Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.5.6-5.5.11

阿尼格罗斯河的恶臭与治愈之洞

第 190 段,共 465 段 · 希腊语

内容简介

在介绍了雷普雷奥斯简陋的德墨忒尔神庙和阿雷涅泉之后,作者介绍了阿尼格罗斯河的性质,该河散发恶臭并形成危险的流沙,同时给出了关于其臭味的休戚神话和自然科学解释,并提及了能治愈皮肤病的阿尼格里德斯宁芙洞穴。

§5.5.6κατὰ δὲ ἐμὲ οὔτε μνῆμα ἐπίσημον οὔτε ἱερὸν ἦν θεῶν σφισιν οὐδενὸς πλήν γε Δήμητρος·
但在我的时代,除了德墨忒尔的之外,他们既没有显著的陵墓,也没有任何神明的神庙。
πλίνθου δὲ καὶ τοῦτο ἐπεποίητο ὠμῆς καὶ οὐδὲν παρείχετο ἄγαλμα.
即使是这所神庙也是用生砖建造的,并且没有提供任何神像。
Λεπρεατῶν δέ ἐστιν οὐ πόρρω τῆς πόλεως Ἀρήνη καλουμένη πηγή, καὶ τὸ ὄνομα ἀπὸ τῆς Ἀφαρέως γυναικὸς τεθῆναι λέγουσι τῇ πηγῇ.
在距离雷普雷奥斯人的城市不远的地方,有一口被称为阿雷涅的泉水,据说这口泉的名字是根据阿法雷乌斯的妻子命名的。
§5.5.7ἀναστρέψαντι δὲ αὖθις ἐπὶ τὸ Σαμικὸν καὶ διοδεύοντι τὸ χωρίον, Ἄνιγρος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν.
对于再次转向萨米孔并穿过该地区的人来说,阿尼格罗斯河注入大海。
τούτου τὸ ῥεῦμα τοῦ ποταμοῦ πολλάκις ἀνείργουσιν οἱ ἄνεμοι βίαιοι πνέοντες·
这股河流常常被吹来的烈风阻挡,因为风将海中的沙子吹向河口,阻止了水分向前流动。
φοροῦντες γὰρ κατʼ αὐτὸν τὴν θῖνα ἐκ τοῦ πελάγους ἐπέχουσι τοῦ πρόσω τὸ ὕδωρ. ὁπότε οὖν ἀμφοτέρωθεν ἡ ψάμμος ὑπό τε τῆς θαλάσσης καὶ τὰ ἐντὸς ὑπὸ τοῦ ποταμοῦ διάβροχος γένοιτο, ἐνταῦθα καὶ ὑποζυγίοις καὶ ἀνδρὶ ἔτι μᾶλλον εὐζώνῳ καταδῦναι κίνδυνός ἐστιν ἐς αὐτήν.
因此,每当两边的沙子——外有海水、内有河水——都被浸透时,无论对于驮畜,还是对于行动敏捷的人来说,都有陷入其中的危险。
§5.5.8ὁ δὲ Ἄνιγρος οὗτος ἐξ Ἀρκαδικοῦ μὲν κάτεισιν ὄρους Λαπίθου, παρέχεται δὲ εὐθὺς ἀπὸ τῶν πηγῶν ὕδωρ οὐκ εὐῶδες, ἀλλὰ καὶ δύσοσμον δεινῶς.
这条阿尼格罗斯河从阿卡迪亚的拉皮索斯山流下,其源头处流出的水不仅不香,反而散发着可怕的恶臭。
πρὶν δὲ ἢ καταδέξασθαι τὸν Ἀκίδαντα καλούμενον δῆλός ἐστιν οὐδὲ ἀρχὴν τρέφων ἰχθῦς· μετὰ δὲ τοῦτον ἐσβαλόντα ὅσοι τῶν ἰχθύων ὁμοῦ τῷ ὕδατι αὐτοῦ κατίασιν ἐς τὸν Ἄνιγρον, οὐ σφᾶς ἔτι ἐδωδίμους ἔχουσιν ἄνθρωποι, τὰ πρότερα, ἢν ἐντὸς ἁλῶσι τοῦ Ἀκίδαντος, ἐδωδίμους ὄντας.
在接纳被称为阿基达斯河的支流之前,显然它根本不养鱼;但在这条河汇入之后,凡是随其水流下进入阿尼格罗斯河的鱼,人们便不再能食用它们,尽管在此之前,如果是在阿基达斯河境内被捕获的话,它们还是可以食用的。
§5.5.9ὅτι δὲ τῷ Ἀκίδαντι ὄνομα Ἰάρδανος ἦν τὸ ἀρχαῖον, αὐτὸς μὲν οὐδαμόθεν συνεβαλόμην, ἀκούσας δὲ ἀνδρὸς Ἐφεσίου λέγω τὸν λόγον.
至于阿基达斯河古代的名字是亚尔达诺斯,我自己无法从任何地方推断出来,但因为从一个以弗所人那里听到了,所以我讲述这个说法。
τῷ δὲ Ἀνίγρῳ τὸ ἄτοπον εἶναι τῆς ὀσμῆς ἀπὸ τῆς γῆς πείθομαι διʼ ἧς ἄνεισι τὸ ὕδωρ, καθὰ δὴ καὶ τοῖς ὑπὲρ Ἰωνίας ἐστὶν ὕδασι τὸ αὐτὸ αἴτιον, ὁπόσων ἡ ἀτμὶς ὀλέθριός ἐστιν ἀνθρώπῳ.
至于阿尼格罗斯河异样的臭味,我深信是由于水所穿过并涌出的泥土所致,这正像在爱奥尼亚上方的水源中也有着同样的原因,那些水的蒸气对人来说是致命的。
§5.5.10Ἑλλήνων δὲ οἱ μὲν Χίρωνα, οἱ δὲ ἄλλον Κένταυρον Πυλήνορα τοξευθέντα ὑπὸ Ἡρακλέους καὶ φυγόντα τραυματίαν φασὶν ἐν τῷ ὕδατι ἀπολοῦσαι τούτῳ τὸ ἕλκος, καὶ ἀπὸ τῆς ὕδρας τοῦ ἰοῦ γενέσθαι δυσχερῆ τῷ Ἀνίγρῳ τὴν ὀσμήν· οἱ δὲ ἐς Μελάμποδα τὸν Ἀμυθάονος καὶ ἐς τῶν Προίτου θυγατέρων τὰ καθάρσια ἐμβληθέντα ἐνταῦθα ἀνάγουσι τὴν αἰτίαν τοῦ ἐπὶ τῷ ποταμῷ παθήματος.
希腊人中,有人说喀戎,也有人说另一个名为皮勒诺耳的肯陶洛斯人,在被赫拉克勒斯射中并受伤逃跑后,在这水中清洗了伤口,于是因为许德拉的毒液,使得阿尼格罗斯河产生恶臭;但另一些人则把该河状况的原因归结于阿米塔翁之子梅兰普斯,以及他将普洛伊托斯诸女的净化之物投弃于此。
§5.5.11ἔστι δὲ ἐν τῷ Σαμικῷ σπήλαιον οὐκ ἄπωθεν τοῦ ποταμοῦ, καλούμενον Ἀνιγρίδων νυμφῶν.
在萨米孔有一处距离河流不远的洞穴,被称为阿尼格里德斯宁芙的洞穴。
ὃς δʼ ἂν ἔχων ἀλφὸν ἢ λεύκην ἐς αὐτὸ ἐσέλθῃ, πρῶτα μὲν ταῖς νύμφαις εὔξασθαι καθέστηκεν αὐτῷ καὶ ὑποσχέσθαι θυσίαν ὁποίαν δή τινα, μετὰ δὲ ἀποσμήχει τὰ νοσοῦντα τοῦ σώματος· διανηξάμενος δὲ τὸν ποταμὸν ὄνειδος μὲν ἐκεῖνο κατέλιπεν ἐν τῷ ὕδατι αὐτοῦ, ὁ δὲ ὑγιής τε ἄνεισι καὶ ὁμόχρως.
凡是患有白癣或白斑的人进入其中,首先规定他必须向宁芙们祈祷并许诺某种祭品,然后擦拭身体的患部;在游泳渡过这条河后,他就把那丑陋的病痛留在了河水之中,而他自己则健康且肤色均匀地走上岸来。

