§5.1.7Πέλοψ δὲ ἀποθανόντος Οἰνομάου τήν τε Πισαίαν ἔσχε καὶ Ὀλυμπίαν, ἀποτεμόμενος τῆς Ἐπειοῦ χώρας ὅμορον οὖσαν τῇ Πισαίᾳ· Ἑρμοῦ τε ἐν Πελοποννήσῳ ναὸν ἱδρύσασθαι καὶ θῦσαι τῷ θεῷ Πέλοπα ἔλεγον οἱ Ἠλεῖοι πρῶτον, ἀποτρεπόμενον τὸ ἐπὶ τῷ Μυρτίλου θανάτῳ μήνιμα ἐκ τοῦ θεοῦ.
俄诺玛奥斯死后,珀罗普斯占领了皮萨伊亚和奥林匹亚,并从埃佩奥斯人的土地中割取了与皮萨伊亚相邻的部分;据伊利斯人说,珀罗普斯是伯罗奔尼撒半岛上第一个建立赫尔墨斯神庙并向该神献祭的人,以求平息因密尔提洛斯之死而招致的神之愤怒。
§5.1.8Αἰτωλῷ δὲ μετὰ Ἐπειὸν βασιλεύσαντι συνέπεσεν ἐκ Πελοποννήσου φυγεῖν, ὅτι αὐτὸν οἱ Ἄπιδος παῖδες ἐφʼ αἵματι ἀκουσίῳ δίκην εἷλον· Ἆπιν γὰρ τὸν Ἰάσονος ἐκ Παλλαντίου τοῦ Ἀρκάδων ἀπέκτεινεν Αἰτωλὸς ἐπελάσας τὸ ἅρμα τεθέντων ἐπὶ Ἀζᾶνι ἄθλων.
在埃佩奥斯之后统治的埃托洛斯,因遭遇变故而不得不逃离伯罗奔尼撒,因为阿皮斯的儿子们因一桩过失杀人案而起诉并判定他有罪;原来在为阿赞举行的竞技会上,埃托洛斯驾车疾驰,撞死了来自阿卡迪亚帕兰提翁的伊亚松之子阿皮斯。
ἀπὸ μὲν Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος οἱ περὶ τὸν Ἀχελῷον οἰκοῦντες ἐκλήθησαν φυγόντος ἐς ταύτην τὴν ἤπειρον, τὴν δὲ Ἐπειῶν ἔσχεν ἀρχὴν Ἠλεῖος, Εὐρυκύδας τε τῆς Ἐνδυμίωνος καὶ—ὅτῳ πιστὰ—πατρὸς ὢν Ποσειδῶνος· καὶ τὸ ὄνομα οἱ ἄνθρωποι τὸ νῦν ἀντὶ Ἐπειῶν ἀπὸ τοῦ Ἠλείου μεταβεβλήκασιν.
由于恩迪米翁之子埃托洛斯逃到了这片大陆,居住在阿克罗奥斯河周围的人们便以他的名字命名,而埃佩奥斯人的王权则由埃莱奥斯继承,他是恩迪米翁之女欧律库达的儿子,并且——对那些相信的人来说——他的父亲是波塞冬;人民也因埃莱奥斯而改变了他们如今的名字,以代替先前的埃佩奥斯人。
§5.1.9Ἠλείου δὲ ἦν Αὐγέας· οἱ δὲ ἀποσεμνύνοντες τὰ ἐς αὐτόν, παρατρέψαντες τοῦ Ἠλείου τὸ ὄνομα, Ἡλίου φασὶν Αὐγέαν παῖδα εἶναι.
埃莱奥斯生有奥革阿斯;但那些神化其事迹的人,篡改了埃莱奥斯的名字,声称奥革阿斯是赫利俄斯之子。
τούτῳ βοῦς τῷ Αὐγέᾳ καὶ αἰπόλια τοσαῦτα ἐγένετο ὡς καὶ τῆς χώρας αὐτῷ τὰ πολλὰ ἤδη διατελεῖν ἀργὰ ὄντα ὑπὸ τῶν βοσκημάτων τῆς κόπρου· Ἡρακλέα οὖν εἴτε ἐπὶ μοίρᾳ τῆς Ἠλείας εἴτε ἐφʼ ὅτῳ δὴ καὶ ἄλλῳ μισθῷ πείθει οἱ καθῆραι τῆς κόπρου τὴν γῆν.
