§5.18.1τῆς χώρας δὲ ἐπὶ τῇ λάρνακι τῆς δευτέρας ἐξ ἀριστερῶν μὲν γίνοιτο ἂν ἡ ἀρχὴ τῆς περιόδου, πεποίηται δὲ γυνὴ παῖδα λευκὸν καθεύδοντα ἀνέχουσα τῇ δεξιᾷ χειρί, τῇ δὲ ἑτέρᾳ μέλανα ἔχει παῖδα καθεύδοντι ἐοικότα, ἀμφοτέρους διεστραμμένους τοὺς πόδας.
在这个箱子的第二层上,巡览的起点应当是从左侧开始:那里塑造了一个女人,右手抱着一个正在熟睡的白色孩子,另一只手里抱着一个像是在熟睡的黑色孩子,两者的双脚都是畸形弯曲的。
δηλοῖ μὲν δὴ καὶ τὰ ἐπιγράμματα, συνεῖναι δὲ καὶ ἄνευ τῶν ἐπιγραμμάτων ἔστι Θάνατόν τε εἶναι σφᾶς καὶ Ὕπνον καὶ ἀμφοτέροις Νύκτα αὐτοῖς τροφόν.
铭文确实表明了这一点,但即使没有铭文,人们也能理解他们分别是“死”与“眠”,而“夜”则是他们两人的乳母。
§5.18.2γυνὴ δὲ εὐειδὴς γυναῖκα αἰσχρὰν κολάζουσα καὶ τῇ μὲν ἀπάγχουσα αὐτήν, τῇ δὲ ῥάβδῳ παίουσα, Δίκη ταῦτα Ἀδικίαν δρῶσά ἐστι·
一个美丽的女人正在惩罚一个丑陋的女人,一只手掐着她的脖子,另一只手用木棒打她,这就是“正义”对“不义”施加惩罚。
δύο δὲ ἄλλας γυναῖκας ἐς ὅλμους καθικνουμένας ὑπέροις, φάρμακα εἰδέναι σφᾶς νομίζουσιν, ἐπεὶ ἄλλως γε οὐδὲν ἐς αὐτάς ἐστιν ἐπίγραμμα.
至于另外两个用杵在药钵中捣药的女人,人们认为她们精通药草(魔术),因为除此之外没有任何关于她们的铭文。
τὰ δὲ ἐς τὸν ἄνδρα τε καὶ γυναῖκα ἑπομένην αὐτῷ τὰ ἔπη δηλοῖ τὰ ἑξάμετρα· λέγει γὰρ δὴ οὕτως· "
Ἴδας Μάρπησσαν καλλίσφυρον, ἃν οἱ Ἀπόλλων
ἅρπασε, τὰν Εὐανοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν. "
而关于那个男子和跟随他的女子的情景,六音步诗作了说明,因为诗句是这样写的: "伊达斯带回了有着美丽踝骨的马尔佩萨,她曾被阿波罗夺去,是尤埃诺斯之女,如今她并非不情愿地随他而去。
§5.18.3χιτῶνα δὲ ἐνδεδυκὼς ἀνὴρ τῇ μὲν δεξιᾷ κύλικα, τῇ δὲ ἔχων ἐστὶν ὅρμον, λαμβάνεται δὲ αὐτῶν Ἀλκμήνη· πεποίηται δὲ ἐς τὸν λόγον τῶν Ἑλλήνων ὡς συγγένοιτο Ἀλκμήνῃ Ζεὺς Ἀμφιτρύωνι εἰκασθείς.
"一个身穿短袍的男子右手拿着杯子,另一只手拿着项链,阿尔克墨涅正从他们那里接过来;这是根据希腊人的传说塑造的,即宙斯化身为安菲特律翁的模样与阿尔克墨涅结合。
Μενέλαος δὲ θώρακά τε ἐνδεδυκὼς καὶ ἔχων ξίφος ἔπεισιν Ἑλένην ἀποκτεῖναι, δῆλα ὡς ἁλισκομένης Ἰλίου.