词汇与语法注释

  1. §5.5.7ἀναστρέψαντι δὲ αὖθις — 与格分词 ἀναστρέψαντι 及其后连带的 διοδεύοντι 是所谓的“旅行者与格”(或视角与格),并不指代具体的语境行为者,而是表示跟随该路线的泛指主体(“对于返回并穿过的人来说”)。
  2. §5.5.8δῆλός ἐστιν οὐδὲ ἀρχὴν τρέφων ἰχθῦς — 形容词 δῆλος 采用的是人称结构(δῆλός ἐστιν + 分词),而非无人称结构(δῆλόν ἐστιν ὅτι...),其主语为阿尼格罗斯河(“它显然不养鱼”)。此外,宾格短语 οὐδὲ ἀρχὴν 与否定词连用,在副词意义上表示“根本不/完全不”。
  3. §5.5.10ἐς Μελάμποδα ... καὶ ἐς τῶν Προίτου θυγατέρων τὰ καθάρσια ἐμβληθέντα — 在介词 ἐς 所引导的两个并列要素中,后者由“名词(τὰ καθάρσια)+ 被动分词(ἐμβληθέντα)”构成。类似于拉丁语中的 ab urbe condita 结构,它表示的是“净化之物被投入其中”这一事件本身作为介词的宾语(原因的归属)。
  4. §5.5.11καθέστηκεν αὐτῷ — 动词 καθέστηκenc(καθίστημι 的完成时)在此处作无人称动词使用,并带有一个与格(αὐτῷ)和不定式(εὔξασθαι... 和 ὑποσχέσθαι),表示“为他规定/他有义务去……”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.5.6-5.5.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.5.6-5.5.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。