这位奥革阿斯拥有如此多的牛群和山羊群,以至于他的大部分土地已经因为牲畜的粪便而长期荒芜;因此,他设法说服了赫拉克勒斯,无论是承诺分给其一部分伊利斯土地,还是为了其他什么报酬,让他为自己清理土地上的粪便。
§5.1.10καὶ ὁ μὲν καὶ τοῦτο ἐξειργάσατο ἐκτρέψας τοῦ Μηνίου τὸ ῥεῦμα ἐς τὴν κόπρον·
赫拉克勒斯通过将梅尼奥斯河的河流引向粪便,也完成了这项工作。
Αὐγέας δέ, ὅτι τῷ Ἡρακλεῖ σοφίᾳ πλέον καὶ οὐ σὺν πόνῳ τὸ ἔργον ἤνυστο, αὐτός τε ἀποδοῦναί οἱ τὸν μισθὸν ἀπηξίου καὶ τῶν παίδων τῶν ἀρσένων τὸν πρεσβύτερον Φυλέα ἐξέβαλεν ἀντειπόντα ὡς οὐ δίκαια ποιοῖτο πρὸς ἄνδρα εὐεργέτην.
但是奥革阿斯因为这项工作是赫拉克勒斯凭智慧而非通过劳苦完成的,不仅拒绝付给他报酬,而且还放逐了男子中长子斐勒乌斯,因为后者反驳说他对待恩人的行为是不公正的。
αὐτὸς δὲ τά τε ἄλλα παρεσκευάζετο ὡς τὸν Ἡρακλέα ἀμυνούμενος, ἢν ἐπὶ τὴν Ἦλιν στρατεύηται, καὶ τοὺς παῖδας τοὺς Ἄκτορος καὶ Ἀμαρυγκέα ἐπηγάγετο ἐς φιλίαν· §5.1.11ἦν δὲ ὁ Ἀμαρυγκεὺς ἄλλως μὲν ἀγαθὸς τὰ ἐς τὸν πόλεμον, ὁ δέ οἱ πατὴρ Πυττίος Θεσσαλὸς τὰ ἄνωθεν ἦν καὶ ἐς τὴν Ἠλείαν ἀφίκετο ἐκ Θεσσαλίας.
奥革阿斯自己也做好了其他准备,以便在赫拉克勒斯出兵进攻伊利斯时予以还击,并争取了阿克托尔的儿子们和阿马伦刻乌斯结为盟友;阿马伦刻乌斯在战争的其他方面都很勇敢,而他的父亲皮蒂奥斯从祖上起就是色萨利人,是从色萨利来到伊利斯的。
Ἀμαρυγκεῖ μὲν δὴ καὶ ἀρχῆς ἐν Ἠλείᾳ μετέδωκεν ὁ Αὐγέας, Ἄκτορι δὲ καὶ τοῖς παισὶ γένος τε ἦν ἐπιχώριον βασιλείας τε μετῆν σφισιν· Ἄκτωρ γὰρ πατρὸς μὲν Φόρβαντος ἦν τοῦ Λαπίθου, μητρὸς δὲ Ὑρμίνης τῆς Ἐπειοῦ, καὶ ᾤκισεν ἀπʼ αὐτῆς Ἄκτωρ πόλιν Ὑρμίναν ἐν τῇ Ἠλείᾳ.
奥革阿斯确实分给阿马伦刻乌斯一部分伊利斯的统治权;而阿克托尔及其子孙则是本土家族,享有王位的一部分;因为阿克托尔是拉皮泰人福尔巴斯的儿子,母亲是埃佩奥斯之女许尔米纳,阿克托尔在伊利斯创建了以她命名的许尔米纳城。