Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.21.1-5.21.5

违规罚金所建宙斯铜像扎内斯的由来

第 213 段,共 465 段 · 希腊语

内容简介

鲍萨尼亚斯阐明了阿尔提斯内运动员雕像与一般神庙献纳物的本质区别,随后以尤波卢斯和卡利普斯的违规行贿事件为例,介绍了依靠运动员罚金建造的青铜宙斯神像(“扎内斯”)的来历。

§5.21.1τὸ δὲ ἀπὸ τούτου μοι πρόεισιν ὁ λόγος ἔς τε τῶν ἀνδριάντων καὶ ἐς τῶν ἀναθημάτων ἐξήγησιν.
由此开始,我的记叙将进入对雕像和献纳物的阐述。
ἀναμῖξαι δὲ οὐκ ἀρεστὰ ἦν μοι τὸν ἐπʼ αὐτοῖς λόγον.
然而,将关于这两者的叙述混杂在一起,并不合我意。
ἐν ἀκροπόλει μὲν γὰρ τῇ Ἀθήνῃσιν οἵ τε ἀνδριάντες καὶ ὁπόσα ἄλλα, τὰ πάντα ἐστὶν ὁμοίως ἀναθήματα· ἐν δὲ τῇ Ἄλτει τὰ μὲν τιμῇ τῇ ἐς τὸ θεῖον ἀνάκεινται, οἱ δὲ ἀνδριάντες τῶν νικώντων ἐν ἄθλου λόγῳ σφίσι καὶ οὗτοι δίδονται.
因为在雅典的卫城,无论是雕像还是其他所有物品,同样都属于献纳物;但在阿尔提斯,一部分是为了对神性的敬意而奉献,而胜利者的雕像则是作为竞技奖赏的名义授予他们的。
τῶν μὲν δὴ ἀνδριάντων ποιησόμεθα καὶ ὕστερον μνήμην· ἐς δὲ τὰ ἀναθήματα ἡμῖν τραπήσεται πρότερα ὁ λόγος, τὰ ἀξιολογώτατα αὐτῶν ἐπερχομένοις.
我们以后会提及雕像;但随着我们依次看那些最值得关注的物品,我们的记叙将首先转向献纳物。
§5.21.2ἰόντι γὰρ ἐπὶ τὸ στάδιον τὴν ὁδὸν τὴν ἀπὸ τοῦ Μητρῴου, ἔστιν ἐν ἀριστερᾷ κατὰ τὸ πέρας τοῦ ὄρους τοῦ Κρονίου λίθου τε πρὸς αὐτῷ τῷ ὄρει κρηπὶς καὶ ἀναβασμοὶ διʼ αὐτῆς· πρὸς δὲ τῇ κρηπῖδι ἀγάλματα Διὸς ἀνάκειται χαλκᾶ.
因为从麦特罗翁沿着通往体育场的路走,在左侧,克罗尼乌斯山丘的尽头,且紧邻山丘本身,有一个石质基座和穿过它的台阶;在基座旁,奉献着青铜制的宙斯神像。
ταῦτα ἐποιήθη μὲν ἀπὸ χρημάτων ἐπιβληθείσης ἀθληταῖς ζημίας ὑβρίσασιν ἐς τὸν ἀγῶνα, καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων Ζᾶνες.
这些神像是用对在竞技中犯下违规行为的运动员所科处的罚金制成的,被当地人称为“扎内斯”。
§5.21.3πρῶτοι δὲ ἀριθμὸν ἓξ ἐπὶ τῆς ὀγδόης ἔστησαν καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος· Εὔπωλος γὰρ Θεσσαλὸς χρήμασι διέφθειρε τοὺς ἐλθόντας τῶν πυκτῶν, Ἀγήτορα Ἀρκάδα καὶ Πρύτανιν Κυζικηνόν, σὺν δὲ αὐτοῖς καὶ Φορμίωνα Ἁλικαρνασσέα μὲν γένος, Ὀλυμπιάδι δὲ τῇ πρὸ ταύτης κρατήσαντα.
最初的六尊神像是在第九十八届奥林匹亚期设立的;因为帖撒利亚人尤波卢斯用金钱收买了参赛的拳击手们,即阿卡迪亚人阿格托尔和库齐库斯人普鲁塔尼斯,以及与他们在一起的哈利卡尔那索斯出身、并在上一届奥林匹亚期获得冠军的福尔米翁。
τοῦτο ἐξ ἀθλητῶν ἀδίκημα ἐς τὸν ἀγῶνα πρῶτον γενέσθαι λέγουσι, καὶ πρῶτοι χρήμασιν ἐζημιώθησαν ὑπὸ Ἠλείων Εὔπωλος καὶ οἱ δεξάμενοι δῶρα παρὰ Εὐπώλου.
人们说这是运动员在竞技中犯下的第一起违规事件,而尤波卢斯和那些接受尤波卢斯礼物的人,是第一批被伊利斯人科处金钱罚款的人。
δύο μὲν δὴ ἐξ αὐτῶν ἔργα Κλέωνος Σικυωνίου· τὰ δὲ ἐφεξῆς τέσσαρα ὅστις ἐποίησεν, οὐκ ἴσμεν.
这其中确实有两尊是西库昂人克莱翁的作品;但随后的四尊是谁制作的,我们不得而知。
