§5.2.1τῷ δὲ Ἡρακλεῖ πρὸς τὸν Αὐγέαν πολεμοῦντι οὐδὲν ὑπῆρχεν ἀποδείκνυσθαι λαμπρόν· ἅτε γὰρ καὶ τόλμῃ καὶ ταῖς ἡλικίαις τοῦ Ἄκτορος τῶν παίδων ἀκμαζόντων, ἐτρέπετο ὑπʼ αὐτῶν ἀεὶ τὸ συμμαχικὸν τοῦ Ἡρακλέους, ἐς ὃ Ἰσθμικὰς σπονδὰς Κορινθίων ἐπαγγειλάντων καὶ θεωρῶν ἐς τὸν ἀγῶνα ἐρχομένων τῶν υἱῶν τοῦ Ἄκτορος ἀπέκτεινε σφᾶς λοχήσας ὁ Ἡρακλῆς ἐν Κλεωναῖς.
在与奥革阿斯的战争中,赫拉克勒斯无法建立任何辉煌的功绩;因为阿克托尔的儿子们正值勇敢与年龄的巅峰,赫拉克勒斯的同盟军总是被他们击退,直到科林斯人宣布地峡竞技会休战,阿克托尔的儿子们作为神圣使者前往参加竞技会时,赫拉克勒斯才在克莱奥奈设伏将他们杀死。
ἀφανοῦς δὲ ὄντος τοῦ εἰργασμένου τὸν φόνον μάλιστα ἐποιεῖτο ἡ Μολίνη σπουδὴν τῶν παίδων τὸν αὐτόχειρα ἐξευρεῖν.
由于杀人者的身份不明,莫利涅极力设法查明亲手杀害她儿子的凶手。
§5.2.2ὡς δὲ ἔμαθεν, ἐνταῦθα οἱ Ἠλεῖοι δίκας τοῦ φόνου παρὰ Ἀργείων ἀπῄτουν· τηνικαῦτα γὰρ ἔτυχεν Ἡρακλῆς ἐν Τίρυνθι οἰκῶν.
当她得知真相后,伊利斯人便向阿耳戈斯人要求对这起谋杀进行赔偿;因为当时赫拉克勒斯正好住在蒂林斯。
μὴ διδόντων δέ σφισι δίκας τῶν Ἀργείων, οἱ δὲ δεύτερα ἐνέκειντο Κορινθίοις ἔκσπονδον τὸ Ἀργολικὸν πᾶν τοῦ ἀγῶνος γενέσθαι τοῦ Ἰσθμικοῦ.
但当阿耳戈斯人拒绝给予赔偿时,他们转而极力要求科林斯人将整个阿耳戈利斯地区排除在地峡竞技会之外。
ὡς δὲ ἡμάρτανον καὶ τούτου, Μολίνην θέσθαι φασὶν ἐπὶ τοῖς πολίταις κατάρας, ἢν Ἰσθμίων μὴ θέλωσιν εἴργεσθαι.
当他们在这件事上也遭到失败时,据说莫利涅向公民们施加了诅咒,如果他们不肯退出地峡竞技会。
φυλάσσουσι δὲ τῆς Μολίνης καὶ ἐς τόδε ἔτι τὰς κατάρας, καὶ ὅσοι τὰ σώματα ἀσκοῦσιν Ἠλείων, οὔ σφισιν ἐς τὸν ἀγῶνα ἐσελθεῖν καθέστηκε τὸν Ἰσθμικόν.
伊利斯人至今仍遵守着莫利涅的诅咒,凡是锻炼身体的伊利斯竞技者,习惯上都不允许参加地峡竞技会。
§5.2.3διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι.
关于此事,还有两个不同于上述说法的解释。
τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν, προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ ὀργῇ τε ἐς τοὺς Ἠλείους χρῆσθαι καὶ προειπεῖν σφισιν Ἰσθμίων εἴργεσθαι.
