§5.17.1ταῦτα μὲν δὴ ἔχει κατὰ τὰ προειρημένα·
这些事情确实如前所述。
τῆς Ἥρας δέ ἐστιν ἐν τῷ ναῷ Διός, τὸ δὲ Ἥρας ἄγαλμα καθήμενόν ἐστιν ἐπὶ θρόνῳ· παρέστηκε δὲ γένειά τε ἔχων καὶ ἐπικείμενος κυνῆν ἐπὶ τῇ κεφαλῇ, ἔργα δέ ἐστιν ἁπλᾶ.
在赫拉的神殿中,有宙斯的像,而赫拉的像则坐在宝座上;他(宙斯)蓄着胡须,头上戴着盔,站在她身旁,这些都是朴素的作品。
τὰς δὲ ἐφεξῆς τούτων καθημένας ἐπὶ θρόνων Ὥρας ἐποίησεν Αἰγινήτης Σμῖλις.
在这些神像之后,坐在宝座上的荷拉(时序女神)们是由埃吉纳的斯米利斯制作的。
παρὰ δὲ αὐτὰς Θέμιδος ἅτε μητρὸς τῶν Ὡρῶν ἄγαλμα ἕστηκε Δορυκλείδου τέχνη, γένος μὲν Λακεδαιμονίου, μαθητοῦ δὲ Διποίνου καὶ Σκύλλιδος.
在她们身旁立着一尊忒弥斯像,作为荷拉们的母亲,这是多里克雷达斯的手艺,他按出身是拉刻代蒙人,是狄波伊诺斯和斯基路斯的弟子。
§5.17.2τὰς δὲ Ἑσπερίδας πέντε ἀριθμὸν Θεοκλῆς ἐποίησε, Λακεδαιμόνιος μὲν καὶ οὗτος, πατρὸς Ἡγύλου, φοιτῆσαι δὲ καὶ αὐτὸς παρὰ Σκύλλιν καὶ Δίποινον λέγεται.
赫斯珀里得斯(数量为五位)是由忒奥克勒斯制作的,此人也是拉刻代蒙人,父亲是赫吉罗斯,据说他自己也曾在斯基路斯和狄波伊诺斯门下学习。
τὴν δὲ Ἀθηνᾶν κράνος ἐπικειμένην καὶ δόρυ καὶ ἀσπίδα ἔχουσαν Λακεδαιμονίου λέγουσιν ἔργον εἶναι Μέδοντος, τοῦτον δὲ ἀδελφόν τε εἶναι Δορυκλείδου καὶ παρὰ ἀνδράσι διδαχθῆναι τοῖς αὐτοῖς.
戴着头盔、手持长枪和盾牌的雅典娜,据说是拉刻代蒙人梅东的作品,他是多里克雷达斯的兄弟,并受教于同一批老师。
§5.17.3Κόρη δὲ καὶ Δημήτηρ καὶ Ἀπόλλων καὶ Ἄρτεμις, αἱ μὲν ἀλλήλων εἰσὶν ἀπαντικρὺ καθήμεναι, Ἀπόλλων δὲ ἐναντίος ἑστώσῃ τῇ Ἀρτέμιδι ἕστηκεν.
科雷和德墨忒尔、阿波罗和阿耳忒弥斯,前两位相互对坐,而阿波罗则站在立着的阿耳忒弥斯对面。
ἀνάκειται δὲ ἐνταῦθα καὶ Λητὼ Τύχη τε καὶ Διόνυσος καὶ ἔχουσα Νίκη πτερά· τοὺς δὲ εἰργασμένους αὐτὰ οὐκ ἔχω δηλῶσαι, φαίνεται δὲ εἶναί μοι καὶ ταῦτα ἐς τὰ μάλιστα ἀρχαῖα.
这里还奉纳有勒托、泰姬、狄奥尼索斯以及展翅的尼刻;至于谁制作了这些,我无法表明,但在我看来,这些也属于极古之物。
τὰ μὲν δὴ κατειλεγμένα ἐστὶν ἐλέφαντος καὶ χρυσοῦ, χρόνῳ δὲ ὕστερον καὶ ἄλλα ἀνέθεσαν ἐς τὸ Ἡραῖον· Ἑρμῆν λίθου, Διόνυσον δὲ φέρει νήπιον, τέχνη δέ ἐστι Πραξιτέλους, καὶ Ἀφροδίτη χαλκῆ Κλέωνος ἔργον Σικυωνίου.
