§5.24.1παρὰ δὲ τοῦ Λαοίτα Διὸς καὶ Ποσειδῶνος Λαοίτα, παρὰ τούτων τὸν βωμὸν Ζεὺς ἐπὶ χαλκοῦ βάθρου δῶρον μὲν τοῦ Κορινθίων δήμου, Μούσου δέ ἐστι ποίημα, ὅστις δὴ οὗτός ἐστιν ὁ Μοῦσος.
在“民之守护者”宙斯与“民之守护者”波塞冬的祭坛旁,越过这些祭坛,立着一尊青铜底座上的宙斯像,这是哥林斯人民的礼物,也是穆索斯的作品,而这位穆索斯究竟是何人则不得而知。
ἀπὸ δὲ τοῦ βουλευτηρίου πρὸς τὸν ναὸν ἐρχομένῳ τὸν μέγαν ἔστιν ἄγαλμα ἐν ἀριστερᾷ Διός, ἐστεφανωμένον δὲ οἷα δὴ ἄνθεσι, καὶ ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ κεραυνὸς πεποίηται.
从议事堂走向大殿的人,左侧有一尊宙斯雕像,戴着仿佛花朵般的冠冕,其右手中制作了雷电。
τοῦτο δέ ἐστιν Ἀσκάρου τέχνη Θηβαίου, διδαχθέντος παρὰ τῷ Σικυωνίῳ Κανάχῳ· τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δεκάτην ἀπὸ τοῦ πολέμου Φωκέων καὶ Θεσσαλῶν φησιν εἶναι.
这是底比斯人阿斯卡罗斯的作品,他受教于西锡安的卡纳科斯;雕像上的铭文称其为福基斯人与萨萨利亚人战争的十分之一奉献。
§5.24.2εἰ δὲ Φωκεῦσιν ἐς πόλεμόν τινα οὗτοι κατέστησαν καὶ ἔστιν ἀπὸ Φωκέων αὐτοῖς τὸ ἀνάθημα, οὐκ ἂν ὅ γε ἱερὸς καλούμενος εἴη πόλεμος, ὃν δὲ πρότερον ἔτι ἐπολέμησαν πρὶν ἢ Μήδους καὶ βασιλέα ἐπὶ τὴν Ἑλλάδα διαβῆναι.
如果他们与福基斯人爆发了某种战争,且该奉纳物是来自福基斯人,那便不应该是所谓的神圣战争,而是在波斯人和大王渡海进入希腊之前,他们更早进行的那场战争。
τούτου δὲ οὐ πόρρω Ζεύς ἐστιν, ὅντινα ἀναθεῖναι Ψωφιδίους ἐπὶ πολέμου κατορθώματι τὸ ἔπος τὸ ἐπʼ αὐτῷ γεγραμμένον δηλοῖ.
离这尊像不远处有一尊宙斯像,上面刻着的诗表明这是普索菲斯人为战争的胜利而奉纳的。
§5.24.3τοῦ ναοῦ δέ ἐστιν ἐν δεξιᾷ τοῦ μεγάλου Ζεὺς πρὸς ἀνατολὰς ἡλίου, μέγεθος μὲν δυόδεκα ποδῶν, ἀνάθημα δὲ λέγουσιν εἶναι Λακεδαιμονίων, ἡνίκα ἀποστᾶσι Μεσσηνίοις δεύτερα τότε ἐς πόλεμον κατέστησαν· ἔπεστι δὲ καὶ ἐλεγεῖον ἐπʼ αὐτῷ,
"
Δέξο ἄναξ Κρονίδα Ζεῦ Ὀλύμπιε καλὸν ἄγαλμα
ἱλάῳ θυμῷ τοῖς Λακεδαιμονίοις. "
在大殿的右侧有一尊面向日出的宙斯像,高十二英尺,据说这是拉刻代蒙人在第二次与起义的麦西尼亚人爆发战争时的奉纳物;上面还刻有一首哀歌: "接受吧,克洛诺斯之子,奥林匹亚的主宰宙斯,这尊精美的雕像,带着对拉刻代蒙人宽仁的心意。
§5.24.4Ῥωμαίων δὲ οὔτε ἄνδρα ἰδιώτην οὔτε ὁπόσοι τῆς βουλῆς οὐδένα Μομμίου πρότερον ἀνάθημα ἴσμεν ἐς ἱερὸν ἀναθέντα Ἑλληνικόν, Μόμμιος δὲ ἀπὸ λαφύρων ἀνέθηκε τῶν ἐξ Ἀχαΐας Δία ἐς Ὀλυμπίαν χαλκοῦν· οὗτος ἕστηκεν ἐν ἀριστερᾷ τοῦ Λακεδαιμονίων ἀναθήματος, παρὰ τὸν πρῶτον ταύτῃ τοῦ ναοῦ κίονα.
