§5.15.8ἔστι δὲ πρὸ τοῦ καλουμένου Θεηκολεῶνος οἴκημα· τούτου δὲ ἐν γωνίᾳ τοῦ οἰκήματος Πανὸς ἵδρυται βωμός.
在被称为“神官之馆”(德科莱昂)的前面有一座建筑物;在这座建筑物的角落里,建立了一座潘的祭坛。
τὸ πρυτανεῖον δὲ Ἠλείοις ἔστι μὲν τῆς Ἄλτεως ἐντός, πεποίηται δὲ παρὰ τὴν ἔξοδον ἥ ἐστι τοῦ γυμνασίου πέραν· ἐν τούτῳ δὲ οἵ τε δρόμοι τῷ γυμνασίῳ καὶ τοῖς ἀθληταῖς εἰσιν αἱ παλαῖστραι.
伊利斯人的政厅(普里塔内昂)在阿尔提斯内部,建在体育馆(吉姆纳西翁)对面的出口旁;在这座(体育馆)里有跑道和供运动员使用的摔跤场(巴莱斯特拉)。
τοῦ πρυτανείου δὲ πρὸ μὲν τῶν θυρῶν βωμός ἐστιν Ἀρτέμιδος Ἀγροτέρας·
在政厅的门前,有一座“田野的”(阿格罗特拉)阿耳忒弥斯的祭坛。
§5.15.9ἐν δὲ αὐτῷ τῷ πρυτανείῳ παριόντων ἐς τὸ οἴκημα, ἔνθα σφίσιν ἡ ἑστία, Πανός ἐστιν ἐν δεξιᾷ τῆς ἐσόδου βωμός.
在政厅内部,对于进入他们炉灶(赫斯提亚)所在的建筑物的人来说,在入口的右手边有一座潘的祭坛。
ἔστι δὲ ἡ ἑστία τέφρας καὶ αὕτη πεποιημένη, καὶ ἐπʼ αὐτῆς πῦρ ἀνὰ πᾶσάν τε ἡμέραν καὶ ἐν πάσῃ νυκτὶ ὡσαύτως καίεται· ἀπὸ ταύτης τῆς ἑστίας τὴν τέφραν κατὰ τὰ εἰρημένα ἤδη μοι κομίζουσιν ἐπὶ τὸν τοῦ Ὀλυμπίου βωμόν, καὶ οὐχ ἥκιστα ἐς μέγεθος συντελεῖ τῷ βωμῷ τὸ ἀπὸ τῆς ἑστίας ἐπιφορούμενον.
这个炉灶也是用灰烬做成的,在它上面无论是白天还是黑夜都同样燃烧着火;他们按照我已经说过的,将灰烬从这个炉灶带到奥林匹亚宙斯的祭坛,而从炉灶上运去并添加的灰烬,对祭坛的规模作出了不小的贡献。
§5.15.10ἑκάστου δὲ ἅπαξ τοῦ μηνὸς θύουσιν ἐπὶ πάντων Ἠλεῖοι τῶν κατειλεγμένων βωμῶν.
每个月一次,伊利斯人在所有列出的祭坛上进行祭祀。
θύουσι δὲ ἀρχαῖόν τινα τρόπον· λιβανωτὸν γὰρ ὁμοῦ πυροῖς μεμαγμένοις μέλιτι θυμιῶσιν ἐπὶ τῶν βωμῶν, τιθέασι δὲ καὶ κλῶνας ἐλαίας ἐπʼ αὐτῶν καὶ οἴνῳ χρῶνται σπονδῇ.
他们以某种古老的方式祭祀;因为他们在祭坛上将乳香与用蜂蜜揉捏的小麦粉一起焚烧,他们还在祭坛上放置橄榄枝,并用葡萄酒作奠酒。
μόναις δὲ ταῖς Νύμφαις οὐ νομίζουσιν οἶνον οὐδὲ ταῖς Δεσποίναις σπένδειν οὐδὲ ἐπὶ τῷ βωμῷ τῷ κοινῷ πάντων θεῶν.