§5.21.4τῶν δὲ ἀγαλμάτων τούτων παρέντι τρίτον τε ἐξ αὐτῶν καὶ τέταρτον, γεγραμμένα ἐλεγεῖά ἐστιν ἐπὶ τοῖς ἄλλοις.
在这些神像中,如果略过其中的第三尊和第四尊,其余的上面都刻有哀歌体诗。
ἐθέλει δὲ τὸ μὲν πρῶτον τῶν ἐλεγείων δηλοῦν ὡς οὐ χρήμασιν ἀλλὰ ὠκύτητι τῶν ποδῶν καὶ ὑπὸ ἰσχύος σώματος Ὀλυμπικὴν ἔστιν εὑρέσθαι νίκην, τὸ δὲ ἐπὶ τῷ δευτέρῳ φησὶν ὡς τὸ ἄγαλμα ἕστηκε τιμῇ τε τῇ ἐς τὸ θεῖον καὶ ὑπὸ εὐσεβείας τῆς Ἠλείων καὶ ἀθληταῖς παρανομοῦσιν εἶναι δέος· πέμπτῳ δὲ καὶ ἕκτῳ, τῷ μέν ἐστιν ἡ τοῦ ἐπιγράμματος γνώμη τά τε ἄλλα ἐς ἔπαινον Ἠλείων καὶ οὐχ ἥκιστα ἐπὶ τῇ ζημίᾳ τῶν πυκτῶν, ἐπὶ δὲ τῷ ὑπολοίπῳ διδασκαλίαν πᾶσιν Ἕλλησιν εἶναι τὰ ἀγάλματα μηδένα ἐπὶ Ὀλυμπικῇ νίκῃ διδόναι χρήματα.
第一首哀歌旨在表明,获得奥林匹克胜利不是靠金钱,而是靠双脚的敏捷和身体的力量;第二首上面的诗则说,这尊神像的设立既是为了对神性的敬意,也是由于伊利斯人的虔敬,并对违规的运动员起到警示作用;至于第五尊和第六尊,其中一尊的铭文主旨是赞美伊利斯人,尤其是在对拳击手的惩罚上,而最后一尊则表明,这些神像是给所有希腊人的教训,即任何人都不应为了奥林匹克胜利而行贿。
§5.21.5Εὐπώλου δὲ ὕστερόν φασιν Ἀθηναῖον Κάλλιππον ἀθλήσαντα πένταθλον ἐξωνήσασθαι τοὺς ἀνταγωνιουμένους χρήμασι, δευτέραν δὲ ἐπὶ ταῖς δέκα τε καὶ ἑκατὸν Ὀλυμπιάδα εἶναι ταύτην.
据传在尤波卢斯之后,参加五项全能竞技的雅典人卡利普斯用金钱收买了竞争对手,这是第一百十二届奥林匹亚期。
ἐπιβληθείσης δὲ τῷ Καλλίππῳ καὶ τοῖς ἀνταγωνισαμένοις ζημίας ὑπὸ Ἠλείων, ἀποστέλλουσιν Ὑπερείδην Ἀθηναῖοι πείσοντα Ἠλείους ἀφεῖναί σφισι τὴν ζημίαν· ἀπειπόντων δὲ Ἠλείων τὴν χάριν, ἐχρῶντο ὑπεροψίᾳ τοιᾷδε ἐς αὐτοὺς οἱ Ἀθηναῖοι, οὔτε ἀποδιδόντες τὰ χρήματα καὶ Ὀλυμπίων εἰργόμενοι, πρὶν ἤ σφισιν ὁ θεὸς ὁ ἐν Δελφοῖς οὐ πρότερον ἔφησεν ὑπὲρ οὐδενὸς χρήσειν πρὶν ἢ τὴν ζημίαν ἀποδοῖεν Ἠλείοις.
当伊利斯人对卡利普斯和他的竞争对手科处惩罚时,雅典人派遣希佩里德斯去说服伊利斯人免除他们的罚款;但在伊利斯人拒绝了这一请求后,雅典人对他们采取了如此傲慢的态度:既不支付罚金,又被排除在奥林匹克竞技之外,直到德尔斐的神明宣布,在他们向伊利斯人支付罚金之前,不会再为他们的任何事情提供神谕。

词汇与语法注释

  1. §5.21.1ἐπερχομένοις — 现在分词与格复数,与与格代名词 `ἡμῖν` 一致。它在句中作状语,表示“在我们顺次看(那些最值得关注的物品)时”。
  2. §5.21.2ἰόντι — 现在分词单数与格,用作关系与格(常用于地理描述中,表示从行进者的视角来看):意为“对于向体育场走去的人来说(在左侧)”。
  3. §5.21.4παρέντι — 不定过去时分词单数与格(源自 παρίημι),其功能与前文的 `ἰόντι` 相似,同为关系与格。它带有一种条件意味:“如果有人略过(除外)其中的第三尊和第四尊,对于其他神像来说……”。
  4. §5.21.5πρὶν ἤ — 连词 `πρὶν ἤ` 与 `οὐ πρότερον` 相关联,形成一个强烈的否定条件句(“直到……才不……”)。后半部分的 `πρὶν ἢ ... ἀποδοῖεν` 采用祈愿语气(间接引语中的斜格祈愿式),这是受到主句过去时态动词(`ἔφησεν`)的影响。

引用这一段

保萨尼亚斯, 希腊志 §5.21.1-5.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.21.1-5.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。