"在罗马人中,无论是平民还是元老院成员,在穆米乌斯之前,我们不知道有任何人向希腊圣所献纳过奉品,而穆米乌斯则用来自亚该亚的战利品,在奥林匹亚奉献了一尊青铜宙斯像;这尊像立在拉刻代蒙人奉纳物的左侧,靠近该侧神殿的第一根柱子。
ὃ δὲ ἐν τῇ Ἄλτει μέγιστον τῶν χαλκῶν ἐστιν ἀγαλμάτων τοῦ Διός, ἀνετέθη μὲν ὑπὸ αὐτῶν Ἠλείων ἀπὸ τοῦ πρὸς Ἀρκάδας πολέμου, μέγεθος δὲ ἑπτὰ καὶ εἴκοσι ποδῶν ἐστι.
在阿尔提斯,最大的青铜宙斯雕像是伊利斯人自己因对抗阿卡迪亚人的战争而奉献的,其高度为二十七英尺。
§5.24.5παρὰ δὲ τῷ Πελοπίῳ κίων τε οὐχ ὑψηλὸς καὶ ἄγαλμα Διός ἐστιν ἐπʼ αὐτῷ μικρόν, τὴν ἑτέραν τῶν χειρῶν προτεῖνον.
在佩洛皮翁旁有一根不高的柱子,上面有一尊小宙斯像,伸出其中一只手。
τούτου δὲ ἀπαντικρὺ ἄλλα ἐστὶν ἀναθήματα ἐπὶ στοίχου, ὡς δὲ αὔτως Διὸς καὶ Γανυμήδους ἀγάλματα· ἔστι δὲ Ὁμήρῳ πεποιημένα ὡς ἁρπασθείη τε ὑπὸ θεῶν Γανυμήδης οἰνοχοεῖν Διὶ καὶ ὡς Τρωὶ δῶρα ἵπποι δοθεῖεν ἀντʼ αὐτοῦ.
在此对面还有一排其他的奉纳物,同样也有宙斯和甘尼美德的雕像;荷马曾歌咏过甘尼美德如何被诸神劫持去为宙斯斟酒,以及作为交换,马匹如何被作为礼物赠送给特罗斯。
τοῦτο ἀνέθηκε μὲν Γνᾶθις Θεσσαλός, ἐποίησε δὲ Ἀριστοκλῆς μαθητής τε καὶ υἱὸς Κλεοίτα.
这是由萨萨利亚人格纳提斯奉献,并由克勒奥伊塔斯的弟子兼儿子阿里斯托克勒斯制作的。
§5.24.6ἔστι δὲ καὶ ἄλλος Ζεὺς οὐκ ἔχων πω γένεια, κεῖται δὲ ἐν τοῖς ἀναθήμασι τοῖς Μικύθου.
还有另一尊尚未长胡须的宙斯像,置于米基索斯的奉纳物中。
τὰ δὲ ἐς Μίκυθον, γένος τε ὁποῖον ἦν αὐτῷ καὶ ἀνθʼ ὅτου τὰ ἀναθήματα ἐς Ὀλυμπίαν τὰ πολλὰ ἀνέθηκεν, ὁ ἐφεξῆς μοι λόγος δηλώσει.
关于米基索斯的事迹、他的出身如何,以及他为何在奥林匹亚奉献如此多的奉纳物,我接下来的叙述将会说明。
ἀπὸ δὲ τοῦ ἀγάλματος τοῦ εἰρημένου προελθόντι ὀλίγον κατʼ εὐθεῖαν ἄγαλμά ἐστι Διὸς οὐκ ἔχον γένεια οὐδὲ αὐτό, Ἐλαϊτῶν δὲ ἀνάθημα, οἳ καταβάντι ἐκ Καΐκου πεδίου ἐς θάλασσαν πρῶτοι ἐν τῇ Αἰολίδι οἰκοῦσι.
从上述雕像沿直线稍微前行,便有一尊同样没有胡须的宙斯像,这是埃莱亚人的奉纳物,他们是从凯科斯平原下到海边时,在埃奥利斯地区最先居住的人。