§5.24.7τούτου δὲ αὖθις ἄλλο ἄγαλμα ἔχεται Διός, τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ τοὺς ἐν Κνίδῳ Χερρονησίους ἀπὸ ἀνδρῶν ἀναθεῖναι πολεμίων φησίν· ἀνέθεσαν δὲ ἑκατέρωθεν παρὰ τὸν Δία Πέλοπά τε καὶ τὸν Ἀλφειὸν ποταμόν.
Adjoining this is another statue of Zeus, and the inscription upon it says that the Cherronesians of Knidos dedicated it from enemy men; they dedicated, on either side of Zeus, Pelops and the river Alpheus.
Κνιδίοις δὲ τῆς πόλεως τὸ μὲν πολὺ ἐν τῇ ἠπείρῳ πεπόλισται τῇ Καρικῇ, ἔνθα καὶ τὰ λόγου μάλιστα ἄξια αὐτοῖς ἐστιν, ἡ δὲ καλουμένη Χερρόνησός ἐστιν ἐπὶ τῇ ἠπείρῳ κειμένη νῆσος γεφύρᾳ διαβατὸς ἐξ αὐτῆς· §5.24.8καὶ τὰ ἀναθήματα ἀνέθεσαν ἐν Ὀλυμπίᾳ τῷ Διὶ οἱ ἐνταῦθα οἰκοῦντες, ὡς εἰ τῆς Ἐφεσίων πόλεως οἱ ἔχοντες τὸν ὀνομαζόμενον Κόρησον ἀνάθημα φαῖεν ἰδίᾳ τι ἀναθεῖναι τοῦ Ἐφεσίων κοινοῦ.
For the Knidians, the greater part of their city is built on the Carian mainland, where indeed they have their most noteworthy things, but the so-called Cherronesus is an island lying close to the mainland, crossable from it by a bridge; and those who dwell there dedicated the offerings to Zeus at Olympia, just as if those of the Ephesian city who hold the place named Coressus should say that they dedicated a dedication privately and apart from the Ephesian community.
ἔστι δὲ καὶ πρὸς τῷ τείχει τῆς Ἄλτεως Ζεὺς ἐπὶ ἡλίου τετραμμένος δυσμάς, ἐπίγραμμα οὐδὲν παρεχόμενος· ἐλέγετο δὲ καὶ οὗτος Μομμίου τε καὶ ἀπὸ τοῦ Ἀχαιῶν εἶναι πολέμου.
There is also near the wall of the Altis a Zeus turned toward the setting sun, presenting no inscription; and this too was said to be a dedication of Mummius from the Achaean war.
§5.24.9ὁ δὲ ἐν τῷ βουλευτηρίῳ πάντων ὁπόσα ἀγάλματα Διὸς μάλιστα ἐς ἔκπληξιν ἀδίκων ἀνδρῶν πεποίηται· ἐπίκλησις μὲν Ὅρκιός ἐστιν αὐτῷ, ἔχει δὲ ἐν ἑκατέρᾳ κεραυνὸν χειρί.
The one in the Council House is, of all the statues of Zeus, the one most designed to terrify unjust men; his surname is Horkios, and he has a thunderbolt in each hand.
παρὰ τούτῳ καθέστηκε τοῖς ἀθληταῖς καὶ πατράσιν αὐτῶν καὶ ἀδελφοῖς, ἔτι δὲ γυμνασταῖς ἐπὶ κάπρου κατόμνυσθαι τομίων, μηδὲν ἐς τὸν Ὀλυμπίων ἀγῶνα ἔσεσθαι παρʼ αὐτῶν κακούργημα.
Beside this it is established for the athletes, their fathers, their brothers, and also their trainers, to swear upon the cut pieces of a boar that they will commit no crime against the Olympic games.
οἱ δὲ ἄνδρες οἱ ἀθληταὶ καὶ τόδε ἔτι προσκατόμνυνται, δέκα ἐφεξῆς μηνῶν ἀπηκριβῶσθαί σφισι τὰ πάντα ἐς ἄσκησιν.
And the athletes swear this further oath in addition, that for ten consecutive months they have strictly performed all their training.
§5.24.10ὀμνύουσι δὲ καὶ ὅσοι τοὺς παῖδας ἢ τῶν ἵππων τῶν ἀγωνιζομένων τοὺς πώλους κρίνουσιν, ἐπὶ δικαίῳ καὶ ἄνευ δώρων ποιεῖσθαι κρίσιν, καὶ τὰ ἐς τὸν δοκιμαζόμενόν τε καὶ μή, φυλάξειν καὶ ταῦτα ἐν ἀπορρήτῳ.
Those also swear who judge the boys or the colts of the horses competing, that they will make their decision justly and without bribes, and that they will keep what concerns the candidates, whether approved or not, in secret.
τῷ κάπρῳ δὲ ὅ τι χρῆσθαί σφισι μετὰ τῶν ἀθλητῶν τὸν ὅρκον καθέστηκεν, οὐκ ἐμνημόνευσα ἐπερέσθαι, ἐπεὶ τοῖς γε ἀρχαιοτέροις ἐπὶ ἱερεῖα ἦν καθεστηκός, ἐφʼ ᾧ τις ὅρκον ἐποιήσατο, μηδὲ ἐδώδιμον εἶναι τοῦτο ἔτι ἀνθρώπῳ. δηλοῖ δὲ οὐχ ἥκιστα καὶ Ὅμηρος·
But as to what they are accustomed to do with the boar after the oath of the athletes, I forgot to ask; for indeed among the older people it was established that the victim upon which someone made an oath should no longer be edible for man.
§5.24.11τὸν γοῦν κάπρον καθʼ ὅτου τῶν τομίων Ἀγαμέμνων ἐπώμοσεν ἦ μὴν εἶναι τὴν Βρισηίδα ἑαυτοῦ τῆς εὐνῆς ἀπείρατον, τοῦτον τὸν κάπρον ἀφιέμενον ὑπὸ τοῦ κήρυκος ἐποίησεν ἐς θάλασσαν· "
ἦ, καὶ ἀπὸ σφάραγον κάπρου τάμε νηλέι χαλκῷ.
Homer too shows this clearly; at any rate, the boar upon whose cut pieces Agamemnon swore that Briseis was indeed untouched by his bed, this boar he represented as being cast by the herald into the sea: "He spoke, and cut the throat of the boar with the pitiless bronze.
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψʼ ἐπιδινήσας, βόσιν ἰχθύσιν. "
οὕτω μὲν τὸ ἀρχαῖον τὰ τοιαῦτα ἐνόμιζον·
This Talthybius, whirling it round, cast into the great depth of the grey sea, to be food for the fishes." Thus indeed did they practice such things in the ancient times.
ἔστι δὲ πρὸ τῶν ποδῶν τοῦ Ὁρκίου πινάκιον χαλκοῦν, ἐπιγέγραπται δὲ ἐλεγεῖα ἐπʼ αὐτοῦ, δεῖμα ἐθέλοντα τοῖς ἐπιορκοῦσι παριστάναι.
And before the feet of Horkios is a bronze tablet, and upon it are written elegiac verses, intended to strike terror into those who commit perjury.