Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.21.13-5.21.18

阿波罗尼奥斯伤人案与后续罚款设立的宙斯像

第 215 段,共 465 段 · 希腊语

内容简介

作者解释了阿波罗尼奥斯因迟到、编造借口及随后的人身袭击而被罚款的经过,并进一步列举了因现代贿赂、伊利斯本地人的腐败(达莫尼科斯案)以及萨拉皮翁因懦弱逃跑而建立神像的实例。

§5.21.13κατεγνώσθη δὲ οὐ δοῦναι χρήματα ἢ λαβεῖν αὐτός, ἀλλὰ τοιόνδε ἄλλο ἐς τὸν ἀγῶνα ἐξυβρίσαι.
他被判罪,并非因为他自己支付或收受了金钱,而是因为他对竞技犯下了如下另一种侮辱。
ἀφίκετο οὐκ ἐς τὸν εἰρημένον καιρόν, καὶ αὐτὸν ὑπὸ Ἠλείων πειθομένων τῷ νόμῳ ἐλείπετο τοῦ ἀγῶνος εἴργεσθαι· τὴν γάρ οἱ πρόφασιν, ὡς ἐν ταῖς Κυκλάσι νήσοις ὑπὸ ἀνέμων κατείχετο ἐναντίων, Ἡρακλείδης γένος καὶ αὐτὸς Ἀλεξανδρεὺς ἤλεγχεν ἀπάτην οὖσαν· ὑστερῆσαι γὰρ χρήματα ἐκ τῶν ἀγώνων αὐτὸν ἐκλέγοντα τῶν ἐν Ἰωνίᾳ.
他未在规定的时刻到达,对于遵守法律的伊利斯人来说,他只得被排除在竞技之外;因为同样是亚历山大里亚出身的赫拉克莱德斯证实他的借口——即他在基克拉泽斯群岛因逆风受阻——是一个骗局,指出他迟到是因为他在伊奥尼亚的竞技中收敛钱财。
§5.21.14οὕτω δὴ τόν τε Ἀπολλώνιον καὶ εἰ δή τις ἄλλος ἧκεν οὐ κατὰ προθεσμίαν τῶν πυκτῶν, τούτους μὲν οἱ Ἠλεῖοι τοῦ ἀγῶνος ἀπελαύνουσι, τῷ Ἡρακλείδῃ δὲ τὸν στέφανον παριᾶσιν ἀκονιτί·
这样,伊利斯人便将阿波罗尼奥斯以及其他任何未按期限到达的拳击手逐出竞技,并将桂冠不战而让给赫拉克莱德斯。
ἐνταῦθα ὁ Ἀπολλώνιος κατεσκευάσατό τε τοῖς ἱμᾶσιν ὡς ἐς μάχην καὶ ἐσδραμὼν ἐπὶ τὸν Ἡρακλείδην ἥπτετο ἐπικειμένου τε ἤδη τὸν κότινον καὶ καταπεφευγότος ἐς τοὺς Ἑλλανοδίκας.
这时,阿波罗尼奥斯像要战斗一样系上皮手带,冲进去袭击赫拉克莱德斯,而此时赫拉克莱德斯已经戴上了野橄榄冠,并逃到了希腊裁判员那里避难。
τούτῳ μὲν δὴ ἔμελλε τὸ κοῦφον τοῦ νοῦ βλάβος μέγα ἔσεσθαι, ἔστι δὲ καὶ §5.21.15ἄλλα δύο τέχνης τῆς ἐφʼ ἡμῶν ἀγάλματα·
对于这个人来说,他轻率的心智必定会带来巨大的损害,而且还有两尊属于我们这个时代艺术的其他雕像。
ἕκτῃ γὰρ ἐπὶ ταῖς εἴκοσι καὶ διακοσίαις Ὀλυμπιάδι πύκτας ἄνδρας, ὑπὲρ αὐτῆς μαχομένους τῆς νίκης, ἐφώρασαν συνθεμένους ὑπὲρ λήμματος.
因为在第二百二十六届奥林匹亚期,人们发现那些本应为胜利本身而战的成年拳击手,为了利益达成了幕后协议。
ἀντὶ τούτων μὲν ἐγένετο ζημία· ποιηθέντων δὲ ἀγαλμάτων Διὸς τὸ μὲν ἐν ἀριστερᾷ τῆς ἐς τὸ στάδιον ἐσόδου, τὸ δὲ ἕτερον αὐτῶν ἕστηκεν ἐν δεξιᾷ.
作为对此的惩罚,他们被科处了罚金;在制成的宙斯神像中,一尊立于进入体育场的入口左侧,另一尊则立于右侧。
τοῖς δὲ πύκταις τούτοις Δίδας τε ὄνομα ἦν καὶ τῷ τὰ χρήματα δόντι αὐτῶν Σαραπάμμων· νομοῦ δὲ ἦσαν τοῦ αὐτοῦ, νεωτάτου τῶν ἐν Αἰγύπτῳ, καλουμένου δὲ Ἀρσινοΐτου.
这些拳击手的名字叫作迪达斯,而给他们钱的人是萨拉帕蒙;他们来自同一个州,那是埃及最新的一个州,被称为阿耳西诺伊特。
