§5.1.7Πέλοψ δὲ ἀποθανόντος Οἰνομάου τήν τε Πισαίαν ἔσχε καὶ Ὀλυμπίαν, ἀποτεμόμενος τῆς Ἐπειοῦ χώρας ὅμορον οὖσαν τῇ Πισαίᾳ· Ἑρμοῦ τε ἐν Πελοποννήσῳ ναὸν ἱδρύσασθαι καὶ θῦσαι τῷ θεῷ Πέλοπα ἔλεγον οἱ Ἠλεῖοι πρῶτον, ἀποτρεπόμενον τὸ ἐπὶ τῷ Μυρτίλου θανάτῳ μήνιμα ἐκ τοῦ θεοῦ.
After the death of Oenomaus, Pelops obtained Pisaia and Olympia, having cut off that part of the land of the Epeians which bordered on Pisaia; the Eleans say that Pelops was the first to build a temple of Hermes in the Peloponnese and to sacrifice to the god, in order to avert the wrath of the god for the death of Myrtilus.
§5.1.8Αἰτωλῷ δὲ μετὰ Ἐπειὸν βασιλεύσαντι συνέπεσεν ἐκ Πελοποννήσου φυγεῖν, ὅτι αὐτὸν οἱ Ἄπιδος παῖδες ἐφʼ αἵματι ἀκουσίῳ δίκην εἷλον· Ἆπιν γὰρ τὸν Ἰάσονος ἐκ Παλλαντίου τοῦ Ἀρκάδων ἀπέκτεινεν Αἰτωλὸς ἐπελάσας τὸ ἅρμα τεθέντων ἐπὶ Ἀζᾶνι ἄθλων.
To Aetolus, who ruled after Epeius, it happened that he had to flee from the Peloponnese, because the sons of Apis prosecuted and convicted him for unintentional homicide; for Aetolus, having driven his chariot, killed Apis the son of Iason from Pallantium of the Arcadians during the games held in honor of Azan.
ἀπὸ μὲν Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος οἱ περὶ τὸν Ἀχελῷον οἰκοῦντες ἐκλήθησαν φυγόντος ἐς ταύτην τὴν ἤπειρον, τὴν δὲ Ἐπειῶν ἔσχεν ἀρχὴν Ἠλεῖος, Εὐρυκύδας τε τῆς Ἐνδυμίωνος καὶ—ὅτῳ πιστὰ—πατρὸς ὢν Ποσειδῶνος· καὶ τὸ ὄνομα οἱ ἄνθρωποι τὸ νῦν ἀντὶ Ἐπειῶν ἀπὸ τοῦ Ἠλείου μεταβεβλήκασιν.
Because of this flight of Aetolus, the son of Endymion, to this mainland, the inhabitants around the Achelous were named after him, while Eleios obtained the sovereignty of the Epeians, being the son of Eurycyda, the daughter of Endymion, and—for anyone who believes it—having Poseidon as his father; and from this Eleios the people changed their present name instead of Epeians.
§5.1.9Ἠλείου δὲ ἦν Αὐγέας· οἱ δὲ ἀποσεμνύνοντες τὰ ἐς αὐτόν, παρατρέψαντες τοῦ Ἠλείου τὸ ὄνομα, Ἡλίου φασὶν Αὐγέαν παῖδα εἶναι.
To Eleios was born Augeas; but those who magnify his history, altering the name of Eleios, say that Augeas was the son of Helios.
τούτῳ βοῦς τῷ Αὐγέᾳ καὶ αἰπόλια τοσαῦτα ἐγένετο ὡς καὶ τῆς χώρας αὐτῷ τὰ πολλὰ ἤδη διατελεῖν ἀργὰ ὄντα ὑπὸ τῶν βοσκημάτων τῆς κόπρου· Ἡρακλέα οὖν εἴτε ἐπὶ μοίρᾳ τῆς Ἠλείας εἴτε ἐφʼ ὅτῳ δὴ καὶ ἄλλῳ μισθῷ πείθει οἱ καθῆραι τῆς κόπρου τὴν γῆν.
To this Augeas belonged so many cattle and herds of goats that most of his land already remained uncultivated because of the dung of the beasts; he therefore persuaded Heracles, either on condition of receiving a share of Elis, or for whatever other reward it might be, to clear the land of the dung for him.
§5.1.10καὶ ὁ μὲν καὶ τοῦτο ἐξειργάσατο ἐκτρέψας τοῦ Μηνίου τὸ ῥεῦμα ἐς τὴν κόπρον· Αὐγέας δέ, ὅτι τῷ Ἡρακλεῖ σοφίᾳ πλέον καὶ οὐ σὺν πόνῳ τὸ ἔργον ἤνυστο, αὐτός τε ἀποδοῦναί οἱ τὸν μισθὸν ἀπηξίου καὶ τῶν παίδων τῶν ἀρσένων τὸν πρεσβύτερον Φυλέα ἐξέβαλεν ἀντειπόντα ὡς οὐ δίκαια ποιοῖτο πρὸς ἄνδρα εὐεργέτην.
And Heracles accomplished this too by turning the stream of the Menius into the dung; but Augeas, because the deed had been achieved by Heracles through cleverness rather than toil, refused to pay him his reward, and banished Phyleus, the eldest of his male children, for objecting that he was acting unjustly toward a benefactor.
αὐτὸς δὲ τά τε ἄλλα παρεσκευάζετο ὡς τὸν Ἡρακλέα ἀμυνούμενος, ἢν ἐπὶ τὴν Ἦλιν στρατεύηται, καὶ τοὺς παῖδας τοὺς Ἄκτορος καὶ Ἀμαρυγκέα ἐπηγάγετο ἐς φιλίαν· §5.1.11ἦν δὲ ὁ Ἀμαρυγκεὺς ἄλλως μὲν ἀγαθὸς τὰ ἐς τὸν πόλεμον, ὁ δέ οἱ πατὴρ Πυττίος Θεσσαλὸς τὰ ἄνωθεν ἦν καὶ ἐς τὴν Ἠλείαν ἀφίκετο ἐκ Θεσσαλίας.
He himself prepared for other measures to defend himself against Heracles if he should march against Elis, and drew into friendship the sons of Actor and Amarynceus; Amarynceus was otherwise brave in war, and his father Pyttios was of Thessalian descent and had come to Elis from Thessaly.
Ἀμαρυγκεῖ μὲν δὴ καὶ ἀρχῆς ἐν Ἠλείᾳ μετέδωκεν ὁ Αὐγέας, Ἄκτορι δὲ καὶ τοῖς παισὶ γένος τε ἦν ἐπιχώριον βασιλείας τε μετῆν σφισιν·
Augeas gave Amarynceus a share in the government of Elis; while Actor and his sons were of native stock and had a share in the kingdom.
Ἄκτωρ γὰρ πατρὸς μὲν Φόρβαντος ἦν τοῦ Λαπίθου, μητρὸς δὲ Ὑρμίνης τῆς Ἐπειοῦ, καὶ ᾤκισεν ἀπʼ αὐτῆς Ἄκτωρ πόλιν Ὑρμίναν ἐν τῇ Ἠλείᾳ.
For Actor was the son of Phorbas the Lapith, and of Hyrmina, the daughter of Epeius, and after her Actor founded the city of Hyrmina in Elis.