Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.25.7-5.25.13

阿开亚英雄群像与多座赫拉克勒斯雕像

第 221 段,共 465 段 · 希腊语

内容简介

在描述了阿克拉甘托斯人及其他赫拉克勒斯雕像后,作者介绍了接受赫克托耳决斗挑战的阿开亚英雄群像(由奥纳塔斯创作)。此外,他还描述了与亚马逊人战斗的赫拉克勒斯像、由具有腓基尼渊源的萨索斯人所献纳的赫拉克勒斯像,并讨论了名匠奥纳塔斯的高超技艺。

§5.25.7ἐπὶ δὲ τοῦ αὐτοῦ τείχους τά τε Ἀκραγαντίνων ἀναθήματα καὶ Ἡρακλέους δύο εἰσὶν ἀνδριάντες γυμνοί, παῖδες ἡλικίαν·
在同一面墙上,有阿克拉甘托斯人的奉献物,以及两尊赫拉克勒斯的裸体雕像,在年龄上是少年。
τὸν δὲ ἐν Νεμέᾳ τοξεύοντι ἔοικε λέοντα.
其中一尊看起来像是正在向涅墨亚狮子射箭的男子。
τοῦτον μὲν δὴ τόν τε Ἡρακλέα καὶ ὁμοῦ τῷ Ἡρακλεῖ τὸν λέοντα Ταραντῖνος ἀνέθηκεν Ἱπποτίων, Νικοδάμου δέ ἐστι Μαιναλίου τέχνη·
这尊赫拉克勒斯雕像,以及与赫拉克勒斯在一起的狮子,是由塔拉斯人希波提翁奉献的,是迈纳洛斯人尼科达摩斯的作品。
τὸ δὲ ἄγαλμα τὸ ἕτερον Ἀναξίππου μέν ἐστιν ἀνάθημα Μενδαίου, μετεκομίσθη δὲ ἐνταῦθα ὑπὸ Ἠλείων· τὰ πρὸ τούτου δὲ ἔκειτο ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι, ἣ ἄγει μὲν ἐξ Ἤλιδος ἐς Ὀλυμπίαν, καλεῖται δὲ Ἱερά.
另一尊雕像则是门德人阿纳克西普斯的奉献物,但被伊利斯人移到了这里;此前它立在道路的尽头,这条道路从伊利斯通往奥林匹亚,被称为“圣路”。
§5.25.8ἔστι δὲ καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν.
还有阿开亚民族共同的奉献物,即在赫克托耳挑战希腊男子进行决斗时,接受抽签参加这场争斗的人们。
οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι· ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ, τὸν ἑκάστου κλῆρον ἐσβεβληκὼς ἐς τὴν κυνῆν.
他们手持长矛和盾牌,立在大神庙附近;在他们的对面,在另一个台座上,塑有涅斯托尔,他正将每个人的签投入头盔中。
τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ—τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ῥώμην —, τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ §5.25.9Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον· γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν.
在针对赫克托耳进行抽签的人中,人数共有八个——因为他们中的第九个,即奥德修斯的雕像,据说尼禄将其运往了罗马——在这八个人中,只有在阿伽门农的盾牌上刻有名字;而这个名字也是从右向左书写的。
ὅτου δὲ ὁ ἀλεκτρυών ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω· τῷ δὲ Ἰδομενεῖ γένος ἀπὸ Ἡλίου τοῦ πατρὸς Πασιφάης, Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου.
至于盾牌上以雄鸡为徽章的人,则是米诺斯之孙伊多墨纽斯;伊多墨纽斯拥有源自帕西法厄之父赫利俄斯的血统,人们说这种鸟是献给赫利俄斯的圣禽,并在太阳即将升起时发出预告。
§5.25.10γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ· " τῷ Διὶ τἈχαιοὶ τἀγάλματα ταῦτʼ ἀνέθηκαν, ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.
在台座上也刻有一首铭文: “阿开亚人将这些雕像献给宙斯,他们是神圣的坦塔洛斯之子珀罗普斯的后裔。
" τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον· ὁ δὲ ἀγαλματοποιὸς ὅστις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι· " πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδʼ Ὀνάτα Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων. "
” 这确实刻在这里;但雕塑家是谁,则刻在伊多墨纽斯的盾牌上: “智慧的埃吉纳人奥纳塔斯还有许多其他作品,他即是米康所生的儿子,而这一件也是他的杰作。
§5.25.11οὐ πόρρω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα ἔφιππον γυναῖκα· τοῦτον Εὐαγόρας μὲν γένος Ζαγκλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς.
” 离阿开亚人的奉献物不远处,还有赫拉克勒斯为了腰带与骑马的亚马逊女人战斗的雕像;这是由赞克莱族人欧阿戈拉斯奉献的,由库多尼亚人阿里斯托克勒斯制作。
ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν Ἀριστοκλέα ἔστι· καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφʼ ἡμῶν Μεσσήνην.
阿里斯托克勒斯也可以被列入最古老的雕塑家之列;虽然人们无法确切说出他的年代,但显然他活跃的时期还在赞克莱获得我们这个时代的名称“美塞涅”之前。
§5.25.12Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι· μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει τόξον.
萨索斯人——他们原本是腓尼基人,曾为了寻找欧罗巴,与阿革诺耳之子萨索斯一起从泰尔和腓尼基的其他地方启航——在奥林匹亚献纳了一尊赫拉克勒斯像,其台座与雕像一样也是青铜制的;雕像的高度为十肘,右手执一木棒,左手持一弓。
ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρακλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦντας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος νέμειν τιμάς.
我在萨索斯听说,他们崇拜的是与泰尔人相同的赫拉克勒斯,但后来在他们已经列入希腊人之列时,他们也认可并向安菲特律翁之子赫拉克勒斯献上敬意。
§5.25.13τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον· " υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.
在萨索斯人奉献于奥林匹亚的礼物上,刻有这一首双行诗: “米康之子奥纳塔斯亲自将我完成,他自己居住在埃吉纳的家园里。
" τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.
” 然而,尽管这个奥纳塔斯的雕刻风格属于埃吉纳流派,我们仍不会将他置于任何源自代达罗斯及阿提卡作坊的艺术家之后。

