Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.4.1-5.4.9

奥克叙洛斯的统治与伊菲托斯重振竞技会

第 188 段,共 465 段 · 希腊语

内容简介

本章节叙述了奥克叙洛斯如何通过单挑决斗确立对伊利斯的统治并繁荣该城,以及其子埃托洛斯在城门边界的奇特安葬。随后详细记载了伊菲托斯对奥林匹亚竞技会的重振,并概述了此后伊利斯人在希腊历史与军事盟约中的变迁。

§5.4.1λέγεται δὲ καὶ ἄλλο ἐπὶ τῷ Ὀξύλῳ τοιόνδε, ὡς τοὺς παῖδας ὑποπτεύσειε τοῦ Ἀριστομάχου, μὴ τὴν Ἠλείαν τε ἰδόντες ἀγαθὴν οὖσαν καὶ ἐξειργασμένην διὰ πάσης οὐκ ἐθελήσωσιν ἔτι αὐτῷ διδόναι τὴν γῆν, καὶ τοῦδε ἕνεκα διὰ τῶν Ἀρκάδων καὶ οὐ διὰ τῆς Ἠλείας τοῖς Δωριεῦσιν ἡγήσατο.
关于奥克叙洛斯,还流传着另外一件事:据说他怀疑阿里斯托马科斯的儿子们,担心他们一旦看到伊利斯的土地如此肥沃且开垦得极其完备,便不再愿意将这片土地赐予他,因此他带领多利安人穿过阿卡迪亚,而没有穿过伊利斯。
Ὀξύλῳ δὲ σπεύσαντι ἀμαχεὶ λαβεῖν τὴν Ἠλείων ἀρχὴν Δῖος οὐκ εἶκε, πρόκλησιν δὲ ἐποιεῖτο μὴ σφᾶς παρασκευῇ τῇ πάσῃ διακινδυνεῦσαι, προκριθῆναι δὲ ἀφʼ ἑκατέρων στρατιώτην ἕνα ἐς τὴν μάχην·
然而,当奥克叙洛斯急于不战而降服伊利斯的统治权时,迪奥斯并未屈服,而是提出挑战,提议双方不要动用全部武装力量来冒险决战,而是各推选出一名士兵来进行决斗。
§5.4.2καί πως συνήρεσε ταῦτα ἀμφοτέροις, οἱ δὲ ἐς τὸ ἔργον προταχθέντες Δέγμενός τε Ἠλεῖος ἦν τοξότης καὶ παρὰ τῶν Αἰτωλῶν Πυραίχμης σφενδόνην δεδιδαγμένος.
这一提议设法得到了双方的赞同,而被他们推选出来进行决斗的人,在伊利斯人一方是弓箭手德格梅诺斯,在埃托利亚人一方则是精通投石器的皮赖克梅斯。
κρατήσαντος δὲ τοῦ Πυραίχμου τήν τε βασιλείαν ἔσχεν Ὄξυλος καὶ Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν, συνοίκους δέ σφισι τοὺς Αἰτωλοὺς ἐπὶ ἀναδασμῷ τῆς χώρας ἐπεισήγαγε.
皮赖克梅斯获胜后,奥克叙洛斯获得了王位。 他允许古老的厄斐伊奥斯人在其他方面保留原有的财产,但以重新分配土地为条件,引入埃托利亚人与他们共同居住。
καὶ Δίῳ τε ἀπένειμε γέρα καὶ ἥρωσι τοῖς τε ἄλλοις κατὰ τὰ ἀρχαῖα ἐφύλαξε τὰς τιμὰς καὶ Αὐγέᾳ τὰ ἐς τὸν ἐναγισμὸν ἔτι καὶ ἐς ἡμᾶς αὐτῷ καθεστηκότα.
他还赐予迪奥斯特权,并按照古礼保留了其他英雄的荣誉,同时对奥革阿斯,也维持了直至今日仍为他举行的祭祀亡灵的仪式。
§5.4.3λέγεται δὲ ὡς καὶ τοὺς ἀνθρώπους ἐκ τῶν κωμῶν, ὅσοι τοῦ τείχους οὐ πολὺ ἀφεστήκεσαν, κατελθεῖν ἔπεισεν ἐς τὴν πόλιν καὶ πλήθει τε οἰκητόρων μείζονα καὶ εὐδαιμονεστέραν ἐς τὰ ἄλλα ἀπέφηνε τὴν Ἦλιν.
据说他还说服了那些离城墙不远的各村落居民迁入城内,并通过增加居民数量,使伊利斯城规模更大,且在其他方面更为繁荣。
ἀφίκετο δὲ αὐτῷ καὶ ἐκ Δελφῶν χρησμός, τὸν Πελοπίδην ἐπάγεσθαι συνοικιστήν·
此外,来自德尔斐的神谕传到他那里,命令他引入一位奥莱斯忒斯的后代作为共同奠基人。