其中一个说法称,曾任科林斯僭主的库普塞洛斯在奥林匹亚向宙斯献纳了一尊金像,但库普塞洛斯在奉纳物上刻上自己的名字之前就去世了,科林斯人请求伊利斯人允许他们以城邦的名义在奉纳物上刻字,在未获允许后,他们对伊利斯人感到愤怒,并宣布禁止他们参加地峡竞技会。
πῶς ἂν οὖν Κορινθίοις αὐτοῖς τοῦ ἀγῶνος μετῆν τοῦ ἐν Ὀλυμπίᾳ, εἰ δὴ ἄκοντάς γε Ἠλείους ἀπὸ τῶν Ἰσθμίων εἶργον;
但是,如果科林斯人真的违背伊利斯人的意愿而将他们排除在地峡竞技会之外,他们自己又怎么可能参加在奥林匹亚举行的竞技会呢?
§5.2.4ὁ δὲ ἕτερος ἔχει τῶν λόγων Προλάῳ παῖδας ἀνδρὶ παρὰ Ἠλείοις δοκίμῳ καὶ τῇ γυναικὶ αὐτοῦ Λυσίππῃ Φίλανθον καὶ Λάμπον γενέσθαι· τούτους ἐπὶ τὸν ἀγῶνα ἐλθόντας τῶν Ἰσθμίων παγκρατιάσοντας ἐν παισί, τὸν δὲ αὐτῶν παλαίσοντα, ὑπὸ τῶν ἀνταγωνιστῶν, πρὶν ἢ ἐς τὸν ἀγῶνα ἐσελθεῖν, ἀποπνιγῆναι σφᾶς ἢ καὶ ἄλλῳ τῷ τρόπῳ διαχρησθῆναι· καὶ οὕτω τὰς ἐπὶ τοῖς Ἠλείοις, ἢν Ἰσθμίων μὴ ἑκόντες εἴργωνται, Λυσίππης ἀρὰς εἶναι.
另一个说法是,伊利斯名士普罗劳斯和他的妻子许西佩生有斐兰托斯和兰波斯;他们前往地峡竞技会参加少年组的格斗,但在进入比赛前,就被对手掐死或以其他方式害死;因此,如果伊利斯人不主动退出地峡竞技会而招致的诅咒,乃是许西佩的诅咒。
δείκνυται δὲ καὶ ὅδε εὐήθης ὢν ὁ λόγος.
然而,这个说法也被证实是愚蠢的。
§5.2.5Τίμωνι γὰρ ἀνδρὶ Ἠλείῳ γεγόνασι πεντάθλου νῖκαι τῶν ἐν Ἕλλησιν ἀγώνων, καί οἱ καὶ εἰκών ἐστιν ἐν Ὀλυμπίᾳ καὶ ἐλεγεῖον, στεφάνους τε ὁπόσους ἀνείλετο ὁ Τίμων λέγον καὶ δὴ καὶ αἰτίαν διʼ ἥντινα Ἰσθμικῆς οὐ μέτεστιν αὐτῷ νίκης· καὶ ἔχει τὰ ἐς τοῦτο τὸ ἐλεγεῖον· "
Σισυφίαν δὲ μολεῖν χθόνʼ ἐκώλυεν ἀνέρα νείκη
ἀμφὶ Μολιονιδᾶν οὐλομένῳ θανάτῳ.
因为伊利斯人提蒙曾在希腊的竞技会中获得过五项全能的胜利,他在奥林匹亚既有雕像也有哀歌铭文,记录了提蒙赢得了多少桂冠,特别是他未能获得地峡竞技会胜利的原因;关于此事的哀歌如下: “然而,围绕莫利涅之子惨死的争端,阻碍了此人前往西绪福斯之地。
"
τάδε μὲν ἡμῖν ἐς τοσοῦτο ἐξητάσθω·
” 这些事情我们就探讨到这里。