§5.17.7Οἰνόμαος διώκων Πέλοπά ἐστιν ἔχοντα Ἱπποδάμειαν· ἑκατέρῳ μὲν δὴ δύο αὐτῶν εἰσιν ἵπποι, τοῖς δὲ τοῦ Πέλοπός ἐστι πεφυκότα καὶ πτερά.
俄诺玛俄斯正在追赶带着希波达墨娅的珀罗普斯;他们两人各有两匹马,但珀罗普斯的马还长着双翼。
ἑξῆς δὲ Ἀμφιαράου τε ἡ οἰκία πεποίηται καὶ Ἀμφίλοχον φέρει νήπιον πρεσβῦτις ἥτις δή· πρὸ δὲ τῆς οἰκίας Ἐριφύλη τὸν ὅρμον ἔχουσα ἕστηκε, παρὰ δὲ αὐτὴν αἱ θυγατέρες Εὐρυδίκη καὶ Δημώνασσα, καὶ Ἀλκμαίων παῖς γυμνός.
紧接着展示的是安菲阿拉俄斯的房屋,一个老妇人(不管她是谁)抱着婴儿安菲洛科斯;在房屋前站着手持项链的厄里费勒,在她身旁是她的女儿们欧律狄刻和德摩纳萨,以及她那赤身的幼子阿尔克迈翁。
§5.17.8Ἄσιος δὲ ἐν τοῖς ἔπεσι καὶ Ἀλκμήνην ἐποίησε θυγατέρα Ἀμφιαράου καὶ Ἐριφύλης εἶναι.
阿西俄斯在诗作中让阿尔克墨涅也成为了安菲阿拉俄斯与厄里费勒的女儿。
Βάτων δέ, ὃς ἡνιοχεῖ τῷ Ἀμφιαράῳ, τάς τε ἡνίας τῶν ἵππων καὶ τῇ χειρὶ ἔχει τῇ ἑτέρᾳ λόγχην.
担任安菲阿拉俄斯御者的巴同,手中握着马缰,另一只手拿着长枪。
Ἀμφιαράῳ δὲ ὁ μὲν τῶν ποδῶν ἐπιβέβηκεν ἤδη τοῦ ἅρματος, τὸ ξίφος δὲ ἔχει γυμνὸν καὶ ἐς τὴν Ἐριφύλην ἐστὶν ἐπεστραμμένος ἐξαγόμενός τε ὑπὸ τοῦ θυμοῦ, ὡς μόλις ἐκείνης ἂν ἀποσχέσθαι.
安菲阿拉俄斯的一只脚已经踏上了战车,手持出鞘的宝剑并转身面向厄里费勒,在愤怒的驱使下,仿佛他几乎无法克制自己不对她动手。
§5.17.9μετὰ δὲ τοῦ Ἀμφιαράου τὴν οἰκίαν ἔστιν ἀγὼν ὁ ἐπὶ Πελίᾳ καὶ οἱ θεώμενοι τοὺς ἀγωνιστάς.
在安菲阿拉俄斯的房屋之后,是为珀利亚斯举行的竞技会以及观看竞技者的人们。
πεποίηται δὲ Ἡρακλῆς ἐν θρόνῳ καθήμενος καὶ ὄπισθεν γυνὴ αὐτοῦ· ταύτης τῆς γυναικὸς ἐπίγραμμα μὲν ἄπεστιν ἥτις ἐστί, Φρυγίοις δὲ αὐλεῖ καὶ οὐχ Ἑλληνικοῖς αὐλοῖς.
赫拉克勒斯被塑造成坐在宝座上的形象,在他身后是一个女人;关于这个女人没有铭文说明她是谁,但她吹奏的是弗里吉亚笛,而不是希腊笛。
ἡνιοχοῦντες δὲ συνωρίδα Πῖσός ἐστιν ὁ Περιήρους καὶ Ἀστερίων Κομήτου, πλεῦσαι καὶ οὗτος λεγόμενος ἐπὶ τῆς Ἀργοῦς, καὶ Πολυδεύκης τε καὶ Ἄδμητος, ἐπὶ δὲ αὐτοῖς Εὔφημος, Ποσειδῶνός τε ὢν κατὰ τὸν τῶν ποιητῶν λόγον καὶ Ἰάσονι ἐς Κόλχους τοῦ πλοῦ μετεσχηκώς· οὗτος δὲ καὶ τῇ συνωρίδι ὁ νικῶν ἐστιν.