词汇与语法注释

  1. §5.25.7τὸν δὲ ἐν Νεμέᾳ τοξεύοντι ἔοικε λέοντα — 与格分词 `τοξεύοντι` 作为 `ἔοικε`(“像”)的补足语,指代雕像的主体(赫拉克勒斯)。宾格 `λέοντα` 是分词 `τοξεύοντι` 的直接宾语,因此整句意为“(他)看起来像是正在向涅墨亚狮子射箭的人”。
  2. §5.25.8τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ — 此处到 §5.25.9 构成一个冗长的属格名词短语。`ἀριθμὸν` 是关系宾格(“在数量上”),`ὄντων` 是修饰 `κληρουμένων`(“抽签者们”)的属格分词。夹带破折号内的插入句后,该短语与 §5.25.9 中的 `τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον` 相连结。
  3. §5.25.11πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφʼ ἡμῶν Μεσσήνην — 该句采用 `πρὶν ἤ` 补足不定式 `γενέσθαι` 的句型。与格 `τῇ Ζάγκλῃ` 为领有与格(“对于赞克莱而言”)。现代名称 `Μεσσήνην`(美塞涅)作为不定式主语 `τὸ ὄνομα`(“名字”)的同位语,以宾格形式出现。
  4. §5.25.13καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας — 宾格分词 `ὄντα` 与句子的宾语 `Ὀνάταν` 一致。属格 `τέχνης ... Αἰγιναίας` 是性质属格,与 `ἐς τὰ ἀγάλματα`(“关于雕像”)一同构成让步性表达,表示“尽管在雕刻上属于埃吉纳流派”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.25.7-5.25.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.25.7-5.25.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。