§5.21.16θαῦμα μὲν δὴ καὶ ἄλλως ἐν οὐδενὸς λόγῳ τὸν θεὸν θέσθαι τὸν ἐν Ὀλυμπίᾳ καὶ δέξασθαί τινα ἢ δοῦναι δῶρα ἐπὶ τῷ ἀγῶνι· μείζονος δὲ ἔτι θαύματος, εἴ γε καὶ αὐτῶν ἐτόλμησεν ἤδη τις Ἠλείων.
无论如何,在竞技中不把奥林匹亚的神放在眼里,收受或给予贿赂,这都是令人惊异的事;但如果伊利斯人自己中也有人已经敢于如此,那就更是极大的惊异了。
λέγεται δὲ ὡς Δαμόνικος τολμήσειεν Ἠλεῖος δευτέρᾳ πρὸς ταῖς ἑκατὸν καὶ ἐνενήκοντα Ὀλυμπιάδι· συνεστηκέναι μὲν γὰρ παλαίοντας ἐπὶ τῷ στεφάνῳ τόν τε τοῦ Δαμονίκου παῖδα Πολύκτορα καὶ Σώσανδρον γένος Σμυρναῖον, ὁμώνυμον τῷ πατρί· Δαμόνικον δέ, ἅτε περισσῶς ἐπιθυμοῦντα γενέσθαι τῷ παιδὶ τὴν νίκην, δοῦναι τοῦ Σωσάνδρου τῷ πατρὶ χρήματα.
据说在第一百九十二届奥林匹亚期,一个叫达モニコスの伊利斯人敢于如此行事;因为达モニコスの儿子波吕克托尔与出身于斯弥尔纳、与父亲同名的索桑德罗斯将为了桂冠进行摔跤对决,而达モニ科斯由于极其渴望儿子获得胜利,向索桑德罗斯的父亲行贿。
§5.21.17ὡς δὲ ἐγεγόνει τὰ πραχθέντα ἔκπυστα, ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι ζημίαν, ἐπιβάλλουσι δὲ οὐ τοῖς παισίν, ἀλλὰ ἐς τοὺς πατέρας ἔτρεψαν τὴν ὀργήν· οὗτοι γὰρ δὴ καὶ ἠδίκουν.
但当所作的事情败露后,希腊裁判员们科处了罚款,他们没有惩罚孩子们,而是将愤怒转向了父亲们;因为正是他们在作恶。
ἀπὸ ταύτης τῆς ζημίας ἀγάλματα ἐποιήθη· καὶ τὸ μὲν ἐν τῷ Ἠλείων ἀνάκειται γυμνασίῳ, τὸ δὲ τῆς Ἄλτεως πρὸ τῆς Ποικίλης στοᾶς καλουμένης, ὅτι ἦσαν ἐπὶ τῶν τοίχων γραφαὶ τὸ ἀρχαῖον.
用这笔罚款制作了雕像;其中一尊奉献在伊利斯人的体育馆中,另一尊则立于阿尔提斯,在被称为“波伊基莱”(画廊)的柱廊前,因为古时墙上有壁画。
εἰσὶ δʼ οἳ τὴν στοὰν ταύτην καὶ Ἠχοῦς ὀνομάζουσι· βοήσαντι δὲ ἀνδρὶ ἑπτάκις ὑπὸ τῆς ἠχοῦς ἡ φωνή, τὰ δὲ καὶ ἐπὶ πλέον ἔτι ἀποδίδοται.
也有人将这座柱廊称为“回音柱廊”;当人高声呼喊时,声音会被回音传送七次,有时甚至更多。
§5.21.18παγκρατιαστὴν δέ φασιν Ἀλεξανδρέα, ὄνομα δὲ εἶναί οἱ Σαραπίωνα, τοῦτον ἐν Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ τὰς διακοσίας ἐς τοσοῦτο δεῖσαι τοὺς ἀνταγωνιστὰς ὥστε ἡμέρᾳ μιᾷ πρότερον ἢ ἐσκληθήσεσθαι τὸ παγκράτιον ἔμελλεν ἀποδράντα οἴχεσθαι.
据说在第二百零一届奥林匹亚期,一名叫作萨拉皮翁的亚历山大里亚潘克拉辛运动员,由于极其惧怕对手,以至于在潘克拉辛竞技本该被召集的前一天逃跑并离去。
τοῦτον ζημιωθέντα ἐπὶ δειλίᾳ μόνον τῶν τε ἄλλων ἀνθρώπων καὶ αὐτῶν μνημονεύουσιν Αἰγυπτίων.
他们记载,这个人是因懦弱而被罚款的唯一之人,不仅在所有人中,也在埃及人自己中。
ταῦτα μὲν τὰ κατειλεγμένα ἐπὶ αἰτίαις τοιαῖσδε ποιηθέντα εὕρισκον·
我发现,这些列举出来的雕像是因如此原因而制成的。

