷ τὰ ἐς τὴν ἐπίθεσιν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ἐν Μακεδονίᾳ·
At a later time, Aristotimus, the son of Damaretus, the son of Etymon, established a tyranny in Elis, with the assistance of Antigonus, the son of Demetrius, who was then king in Macedonia.
τὸν δὲ Ἀριστότιμον μῆνας τυραννήσαντα ἓξ καταλύουσιν ἐπαναστάντες Χίλων καὶ Ἑλλάνικος καὶ Λάμπις τε καὶ Κύλων, οὗτος δὲ καὶ αὐτοχειρίᾳ τὸν τύραννον ἀπέκτεινεν ὁ Κύλων ἐπὶ Διὸς Σωτῆρος βωμὸν καταφυγόντα ἱκέτην.
After Aristotimus had ruled as tyrant for six months, Chilon, Hellanicus, Lampis, and Cylon rose up and deposed him; and Cylon killed the tyrant with his own hand as he fled to the altar of Zeus the Savior as a suppliant.
τὰ μὲν δὴ ἐς πόλεμον τοιαῦτα ὑπῆρχεν Ἠλείοις, ὡς περὶ αὐτῶν ἡμῖν ἐν τῷ παρόντι ἀπαριθμῆσαι μετρίως·
Such were the military events of the Eleans, so that we may enumerate them moderately for the present.
§5.5.2θαυμάσαι δʼ ἄν τις ἐν τῇ γῇ τῇ Ἠλείᾳ τήν τε βύσσον, ὅτι ἐνταῦθα μόνον, ἑτέρωθι δὲ οὐδαμοῦ τῆς Ἑλλάδος φύεται, καὶ ὅτι ἐν τῇ ὑπερορίᾳ καὶ οὐκ ἐντὸς τῆς χώρας αἱ ἵπποι σφίσιν ἐκύισκον ἐκ τῶν ὄνων.
One might wonder at the fine flax in the land of Elis, because it grows only here and nowhere else in Greece, and because their mares are impregnated by asses only outside the borders and not within the country.
καὶ τούτου μὲν κατάραν τινὰ ἐλέγετο γενέσθαι τὸ αἴτιον·
And they said that the cause of this latter fact was a certain curse.
ἡ δὲ βύσσος ἡ ἐν τῇ Ἠλείᾳ λεπτότητος μὲν ἕνεκα οὐκ ἀποδεῖ τῆς Ἑβραίων, ἔστι δὲ οὐχ ὁμοίως ξανθή.
The fine flax of Elis is not inferior to that of the Hebrews in fineness, but it is not as yellow.
§5.5.3ἰόντι δὲ ἀπὸ τῆς Ἠλείας χωρίον ἐστὶν ἐπὶ θάλασσαν καθῆκον, ὃ ὀνομάζεται μὲν Σαμικόν, ἐν δεξιᾷ δὲ ὑπὲρ αὐτὸ ἥ τε Τριφυλία καλουμένη καὶ πόλις ἐστὶν ἐν τῇ Τριφυλίᾳ Λέπρεος.
As one goes from Elis, there is a place reaching down to the sea, which is called Samicum, and on the right above it is the region called Triphylia, and in Triphylia is the city Lepreus.
ἐθέλουσι μὲν δὴ οἱ Λεπρεᾶται μοῖρα εἶναι τῶν Ἀρκάδων, φαίνονται δὲ Ἠλείων κατήκοοι τὸ ἐξ ἀρχῆς ὄντες· καὶ ὅσοι αὐτῶν Ὀλύμπια ἐνίκησαν, Ἠλείους ἐκ Λεπρέου σφᾶς ὁ κῆρυξ ἀνεῖπε.
Now the Lepreans wish to be a portion of the Arcadians, but they appear to have been subjects of the Eleans from the beginning; and whenever any of them won at the Olympic games, the herald proclaimed them as Eleans from Lepreus.