但唯独对宁芙们和“女主人”们,以及在供奉众神的共有祭坛上,他们不习惯用葡萄酒作奠酒。
μέλει δὲ τὰ ἐς θυσίας θεηκόλῳ τε, ὃς ἐπὶ μηνὶ ἑκάστῳ τὴν τιμὴν ἔχει, καὶ μάντεσι καὶ σπονδοφόροις, ἔτι δὲ ἐξηγητῇ τε καὶ αὐλητῇ καὶ τῷ ξυλεῖ·
负责祭祀事务的是每个月担任该职的德科鲁斯(神官)、占卜师们和奠酒使者们,此外还有解释者、笛手和木材保管员。
§5.15.11ὁπόσα δὲ ἐπὶ ταῖς σπονδαῖς λέγειν σφίσιν ἐν τῷ πρυτανείῳ καθέστηκεν, ἢ καὶ ὕμνους ὁποίους ᾄδουσιν, οὔ με ἦν εἰκὸς ἐπεισαγαγέσθαι καὶ ταῦτα ἐς τὸν λόγον.
至于他们规定在政厅的奠酒仪式上要说的话,或者他们唱什么样赞歌,我也不便将这些内容引入我的记述中。
θεοῖς δὲ οὐ τοῖς Ἑλληνικοῖς μόνον ἀλλὰ καὶ τῷ ἐν Λιβύῃ σπένδουσι καὶ Ἥρᾳ τε Ἀμμωνίᾳ καὶ Παράμμωνι· Ἑρμοῦ δὲ ἐπίκλησίς ἐστιν ὁ Παράμμων.
他们不仅向希腊的神明,也向利比亚的神明,以及“阿盟的”赫拉和帕拉蒙作奠酒;帕拉蒙是赫耳墨斯的别名。
φαίνονται δὲ χρώμενοι ἐκ παλαιοτάτου τῷ ἐν Λιβύῃ μαντείῳ, καὶ ἀναθήματα Ἠλείων ἐν Ἄμμωνός εἰσι βωμοί· γέγραπται δὲ ἐπʼ αὐτῶν ὅσα τε ἐπυνθάνοντο οἱ Ἠλεῖοι καὶ τὰ χρησθέντα ὑπὸ τοῦ θεοῦ καὶ τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ παρὰ τὸν Ἄμμωνα ἦλθον ἐξ Ἤλιδος.
他们似乎从极古老的时代起就使用利比亚的神谕所,在阿盟的神殿里有伊利斯人奉纳物的祭坛;上面刻着伊利斯人所询问的事、神所赐予的神谕,以及从伊利斯前往阿盟那里的男人们的名字。
ταῦτα μὲν δή ἐστιν ἐν Ἄμμωνος·
这些确实是阿盟神殿里的东西。
§5.15.12Ἠλεῖοι δὲ καὶ ἥρωσι καὶ γυναιξὶ σπένδουσιν ἡρώων, ὅσοι τε ἐν τῇ χώρᾳ τῇ Ἠλείᾳ καὶ ὅσοι παρὰ Αἰτωλοῖς τιμὰς ἔχουσιν.
伊利斯人也向英雄以及英雄的妻子们作奠酒,包括那些在伊利斯土地上以及在埃托利亚人中享有崇敬的人。
ὁπόσα δὲ ᾄδουσιν ἐν τῷ πρυτανείῳ, φωνὴ μέν ἐστιν αὐτῶν ἡ Δώριος, ὅστις δὲ ὁ ποιήσας ἦν τὰ ᾄσματα, οὐ λέγουσιν.
至于他们在政厅里所唱的歌,他们的方言是多利斯方言,但他们不说是谁创作了这些歌曲。
ἔστι δὲ καὶ ἑστιατόριον Ἠλείοις· καὶ τοῦτο ἔστι μὲν ἐντὸς τοῦ πρυτανείου, τοῦ οἰκήματος τοῦ τῆς ἑστίας ἀπαντικρύ, τοὺς δὲ τὰ Ὀλύμπια νικῶντας ἑστιῶσιν ἐν τούτῳ τῷ οἰκήματι.
伊利斯人还有一个会宴厅;这也位于政厅内部,正对着炉灶所在的建筑物,他们在这个建筑物里款待奥林匹亚运动会的获胜者。