词汇与语法注释

  1. 5.21.13κατεγνώσθη — 动词 κατεγνώσθη 为被动语态,其语法主语是“阿波罗尼奥斯”,意为“他被判处……”。不定式短语 οὐ δοῦναι ... ἀλλὰ ... ἐξυβρίσαι 充当说明判决内容的补足语。
  2. 5.21.13ἐλείπετο τοῦ ἀγῶνος εἴργεσθαι — 非人称句式,意为“(他)只得被排除”。宾格的 αὐτόν 作被动不定式 εἴργεσθαι 的逻辑主语。
  3. 5.21.14ἥπτετο ἐπικειμένου — 动词 ἥπτετο(ἅπτομαι“袭击、抓住”的未完成过去时)支配属格,因此指向受害者赫拉克莱德斯的两个分词(ἐπικειμένου... καὶ καταπεφευγότος)均使用属格。τὸν κότινον 是中动语态分词 ἐπικειμένου 的直接宾语(宾格),表示“头上戴着野橄榄冠”。
  4. 5.21.16μείζονος δὲ ἔτι θαύματος — 省略了动词 ἐστίν 的描述性属格,意为“(如果……的话)那是更令人惊异的事”。
  5. 5.21.18πρότερον ἢ ἐσκληθήσεσθαι — 由连词 ἤ(与 πρότερον 连用,意为“在……之前”)引导的从句。动词 ἔμελλεν(将要、本该)与将来被动不定式 ἐσκληθήσεσθαι(被召集入场)连用,意为“在潘克拉辛比赛本该召集的前一天”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.21.13-5.21.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.21.13-5.21.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。