Ὄξυλος δὲ τὴν ζήτησιν ἐποιεῖτο σπουδῇ καὶ ἀναζητῶν εὗρεν Ἀγώριον τὸν Δαμασίου τοῦ Πενθίλου τοῦ Ὀρέστου, καὶ αὐτόν τε ἐξ Ἑλίκης τῆς Ἀχαιῶν καὶ σὺν τῷ Ἀγωρίῳ μοῖραν τῶν Ἀχαιῶν ἐπηγάγετο οὐ πολλήν.
奥克叙洛斯急切地进行寻找,在搜寻之后,找到了阿戈里奥斯,他是奥莱斯忒斯之子宾希洛斯之子达马西阿斯的儿子。 他将阿戈里奥斯从阿开亚的赫利刻请来,并随同阿戈里奥斯一同引入了一小部分阿开亚人。
§5.4.4τῷ δὲ Ὀξύλῳ Πιερίαν μὲν τῇ γυναικὶ ὄνομα εἶναι λέγουσι, πέρα δὲ τὰ ἐς αὐτὴν οὐ μνημονεύουσιν.
据说奥克叙洛斯的妻子名叫皮埃里亚,但关于她,人们没有留下更多的记载。
Ὀξύλου δὲ γενέσθαι παῖδάς φασιν Αἰτωλὸν καὶ Λαΐαν·
据说奥克叙洛斯生子埃托洛斯和莱阿斯。
προαποθανόντος δὲ Αἰτωλοῦ θάπτουσιν αὐτὸν οἱ γονεῖς ἐν αὐτῇ ποιησάμενοι τῇ πύλῃ τὸ μνῆμα, ἥτις ἐπʼ Ὀλυμπίαν καὶ τὸ ἱερὸν ἄγει τοῦ Διός·
当埃托洛斯先于父母去世时,父母将他安葬在通往奥林匹亚及宙斯神庙的城门里,并在那里为他修建了陵墓。
ἔθαψαν δὲ αὐτὸν οὕτω κατὰ μαντείαν, ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός.
他们之所以这样安葬他,是根据神谕,好让死者的遗体既不在城外,也不在城内。
ἐναγίζει δὲ ὁ γυμνασίαρχος ἔτι καὶ ἐς ἐμὲ καθʼ ἕκαστον ἔτος τῷ Αἰτωλῷ.
直至我的时代,体育馆长每年仍会向埃托洛斯献祭。
§5.4.5μετὰ δὲ Ὄξυλον Λαΐας ἔσχεν ὁ Ὀξύλου τὴν ἀρχήν.
在奥克叙洛斯之后,他的儿子莱阿斯掌握了统治权。
οὐ μὴν τούς γε ἀπογόνους αὐτοῦ βασιλεύοντας εὕρισκον, καὶ σφᾶς ἐπιστάμενος ὅμως παρίημι· οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας.
然而,我并未发现他的后代仍作为国王统治,虽然我了解他们,但还是决定将他们略过;因为我不想将我的记叙降格到普通平民身上。
χρόνῳ δὲ ὕστερον Ἴφιτος, γένος μὲν ὢν ἀπὸ Ὀξύλου, ἡλικίαν δὲ κατὰ Λυκοῦργον τὸν γράψαντα Λακεδαιμονίοις τοὺς νόμους, τὸν ἀγῶνα διέθηκεν ἐν Ὀλυμπίᾳ πανήγυρίν τε Ὀλυμπικὴν αὖθις ἐξ ἀρχῆς καὶ ἐκεχειρίαν κατεστήσατο, ἐκλιπόντα ἐπὶ χρόνον ὁπόσος δὴ οὗτος ἦν·
很久以后,伊菲托斯——他血统上是奥克叙洛斯的后代,在年代上与为拉科代蒙人制定法律的吕库古同时代——在奥林匹亚举办了竞技会,并重新确立了曾中断过一段时间(无论这段时间有多长)的奥林匹亚庆典和神圣休战。
αἰτίαν δὲ διʼ ἥντινα ἐξέλιπε τὰ Ὀλύμπια, ἐν τοῖς ἔχουσιν ἐς Ὀλυμπίαν τοῦ λόγου δηλώσω.
至于奥林匹亚竞技会中断的原因,我将在关于奥林匹亚的记叙中予以说明。
§5.4.6τῷ δὲ Ἰφίτῳ, φθειρομένης τότε δὴ μάλιστα τῆς Ἑλλάδος ὑπὸ ἐμφυλίων στάσεων καὶ ὑπὸ νόσου λοιμώδους, ἐπῆλθεν αἰτῆσαι τὸν ἐν Δελφοῖς θεὸν λύσιν τῶν κακῶν·
当时,希腊正因内讧和瘟疫而遭受极大的破坏,伊菲托斯便想到去请求德尔斐的神明指明解脱这些灾难的方法。
καί οἱ προσταχθῆναί φασιν ὑπὸ τῆς Πυθίας ὡς αὐτόν τε Ἴφιτον δέοι καὶ Ἠλείους τὸν Ὀλυμπικὸν ἀγῶνα ἀνανεώσασθαι.
据说皮托女祭司向他下达了命令,称伊菲托斯本人和伊利斯人必须重振奥林匹亚竞技会。