前面列举的神像是用象牙和黄金制成,但在后来的时期,他们又向赫拉神殿奉纳了其他东西:一尊石质的赫尔墨斯抱着婴儿狄奥尼索斯,这是普拉克西特列斯的手艺,以及一尊青铜的阿佛洛狄忒,是西库翁的克里昂的作品。
§5.17.4τούτου δὲ ὁ διδάσκαλος τοῦ Κλέωνος, ὄνομα Ἀντιφάνης, ἐκ φοιτήσεως Περικλύτου, Πολυκλείτου δὲ ἦν τοῦ Ἀργείου μαθητὴς ὁ Περίκλυτος.
这位克里昂的老师名叫安提法涅斯,受教于佩里克里托斯,而佩里克里托斯则是阿耳戈斯人波留克列特斯的弟子。
παιδίον δὲ ἐπίχρυσον κάθηται γυμνὸν πρὸ τῆς Ἀφροδίτης· Βοηθὸς δὲ ἐτόρευσεν αὐτὸ Καλχηδόνιος.
在阿佛洛狄忒面前坐着一个镀金的裸体男童;迦克墩的波埃托斯雕刻了它。
μετεκομίσθη δὲ αὐτόσε καὶ ἐκ τοῦ καλουμένου Φιλιππείου, χρυσοῦ καὶ ταῦτα καὶ ἐλέφαντος, Εὐρυδίκη τε ἡ Ἀριδαίου γυνὴ καὶ Ὀλυμπιὰς ἡ Φιλίππου.
也有从所谓的腓力神殿移到那里的神像,这些同样是用黄金和象牙制成的,包括阿里代乌斯的妻子欧律狄刻和腓力的妻子奥林匹亚丝。
§5.17.5λάρναξ δὲ κέδρου μὲν πεποίηται, ζῴδια δὲ ἐλέφαντος ἐπʼ αὐτῆς, τὰ δὲ χρυσοῦ, τὰ δὲ καὶ ἐξ αὐτῆς ἐστιν εἰργασμένα τῆς κέδρου· ἐς ταύτην τὴν λάρνακα Κύψελον τὸν Κορίνθου τυραννήσαντα ἀπέκρυψεν ἡ μήτηρ, ἡνίκα τεχθέντα ἀνευρεῖν αὐτὸν σπουδὴν ἐποιοῦντο οἱ Βακχίδαι.
宝箱是用杉木制作的,上面有小雕像,有的用象牙,有的用黄金,有的则是直接在杉木上雕刻出来的;在这只宝箱里,库普塞洛斯(后来的科林斯僭主)在出生后,当巴克科斯家族的人正极力搜寻他时,他的母亲将他藏了进去。
τῆς μὲν δὴ σωτηρίας ἕνεκα τοῦ Κυψέλου τὸ ἀπʼ αὐτοῦ γένος οἱ ὀνομαζόμενοι Κυψελίδαι τὴν λάρνακα ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὰς δὲ λάρνακας οἱ τότε ἐκάλουν Κορίνθιοι κυψέλας· ἀπὸ τούτου δὲ καὶ ὄνομα Κύψελον τῷ παιδὶ θέσθαι λέγουσι.
由于库普塞洛斯得以得救,他的后裔,即所谓的库普塞洛斯家族,将这只宝箱奉纳在奥林匹亚;当时的科林斯人称箱子为“库普塞拉”,据说他们也因此给这个孩子起名叫库普塞洛斯。
§5.17.6τῶν δὲ ἐπὶ τῇ λάρνακι ἐπιγράμματα ἔπεστι τοῖς πλείοσι, γράμμασι τοῖς ἀρχαίοις γεγραμμένα· καὶ τὰ μὲν ἐς εὐθὺ αὐτῶν ἔχει, σχήματα δὲ ἄλλα τῶν γραμμάτων βουστροφηδὸν καλοῦσιν Ἕλληνες.
宝箱上的大多数雕像上都有铭文,是用古代文字写成的;其中有些是笔直书写的,而希腊人将另一种文字的排布称为牛耕式(boustrophedon)。
τὸ δέ ἐστι τοιόνδε· ἀπὸ τοῦ πέρατος τοῦ ἔπους ἐπιστρέφει τῶν ἐπῶν τὸ δεύτερον ὥσπερ ἐν διαύλου δρόμῳ.
它是这样的:从一行的末尾开始,第二行便折返回来,就像在双向赛道(diaulos)上奔跑一样。
γέγραπται δὲ ἐπὶ τῇ λάρνακι καὶ ἄλλως τὰ ἐπιγράμματα ἑλιγμοῖς συμβαλέσθαι χαλεποῖς.
宝箱上的铭文也以其他方式书写,带有难以辨认的曲折。
ἀρξαμένῳ δὲ ἀνασκοπεῖσθαι κάτωθεν τοσάδε ἐπὶ τῆς λάρνακος ἡ πρώτη παρέχεται χώρα.
对于从下方开始观察的人而言,宝箱上的第一块区域呈现出以下内容。