§5.19.1τέταρτα δὲ ἐπὶ τῇ λάρνακι ἐξ ἀριστερᾶς περιιόντι Βορέας ἐστὶν ἡρπακὼς Ὠρείθυιαν—οὐραὶ δὲ ὄφεων ἀντὶ ποδῶν εἰσὶν αὐτῷ—καὶ Ἡρακλέους ὁ πρὸς Γηρυόνην ἀγών· τρεῖς δὲ ἄνδρες Γηρυόνης εἰσὶν ἀλλήλοις προσεχόμενοι.
在这口箱子的第四层上,对从左侧巡览的人来说,有波瑞阿斯劫持俄瑞堤亚的画面——他的脚由蛇尾代替——以及赫拉克勒斯与革律翁的战斗;革律翁是三个相互连接在一起的男子。
Θησεὺς δὲ ἔχων λύραν καὶ παρʼ αὐτὸν Ἀριάδνη κατέχουσά ἐστι στέφανον.
还有忒修斯手持竖琴,在他身旁是阿里阿德涅拿着王冠。
Ἀχιλλεῖ δὲ καὶ Μέμνονι μαχομένοις παρεστήκασιν αἱ μητέρες·
在正在战斗的阿喀琉斯与门农身旁,站着他们各自的母亲。
§5.19.2ἔστι δὲ καὶ Μελανίων καὶ Ἀταλάντη παρʼ αὐτὸν ἔχουσα ἐλάφου νεβρόν.
还有梅拉尼翁,在他身旁是拿着鹿崽的阿塔兰忒。
μονομαχοῦντος δὲ Αἴαντι Ἕκτορος κατὰ τὴν πρόκλησιν, μεταξὺ ἕστηκεν αὐτῶν Ἔρις αἰσχίστη τὸ εἶδος ἐοικυῖα· πρὸς δὲ ταύτῃ καὶ Καλλιφῶν Σάμιος ἐν Ἀρτέμιδος ἱερῷ τῆς Ἐφεσίας ἐποίησεν Ἔριν, τὴν μάχην γράψας τὴν ἐπὶ ταῖς ναυσὶν Ἑλλήνων.
在赫克托耳根据挑战与埃阿斯进行决斗时,他们之间站着形象极其丑陋的不和女神厄里斯;除此以外,萨摩斯人卡里丰在以弗所的阿耳忒弥斯神殿中也塑造了厄里斯,当时他画了希腊人船旁的战斗。
εἰσὶ δὲ ἐπὶ τῇ λάρνακι Διόσκουροι, ὁ ἕτερος οὐκ ἔχων πω γένεια, μέση δὲ αὐτῶν Ἑλένη·
箱子上还有迪奥斯库洛伊,其中一个还没有长胡须,他们中间是海伦。
§5.19.3Αἴθρα δὲ ἡ Πιτθέως ὑπὸ τῆς Ἑλένης τοῖς ποσὶν ἐς ἔδαφος καταβεβλημένη μέλαιναν ἔχουσά ἐστιν ἐσθῆτα, ἐπίγραμμα δὲ ἐπʼ αὐτοῖς ἔπος τε ἑξάμετρον καὶ ὀνόματός ἐστιν ἑνὸς ἐπὶ τῷ ἑξαμέτρῳ προσθήκη· "
Τυνδαρίδα Ἑλέναν φέρετον, Αἴθραν δʼ ἕλκετον
Ἀθάναθεν. "
庇特柔斯之女埃特拉被海伦踩在脚下的地上,身穿黑色衣服,在他们上方有一段铭文,是一句六音步诗以及在六音步诗中增加的一个名字: "廷达瑞俄斯的两子带走海伦,并从雅典拉走埃特拉。
§5.19.4τοῦτο μὲν δὴ τὸ ἔπος οὕτω πεποίηται·
"这句诗确实是这样写的。
Ἰφιδάμαντος δὲ τοῦ Ἀντήνορος κειμένου μαχόμενος πρὸς Ἀγαμέμνονα ὑπὲρ αὐτοῦ Κόων ἐστί· Φόβος δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος τῇ ἀσπίδι ἔπεστιν, ἔχων τὴν κεφαλὴν λέοντος.
安特诺尔之子伊菲达玛斯倒在地上,科翁为了他正与阿伽门农战斗;阿伽门农的盾牌上刻着福波斯(恐怖),长着狮子的头。
ἐπιγράμματα δὲ ὑπὲρ μὲν τοῦ Ἰφιδάμαντος νεκροῦ,
"
Ἰφιδάμας οὗτός τε Κόων περιμάρναται αὐτοῦ· "
τοῦ Ἀγαμέμνονος δὲ ἐπὶ τῇ ἀσπίδι, §5.19.5"
οὗτος μὲν Φόβος ἐστὶ βροτῶν, ὁ δʼ ἔχων Ἀγαμέμνων.