ἔπεισε δὲ Ἠλείους Ἴφιτος καὶ Ἡρακλεῖ θύειν, τὸ πρὸ τούτου πολέμιόν σφισιν Ἡρακλέα εἶναι νομίζοντας.
伊菲托斯还说服了伊利斯人向赫拉克勒斯献祭,而在此之前,他们一直将赫拉克勒斯视为仇敌。
τὸν δὲ Ἴφιτον τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ φησὶν Αἴμονος παῖδα εἶναι, Ἑλλήνων δὲ οἱ πολλοὶ Πραξωνίδου καὶ οὐχ Αἴμονος εἶναί φασι· τὰ δὲ Ἠλείων γράμματα ἀρχαῖα ἐς πατέρα ὁμώνυμον ἀνῆγε τὸν Ἴφιτον.
奥林匹亚的碑文称伊菲托斯是海蒙之子,但大多数希腊人说他是普拉克索尼德斯之子,而非海蒙之子;然而,伊利斯人的古老记录则将伊菲托斯归于一位同名的父亲。
§5.4.7Ἠλείοις δὲ μέτεστι μὲν πολέμου τοῦ πρὸς Ἰλίῳ, μέτεστι δὲ καὶ ἔργων τῶν κατὰ τὴν Μήδων ἐς τὴν Ἑλλάδα ἔφοδον.
伊利斯人曾参与过对伊利翁的战争,也曾参加过抵御波斯人入侵希腊的战斗。
ὑπερβάντων δὲ ὅσοι σφίσιν ἐγένοντο κίνδυνοι πρὸς Πισαίους τε καὶ Ἀρκάδας ὑπὲρ τῆς διαθέσεως τοῦ ἀγῶνος τοῦ ἐν Ὀλυμπίᾳ, συνεςέβαλον μὲν Λακεδαιμονίοις ἀκουσίως ἐς τὴν Ἀθηναίων, συνέστησαν δὲ μετὰ οὐ πολὺν χρόνον ἐπὶ Λακεδαιμονίους Μαντινεῦσιν ὁμοῦ καὶ Ἀργείοις, ἐπαγόμενοι καὶ τὸ Ἀττικὸν ἐς τὴν συμμαχίαν.
在渡过了因奥林匹亚竞技会的组织权而与比萨人和阿卡迪亚人之间产生的一切危机之后,他们虽然违背意愿,但也曾与拉科代蒙人一同入侵阿提卡;但没过多久,他们便与曼提尼亚人及阿耳戈斯人联手反抗拉科代蒙人,并将雅典人的力量也拉入到了这一同盟之中。
§5.4.8κατὰ δὲ τὴν Ἄγιδος ἐπιστρατείαν ἐς τὴν γῆν καὶ τὴν προδοσίαν τὴν Ξενίου μάχῃ μὲν περὶ Ὀλυμπίαν νικῶσιν οἱ Ἠλεῖοι καὶ τροπὴν ἐργασάμενοι τῶν Λακεδαιμονίων ἐκ τοῦ περιβόλου σφᾶς ἐξήλασαν τοῦ ἱεροῦ· χρόνῳ δὲ ὕστερον ἐπαύθη σφίσιν ὁ πόλεμος κατὰ τὰς συνθήκας ἃς ἐγὼ πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Λακεδαιμονίους ἐδήλωσα.
在阿基斯对伊利斯土地的远征以及克塞尼亚斯的背叛期间,伊利斯人在奥林匹亚周围的战斗中获得了胜利,他们击溃了拉科代蒙人,并将其驱逐出神庙的围墙之外;很久以后,这场战争根据我此前在关于拉科代蒙人的记叙中已经说明过的条约而宣告结束。
§5.4.9Φιλίππου δὲ τοῦ Ἀμύντου οὐκ ἐθέλοντος ἀποσχέσθαι τῆς Ἑλλάδος, προσεχώρησαν μὲν ἐς τὴν συμμαχίαν τῶν Μακεδόνων οἱ Ἠλεῖοι στάσει κακωθέντες ὑπὸ ἀλλήλων, μαχεσθῆναι δὲ οὐχ ὑπέμειναν τοῖς Ἕλλησιν ἐναντία ἐν Χαιρωνείᾳ·
当阿敏塔斯之子腓力不愿放弃对希腊的干涉时,伊利斯人因内讧而彼此削弱,于是加入了马其顿人的同盟,但他们并未能入心在喀罗尼亚与希腊同胞兵戎相见;然而,由于对拉科代蒙人古老的仇恨,他们参与了腓力对拉科代蒙人领土的入侵。
τῆς δὲ ἐφόδου Φιλίππῳ τῆς ἐπὶ Λακεδαιμονίους μετέσχον κατὰ ἔχθος ἐς αὐτοὺς τὸ ἀρχαῖον, ἀποθανόντος δὲ Ἀλεξάνδρου Μακεδόσι καὶ Ἀντιπάτρῳ μετὰ Ἑλλήνων ἐπολέμησαν.
在亚历山大去世后,他们与希腊人并肩作战,反抗马其顿人和安提帕特。