καὶ Ἀριστοφάνης ἐποίησεν ὡς Λέπρεος εἴη πόλισμα Ἠλείων.
Aristophanes also represented Lepreus as a town of the Eleans.
ἔστι δὲ ὁδὸς ἐς Λέπρεον ἀπὸ μὲν Σαμικοῦ τὸν Ἄνιγρον ποταμὸν ἀφέντι ἐν ἀριστερᾷ, ἑτέρα δὲ ἐξ Ὀλυμπίας, τρίτη δὲ ἐξ Ἤλιδος· ἡμερήσιος δὲ αὐτῶν ἐστιν ἡ μακροτάτη.
There is a road to Lepreus from Samicum, leaving the river Anigrus on the left; another from Olympia, and a third from Elis; the longest of these is a day's journey.
§5.5.4τεθῆναι δὲ τῇ πόλει τὸ ὄνομά φασιν ἀπὸ τοῦ οἰκιστοῦ Λεπρέου τοῦ Πυργέως.
They say that the name was given to the city after its founder Lepreus, the son of Pyrgeus.
ἐλέγετο δὲ καὶ ὡς πρὸς Ἡρακλέα ἐρίσειεν ὁ Λεπρέος μὴ ἀποδεῖν τοῦ Ἡρακλέους ἐσθίων· ἐπεὶ δὲ ἑκάτερος βοῦν αὐτῶν ἐν ἴσῳ τῷ καιρῷ κατέσφαξε καὶ εὐτρέπισεν ἐς τὸ δεῖπνον, καὶ ἦν ὥσπερ καὶ ὑφίστατο ὁ Λεπρέος φαγεῖν οὐκ ἀδυνατώτερος τοῦ Ἡρακλέους, ἐτόλμησε τὸ μετὰ τοῦτο προκαλέσασθαι καὶ ἐς ἀγῶνα ὅπλων αὐτόν.
It was also said that Lepreus competed with Heracles, claiming to be no inferior to Heracles in eating; and when each of them slaughtered an ox at the same time and prepared it for dinner, and Lepreus proved to be, as he had undertaken, no less capable of eating than Heracles, he dared after this to challenge him also to a contest in arms.
καὶ ἀποθανεῖν τε Λεπρέον κρατηθέντα τῇ μάχῃ καὶ ἐν τῇ Φιγαλέων ταφῆναι λέγουσιν· οὐ μὴν εἶχόν γε οἱ Φιγαλεῖς ἀποφῆναι Λεπρέου μνῆμα.
And they say that Lepreus was defeated in the fight and killed, and was buried in the land of the Phigalians; yet the Phigalians were not able to show a monument of Lepreus.
§5.5.5ἤδη δὲ ἤκουσα θυγατρὶ τοῦ Πυργέως Λεπρέᾳ προσποιούντων τὸν οἰκισμόν· οἱ δὲ τοῖς πρῶτον οἰκήσασιν ἐν τῇ γῇ νόσον φασὶν ἐπιγενέσθαι λέπραν καὶ οὕτω τὸ ὄνομα λαβεῖν τὴν πόλιν ἐπὶ τῶν οἰκητόρων τῇ συμφορᾷ.
But I have already heard some who attribute the founding to Leprea, a daughter of Pyrgeus; and others say that the disease of leprosy fell upon those who first inhabited the land, and thus the city took its name from the misfortune of its inhabitants.
γενέσθαι δὲ οἱ Λεπρεῖταί σφισιν ἔλεγον ἐν τῇ πόλει Λευκαίου Διὸς ναὸν καὶ Λυκούργου τάφον τοῦ Ἀλέου καὶ ἄλλον Καύκωνος· τούτῳ δὲ καὶ ἐπίθημα ἄνδρα ἐπεῖναι λύραν ἔχοντα.
The Lepreans said that there were in their city a temple of Zeus Leucaeus, the tomb of Lycurgus, the son of Aleus, and another tomb of Caucon; and upon this latter there is a monument of a man holding a lyre.