关于死去的伊菲达玛斯的铭文是: "这位是伊菲达玛斯,科翁为了他在这里战斗; "而阿伽门农的盾牌上则是: "这位是凡人的福波斯(恐怖),而持有它的是阿伽门农。
"
ἄγει δὲ καὶ Ἑρμῆς παρʼ Ἀλέξανδρον τὸν Πριάμου τὰς θεὰς κριθησομένας ὑπὲρ τοῦ κάλλους, καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοις· "
Ἑρμείας ὅδʼ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν
τοῦ εἴδους Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν.
"赫耳墨斯也带领着女神们来到普里阿摩斯之子亚历山大那里,为她们的美丽进行评判,这些也有铭文: "赫耳墨斯在此向美丽的裁判者亚历山大展示赫拉、雅典娜与阿佛洛狄忒。
"
Ἄρτεμις δὲ οὐκ οἶδα ἐφʼ ὅτῳ λόγῳ πτέρυγας ἔχουσά ἐστιν ἐπὶ τῶν ὤμων, καὶ τῇ μὲν δεξιᾷ κατέχει πάρδαλιν, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν λέοντα.
"阿耳忒弥斯不知出于何种原因,双肩长着双翼,右手抓着一只豹子,另一只手抓着一只狮子。
πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματος Αἴας τῆς Ἀθηνᾶς ἕλκων, ἐπʼ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν· "
Αἴας Κασσάνδραν ἀπʼ Ἀθαναίας Λοκρὸς ἕλκει.
还塑造了埃阿斯从雅典娜雕像旁拉走卡珊德拉的画面,其上也有铭文: "洛克里斯人埃阿斯从雅典娜那里拉走卡珊德拉。
" §5.19.6τῶν δὲ Οἰδίποδος παίδων Πολυνείκει πεπτωκότι ἐς γόνυ ἔπεισιν Ἐτεοκλῆς.
"在俄狄浦斯的儿子中,厄忒俄克勒斯正扑向屈膝倒地的波吕涅克斯。
τοῦ Πολυνείκους δὲ ὄπισθεν γυνὴ ἕστηκεν ὀδόντας τε ἔχουσα οὐδὲν ἡμερωτέρους θηρίου καί οἱ τῶν χειρῶν εἰσιν ἐπικαμπεῖς οἱ ὄνυχες· ἐπίγραμμα δὲ ἐπʼ αὐτῇ εἶναί φησι Κῆρα, ὡς τὸν μὲν ὑπὸ τοῦ πεπρωμένου τὸν Πολυνείκην ἀπαχθέντα, Ἐτεοκλεῖ δὲ γενομένης καὶ σὺν τῷ δικαίῳ τῆς τελευτῆς.
在波吕涅克斯身后站着一个女人,她的牙齿一点也不比野兽温顺,双手的爪子是弯曲的;关于她的铭文说是克耳(死神),意思是波吕涅克斯被命运带走,而厄忒俄克勒斯的死亡则伴随着正义。
Διόνυσος δὲ ἐν ἄντρῳ κατακείμενος, γένεια ἔχων καὶ ἔκπωμα χρυσοῦν, ἐνδεδυκώς ἐστι ποδήρη χιτῶνα· δένδρα δὲ ἄμπελοι περὶ αὐτὸν καὶ μηλέαι τέ εἰσι καὶ ῥόαι.
狄奥尼索斯躺在洞穴中,留着胡须,手持金杯,身穿及足的短袍;他周围有树木:葡萄树、苹果树和石榴树。
§5.19.7ἡ δὲ ἀνωτάτω χώρα—πέντε γὰρ ἀριθμόν εἰσι— παρέχεται μὲν ἐπίγραμμα οὐδέν, λείπεται δὲ εἰκάζειν ἐς τὰ ἐπειργασμένα.
最上面的一层——因为它们总共有五层——没有任何铭文,只能对雕刻在上面的图案进行推测。
εἰσὶν οὖν ἐν σπηλαίῳ γυνὴ καθεύδουσα σὺν ἀνδρὶ ἐπὶ κλίνῃ, καὶ σφᾶς Ὀδυσσέα εἶναι καὶ Κίρκην ἐδοξάζομεν ἀριθμῷ τε τῶν θεραπαινῶν, αἵ εἰσι πρὸ τοῦ σπηλαίου, καὶ τοῖς ποιουμένοις ὑπʼ αὐτῶν· τέσσαρές τε γάρ εἰσιν αἱ γυναῖκες καὶ ἐργάζονται τὰ ἔργα, ἃ ἐν τοῖς ἔπεσιν Ὅμηρος εἴρηκε.