墨涅拉俄斯身穿胸甲,手持宝剑,正冲上去要杀死海伦,这显然是在伊利翁陷落之时。
Μηδείας δὲ ἐπὶ θρόνου καθημένης Ἰάσων ἐν δεξιᾷ, τῇ δὲ Ἀφροδίτη παρέστηκε· γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτοῖς· "
Μήδειαν Ἰάσων γαμέει, κέλεται δʼ Ἀφροδίτα. "
美狄亚坐在宝座上,伊阿宋在右侧,阿佛洛狄忒站在她身旁;在他们上方也写着一段铭文: "伊阿宋娶美狄亚为妻,正如阿佛洛狄忒所命。
§5.18.4πεποίηνται δὲ καὶ ᾄδουσαι Μοῦσαι καὶ Ἀπόλλων ἐξάρχων τῆς ᾠδῆς, καί σφισιν ἐπίγραμμα γέγραπται· "
Λατοΐδας οὗτος τάχʼ ἄναξ ἑκάεργος Ἀπόλλων· Μοῦσαι δʼ ἀμφʼ αὐτόν, χαρίεις χορός, αἷσι κατάρχει.
"还塑造了正在歌唱的缪斯们,以及领唱的阿波罗,并为他们写着一段铭文: "这位或许是勒托之子,远射的君主阿波罗;缪斯们在四周陪伴他,那是他所引领的优美合唱队。
"
Ἄτλας δὲ ἐπὶ μὲν τῶν ὤμων κατὰ τὰ λεγόμενα οὐρανόν τε ἀνέχει καὶ γῆν, φέρει δὲ καὶ τὰ Ἑσπερίδων μῆλα.
"阿特拉斯正如传说中所说的那样,双肩支撑着天和地,他也拿着赫斯珀里得斯的水果(金苹果)。
ὅστις δέ ἐστιν ὁ ἀνὴρ ὁ ἔχων τὸ ξίφος καὶ ἐπὶ τὸν Ἄτλαντα ἐρχόμενος, ἰδίᾳ μὲν ἐπʼ αὐτῷ γεγραμμένον ἐστὶν οὐδέν, δῆλα δὲ ἐς ἅπαντας Ἡρακλέα εἶναι.
至于那个手持宝剑、向阿特拉斯走来的男子是谁,他身上并没有写下任何单独的字样,但大家显然都知道他是赫拉克勒斯。
γέγραπται δὲ καὶ ἐπὶ τούτοις· "
Ἄτλας οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει. "
在这些图案上方也写着: "这位支撑着天空的是阿特拉斯,但他将放手交出苹果。
§5.18.5ἔστι δὲ καὶ Ἄρης ὅπλα ἐνδεδυκώς, Ἀφροδίτην ἄγων· ἐπίγραμμα δὲ Ἐνυάλιός ἐστιν αὐτῷ.
"还有身披盔甲的阿瑞斯,他正领着阿佛洛狄忒;给他的铭文是“厄倪阿利俄斯”。
πεποίηται δὲ καὶ Θέτις παρθένος, λαμβάνεται δὲ αὐτῆς Πηλεύς, καὶ ἀπὸ τῆς χειρὸς τῆς Θέτιδος ὄφις ἐπὶ τὸν Πηλέα ἐστὶν ὁρμῶν.
还塑造了少女忒提斯,珀琉斯正抓着她,一条蛇从忒提斯的手中向珀琉斯扑去。
αἱ δὲ ἀδελφαὶ Μεδούσης ἔχουσαι πτερὰ πετόμενον Περσέα εἰσὶ διώκουσαι· τὸ δὲ ὄνομα ἐπὶ τῷ Περσεῖ γέγραπται μόνῳ.
美杜莎的姐妹们长着双翼,正在追赶飞行的珀耳修斯;唯独在珀耳修斯身上写着他的名字。
§5.18.6στρατιωτικὰ δὲ ἐπὶ τῇ τρίτῃ χώρᾳ τῆς λάρνακος· τὸ μὲν πολύ εἰσιν ἐν αὐτοῖς οἱ πεζοί, πεποίηνται δὲ καὶ ἐπὶ συνωρίδων ἱππεῖς.
在箱子的第三层上,画着军事题材的画面;其中大部分是步兵,但也塑造了驾驭双马战车的骑兵。
ἐπὶ δὲ τοῖς στρατιώταις ἔστιν εἰκάζειν συνιέναι μὲν σφᾶς ἐς μάχην, συνιέναι δὲ καὶ ἀσπασομένους τε καὶ ἀναγνωριοῦντας ἀλλήλους.