驾驭双马战车的是珀里埃瑞斯之子皮索斯、科墨忒斯之子阿斯泰里翁(据说此人也曾搭乘阿尔戈号航行)、波留德乌刻斯与阿德墨托斯,此外还有欧斐摩斯,根据诗人的传说,他是波塞冬之子,并与伊阿宋一起参与了前往科尔基斯的航行;而此人正是双马战车竞技的胜利者。
§5.17.10οἱ δὲ ἀποτετολμηκότες πυκτεύειν Ἄδμητος καὶ Μόψος ἐστὶν ὁ Ἄμπυκος· ἐν μέσῳ δὲ αὐτῶν ἀνὴρ ἑστηκὼς ἐπαυλεῖ, καθότι καὶ ἐφʼ ἡμῶν ἐπὶ τῷ ἅλματι αὐλεῖν τῶν πεντάθλων νομίζουσιν.
敢于进行拳击格斗的是阿德墨托斯与安普克斯之子莫普索斯;在他们中间站着一个男子,吹笛伴奏,就像在我们这个时代,人们习惯在五项全能的跳远比赛中吹笛一样。
Ἰάσονι δὲ καὶ Πηλεῖ τὸ ἔργον τῆς πάλης ἐξ ἴσου καθέστηκε.
对于伊阿宋和珀琉斯而言,摔跤的胜负正处于势均力敌的状态。
πεποίηται δὲ καὶ Εὐρυβώτας ἀφιεὶς δίσκον, ὅστις δὴ οὗτός ἐστιν ἐπὶ δίσκῳ φήμην ἔχων.
此外也塑造了掷铁饼的欧里博塔斯,此人正是因掷铁饼而享有盛名。
οἱ δʼ ἐς ἅμιλλαν δρόμου καθεστηκότες Μελανίων ἐστὶ καὶ Νεοθεὺς καὶ Φαλαρεύς, τέταρτος δὲ Ἀργεῖος καὶ Ἴφικλος πέμπτος· τούτῳ δὲ νικῶντι ὀρέγει τὸν στέφανον ὁ Ἄκαστος· εἴη δʼ ἂν ὁ Πρωτεσιλάου πατὴρ τοῦ στρατεύσαντος ἐς Ἴλιον.
而投身于奔跑竞赛的是美拉尼翁、涅奥透斯和法拉柔斯,第四个是阿尔盖俄斯,第五个是伊菲克洛斯;阿卡斯托斯正向这位胜利者(伊菲克洛斯)递上花冠;这人(伊菲克洛斯)应当就是远征伊利翁的普罗忒西劳斯的父亲。
§5.17.11κεῖνται δὲ καὶ τρίποδες, ἆθλα δὴ τοῖς νικῶσι, καὶ θυγατέρες εἰσὶν αἱ Πελίου· τὸ δὲ ὄνομα ἐπὶ τῇ Ἀλκήστιδι γέγραπται μόνῃ.
现场还摆放着三脚鼎,这确实是给胜利者的奖品,还有珀利亚斯的女儿们;但唯独在阿尔刻斯提斯身上写着名字。
Ἰόλαος δέ, ὃς ἐθελοντὴς μετεῖχεν Ἡρακλεῖ τῶν ἔργων, ἔστιν ἵππων ἅρματι ἀνῃρημένος νίκην.
作为自愿与赫拉克勒斯分担劳苦的约拉俄斯,已经在马车竞技中赢得了胜利。
τὸ δὲ ἀπὸ τούτου ἀγὼν μὲν ὁ ἐπὶ Πελίᾳ πέπαυται, τὴν ὕδραν δέ, τὸ ἐν τῷ ποταμῷ τῇ Ἀμυμώνῃ θηρίον, Ἡρακλεῖ τοξεύοντι Ἀθηνᾶ παρέστηκεν· ἅτε δὲ τοῦ Ἡρακλέους ὄντος οὐκ ἀγνώστου τοῦ τε ἄθλου χάριν καὶ ἐπὶ τῷ σχήματι, τὸ ὄνομα οὐκ ἔστιν ἐπʼ αὐτῷ γεγραμμένον.
从这一处起,为珀利亚斯举行的竞技便结束了,而雅典娜正站在用弓箭射向许德拉(阿米莫涅河中的怪兽)的赫拉克勒斯身旁;由于赫拉克勒斯因其功绩与外貌而为人熟知,所以他身上没有写名字。
Φινεύς τε ὁ Θρᾷξ ἐστι, καὶ οἱ παῖδες οἱ Βορέου τὰς Ἁρπυίας ἀπʼ αὐτοῦ διώκουσιν.
还有色雷斯人菲纽斯,玻瑞阿斯之子们正将哈耳庇厄们从他身边赶走。