于是在一个洞穴里,有一个女人和男子一起躺在卧榻上睡觉,我们根据洞穴前的女仆人数以及她们正在做的事情,推断他们是奥德修斯和喀耳刻;因为女人们有四个,她们正在做着荷马在诗中所说的那些工作。
Κένταυρος δὲ οὐ τοὺς πάντας ἵππου πόδας, τοὺς δὲ ἔμπροσθεν αὐτῶν ἔχων ἀνδρός ἐστιν.
还有一个半人马,他的脚并不全都是马的脚,而是前脚为人类的脚。
§5.19.8ἑξῆς καὶ ἵππων συνωρίδες καὶ γυναῖκες ἐπὶ τῶν συνωρίδων εἰσὶν ἑστῶσαι· πτερὰ δὲ τοῖς ἵπποις χρυσᾶ ἐστι, καὶ ἀνὴρ δίδωσιν ὅπλα μιᾷ τῶν γυναικῶν.
紧接着是双马战车,以及站在战车上的女人们;马长着金色的翅膀,一个男子正在给其中一个女人送去盔甲。
ταῦτα ἐς τὴν Πατρόκλου τελευτὴν ἔχειν τεκμαίρονται· Νηρηίδας τε γὰρ ἐπὶ τῶν συνωρίδων εἶναι καὶ Θέτιν τὰ ὅπλα λαμβάνειν παρὰ Ἡφαίστου.
人们推测这些是指帕特罗克洛斯之死;因为站在战车上的是涅瑞伊得斯,而忒提斯正在从赫淮斯托斯那里接受盔甲。
καὶ δὴ καὶ ἄλλως ὁ τὰ ὅπλα διδοὺς οὔτε τοὺς πόδας ἐστὶν ἐρρωμένος καὶ ὄπισθεν οἰκέτης ἕπεταί οἱ πυράγραν ἔχων·
而且确实,在其他方面,赠送盔甲的人双脚残疾,身后跟着一个拿着火钳的仆人。
§5.19.9λέγεται δὲ καὶ ἐς τὸν Κένταυρον ὡς Χίρων, ἀπηλλαγμένος ἤδη παρὰ ἀνθρώπων καὶ ἠξιωμένος εἶναι σύνοικος θεοῖς, ῥᾳστώνην τινὰ ἥκοι τοῦ πένθους Ἀχιλλεῖ παρασκευάσων.
关于那个半人马,也有人说他是喀戎,他已经离开了人类,被准许与众神同住,如今来此是为了给阿喀勒斯提供某种悲伤的宽慰。
παρθένους δὲ ἐπὶ ἡμιόνων τὴν μὲν ἔχουσαν τὰς ἡνίας, τὴν δὲ ἐπικειμένην κάλυμμα ἐπὶ τῇ κεφαλῇ, Ναυσικᾶν τε νομίζουσιν εἶναι τὴν Ἀλκίνου καὶ τὴν θεράπαιναν, ἐλαυνούσας ἐπὶ τοὺς πλυνούς.
至于骑着骡子的少女们,一个拿着缰绳,另一个头上戴着面纱,人们认为她们是阿尔基诺俄斯之女娜乌西卡以及她的女仆,正驾车前往洗衣处。
τοξεύοντα δὲ ἄνδρα Κενταύρους, τοὺς δὲ καὶ ἀπεκτονότα ἐξ αὐτῶν, δῆλα Ἡρακλέα τε τὸν τοξεύοντα καὶ Ἡρακλέους εἶναι τὸ ἔργον.
至于那个向半人马射箭、并且已经杀死了其中几个的男子,显然射箭的是赫拉克勒斯,而且这一事迹是属于赫拉克勒斯的。
§5.19.10τὸν μὲν δὴ τὴν λάρνακα εἰργασμένον ὅστις ἦν, οὐδαμῶς ἡμῖν δυνατὰ ἦν συμβαλέσθαι· τὰ ἐπιγράμματα δὲ τὰ ἐπʼ αὐτῆς τάχα μέν που καὶ ἄλλος τις ἂν εἴη πεποιηκώς, τῆς δὲ ὑπονοίας τὸ πολὺ ἐς Εὔμηλον τὸν Κορίνθιον εἶχεν ἡμῖν, ἄλλων τε ἕνεκα καὶ τοῦ προσοδίου μάλιστα ὃ ἐποίησεν ἐς Δῆλον.
至于制作这口箱子的人是谁,我们无论如何也无法推测;但其上的铭文或许是其他什么人创作的,而我们的怀疑很大程度上指向了科林斯人尤美罗斯,这既因为其他的缘故,更是因为他为德洛斯创作的进香歌。