词汇与语法注释

  1. 5.4.1μὴ ... οὐκ ἐθελήσωσιν — 这是紧跟在表示怀疑或忧虑的动词 `ὑποπτεύσειε` 之后的双重否定句式。连接词 `μὴ` 引导忧虑,在虚拟语气 `ἐθελήσωσιν` 之前加上否定词 `οὐκ` 表示否定性担忧(即“担心他们*不*愿意……”)。
  2. 5.4.2Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν — `τὰ μὲν ἄλλα` 是关系宾格(表示“在其他方面”)。不定式 `μένειν` 作为 `εἴασεν` 的宾语补足语,其逻辑主语为 `Ἐπειοὺς`。介词短语 `ἐπὶ τοῖς αὑτῶν` 意为“保留他们自己的[财产或地位]”。
  3. 5.4.4ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός — 连词 `ὡς` 引导目的从句。由于主句动词为历史时态(`ἔθαψαν`),因此从句动词使用祈愿语气(`γένοιτο`)。这解释了通过将遗体安葬在城门(即分界线)处,从而实现了“既不在城外也不在城内”的物理状态。
  4. 5.4.5οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας — `τι` 是不定代词的中性单数宾格,在此作为副词使用以加强否定词 `οὐ` 的语气(“一点也不”)。不定式 `καταβῆναι` 依赖于 `ἠθέλησα`,比喻性地表示将叙事水平“降到”普通平民(`ἰδιώτας`)的层次。

引用这一段

保萨尼亚斯, 希腊志 §5.4.1-5.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.4.1-5.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。