关于这些士兵,我们可以推测他们是为了战斗而聚集在一起,或者也是为了互相问候和相认。
λέγεται δὲ καὶ ἐς ἀμφότερα ὑπὸ τῶν ἐξηγητῶν, καὶ τοῖς μέν ἐστιν εἰρημένον Αἰτωλοὺς τοὺς μετὰ Ὀξύλου καὶ Ἠλείους εἶναι τοὺς ἀρχαίους, ἀπαντᾶν δὲ σφᾶς γένους τε μνήμῃ τοῦ ἐξ ἀρχῆς καὶ εὔνοιαν ἐνδεικνυμένους ἐς ἀλλήλους· οἱ δὲ συνιέναι φασὶν ἐς ἀγῶνα τὰ στρατιωτικά, Πυλίους δὲ εἶναι καὶ Ἀρκάδας παρά τε Φειὰν πόλιν καὶ ποταμὸν μαχουμένους Ἰάρδανον.
讲解员们对这两种说法都有提及:有人说他们是跟随奥克绪洛斯的埃托利亚人和古老的伊利斯人,他们是因为记住最初的血缘关系而相遇,并向彼此展现善意;但另一些人说这些军队是为了战斗而聚集,他们是在斐亚城和伊阿尔达诺斯河附近准备交战的庇洛斯人与阿卡迪亚人。
§5.18.7ταῦτα μὲν δὴ οὐδὲ ἀρχὴν ἀποδέξαιτο ἄν τις, ὡς ὁ τοῦ Κυψέλου πρόγονος Κορίνθιός τε ὢν καὶ τὴν λάρνακα αὑτῷ ποιούμενος κτῆμα, ὁπόσα μὲν Κορινθίοις ἦν ἐπιχώρια, ἑκὼν ὑπερέβαινεν, ἃ δὲ ξενικά τε καὶ οὐδὲ ἄλλως ἥκοντα ἐς δόξαν, ἐτεχνᾶτο ἐπὶ τῇ λάρνακι·
这些解释其实根本不会有人接受,因为库普塞洛斯的祖先既然是科林斯人,且将这口箱子作为自己的财产来制作,又怎么会故意放过所有科林斯本土的题材,却偏偏在箱子上雕刻那些外来的、而且在其他方面也并不出名的场景呢?
αὐτῷ μέντοι παρίστατο ἐμοὶ ταῦτα εἰκάζειν.
然而,我个人却想到了如下的推测。
Κυψέλῳ καὶ τοῖς προγόνοις ἐκ Γονούσσης ἦν γένος ἐξ ἀρχῆς τῆς ὑπὲρ Σικυῶνος, καὶ πρόγονός σφισιν ἦν Μέλας ὁ Ἀντάσου·
库普塞洛斯及其祖先,最初的家族是来自锡基翁上方的戈努萨,他们的祖先是安塔索斯之子梅拉斯。
§5.18.8Μέλανα δὲ καὶ τὸν σὺν αὐτῷ στρατὸν κατὰ τὰ προειρημένα μοι καὶ ἐν τῇ Κορινθίᾳ συγγραφῇ οὐκ ἤθελεν Ἀλήτης συνοίκους δέξασθαι, γεγονός οἱ μάντευμα ἐκ Δελφῶν ὑφορώμενος, ἐς ὃ θεραπείᾳ τε τῇ πάσῃ χρώμενον Μέλανα καὶ ὁπότε ἀπελασθείη σὺν δεήσει ἐπανιόντα αὖθις ἐδέξατο καὶ ἄκων Ἀλήτης.
正如我在《科林斯志》中已经记述过的那样,阿勒忒斯不愿接纳梅拉斯和随他而来的军队作为共同居住者,因为他警惕着从德尔斐向他发出的神谕;直到梅拉斯竭尽一切恳求,并且即使被驱逐,也带着乞求再次返回,阿勒忒斯才违心地接纳了他。
τοῦτο τὸ στρατιωτικὸν τεκμαίροιτο ἄν τις τοὺς ἐπὶ τῇ λάρνακι εἰργασμένους εἶναι.
人们可以推测,这支军队就是箱子上所雕刻的那些人。