§5.24.7τούτου δὲ αὖθις ἄλλο ἄγαλμα ἔχεται Διός, τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ τοὺς ἐν Κνίδῳ Χερρονησίους ἀπὸ ἀνδρῶν ἀναθεῖναι πολεμίων φησίν· ἀνέθεσαν δὲ ἑκατέρωθεν παρὰ τὸν Δία Πέλοπά τε καὶ τὸν Ἀλφειὸν ποταμόν.
紧邻此像的是另一尊宙斯雕像,其上的铭文称,克尼多斯的凯尔罗涅索斯居民是用从敌军那里获得的战利品奉献了此像;他们在宙斯的两侧,还奉献了佩洛普斯和阿尔斐乌斯河。
Κνιδίοις δὲ τῆς πόλεως τὸ μὲν πολὺ ἐν τῇ ἠπείρῳ πεπόλισται τῇ Καρικῇ, ἔνθα καὶ τὰ λόγου μάλιστα ἄξια αὐτοῖς ἐστιν, ἡ δὲ καλουμένη Χερρόνησός ἐστιν ἐπὶ τῇ ἠπείρῳ κειμένη νῆσος γεφύρᾳ διαβατὸς ἐξ αὐτῆς· §5.24.8καὶ τὰ ἀναθήματα ἀνέθεσαν ἐν Ὀλυμπίᾳ τῷ Διὶ οἱ ἐνταῦθα οἰκοῦντες, ὡς εἰ τῆς Ἐφεσίων πόλεως οἱ ἔχοντες τὸν ὀνομαζόμενον Κόρησον ἀνάθημα φαῖεν ἰδίᾳ τι ἀναθεῖναι τοῦ Ἐφεσίων κοινοῦ.
对于克尼多斯人而言,他们城市的大部分都建在卡里亚大陆上,那里也有他们最值得一提的事物,而所谓的凯尔罗涅索斯则是紧邻大陆的一个岛屿,可以通过桥梁从大陆前往;居住在彼处的人们在奥林匹亚将这些奉献物献给宙斯,这正如同以弗所城中占有被称为科雷索斯地方的人,宣称他们脱离以弗所共同体而私自献纳了某种奉献物一样。
ἔστι δὲ καὶ πρὸς τῷ τείχει τῆς Ἄλτεως Ζεὺς ἐπὶ ἡλίου τετραμμένος δυσμάς, ἐπίγραμμα οὐδὲν παρεχόμενος· ἐλέγετο δὲ καὶ οὗτος Μομμίου τε καὶ ἀπὸ τοῦ Ἀχαιῶν εἶναι πολέμου.
在阿尔提斯的墙边还有一尊面向落日的宙斯像,没有提供任何铭文;据说这尊像也是穆米乌斯在亚该亚战争后奉献的。
§5.24.9ὁ δὲ ἐν τῷ βουλευτηρίῳ πάντων ὁπόσα ἀγάλματα Διὸς μάλιστα ἐς ἔκπληξιν ἀδίκων ἀνδρῶν πεποίηται· ἐπίκλησις μὲν Ὅρκιός ἐστιν αὐτῷ, ἔχει δὲ ἐν ἑκατέρᾳ κεραυνὸν χειρί.
而在议事堂里的那一尊,在所有宙斯雕像中,是最为使不义之人感到惊恐而制作的;他的别名是霍尔基奥斯(誓言守护者),两手各持一个雷电。
παρὰ τούτῳ καθέστηκε τοῖς ἀθληταῖς καὶ πατράσιν αὐτῶν καὶ ἀδελφοῖς, ἔτι δὲ γυμνασταῖς ἐπὶ κάπρου κατόμνυσθαι τομίων, μηδὲν ἐς τὸν Ὀλυμπίων ἀγῶνα ἔσεσθαι παρʼ αὐτῶν κακούργημα.
在此像旁,竞技者、他们的父亲、兄弟,以及教练,按惯例要在一只被切开的公猪祭肉上起誓,保证自己绝不对奥林匹亚竞技做出任何舞弊行为。
οἱ δὲ ἄνδρες οἱ ἀθληταὶ καὶ τόδε ἔτι προσκατόμνυνται, δέκα ἐφεξῆς μηνῶν ἀπηκριβῶσθαί σφισι τὰ πάντα ἐς ἄσκησιν.
而竞技者们还要追加起誓,声明他们已经连续十个月严格完成了所有的训练。
§5.24.10ὀμνύουσι δὲ καὶ ὅσοι τοὺς παῖδας ἢ τῶν ἵππων τῶν ἀγωνιζομένων τοὺς πώλους κρίνουσιν, ἐπὶ δικαίῳ καὶ ἄνευ δώρων ποιεῖσθαι κρίσιν, καὶ τὰ ἐς τὸν δοκιμαζόμενόν τε καὶ μή, φυλάξειν καὶ ταῦτα ἐν ἀπορρήτῳ.
那些对少年竞技者或参赛马匹的幼马进行裁判的人,也要起誓将公正且不收受贿赂地进行裁判,并且对有关被审查者合格与否的事情保守秘密。
τῷ κάπρῳ δὲ ὅ τι χρῆσθαί σφισι μετὰ τῶν ἀθλητῶν τὸν ὅρκον καθέστηκεν, οὐκ ἐμνημόνευσα ἐπερέσθαι, ἐπεὶ τοῖς γε ἀρχαιοτέροις ἐπὶ ἱερεῖα ἦν καθεστηκός, ἐφʼ ᾧ τις ὅρκον ἐποιήσατο, μηδὲ ἐδώδιμον εἶναι τοῦτο ἔτι ἀνθρώπῳ.
至于在竞技者起誓之后,他们按惯例如何处理这只公猪,我忘记了询问;因为对更古老的人来说,凡是在其上立下誓言的祭品,按规矩是不再可供人类食用的。
δηλοῖ δὲ οὐχ ἥκιστα καὶ Ὅμηρος· §5.24.11τὸν γοῦν κάπρον καθʼ ὅτου τῶν τομίων Ἀγαμέμνων ἐπώμοσεν ἦ μὴν εἶναι τὴν Βρισηίδα ἑαυτοῦ τῆς εὐνῆς ἀπείρατον, τοῦτον τὸν κάπρον ἀφιέμενον ὑπὸ τοῦ κήρυκος ἐποίησεν ἐς θάλασσαν· "
ἦ, καὶ ἀπὸ σφάραγον κάπρου τάμε νηλέι χαλκῷ.
荷马也尤其清楚地表明了这一点;至少,阿伽门农在其切开的祭肉上起誓、保证布里塞伊斯确实未曾与他同床的那只公猪,荷马写到这只公猪被传令官投入了大海: “他说了,并用无情的青铜割断了公猪的喉咙。
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψʼ ἐπιδινήσας, βόσιν ἰχθύσιν.
塔尔提比乌斯将其在空中旋转,投入了灰白大海的无垠深渊,作为鱼类的食粮。
"
οὕτω μὲν τὸ ἀρχαῖον τὰ τοιαῦτα ἐνόμιζον·
” 古时候人们就是这样对待此类事情的。
ἔστι δὲ πρὸ τῶν ποδῶν τοῦ Ὁρκίου πινάκιον χαλκοῦν, ἐπιγέγραπται δὲ ἐλεγεῖα ἐπʼ αὐτοῦ, δεῖμα ἐθέλοντα τοῖς ἐπιορκοῦσι παριστάναι.
而在霍尔基奥斯的脚前有一块青铜小牌,上面刻着哀歌,旨在让那些违背誓言的人心生恐惧。