Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.1.1-5.1.6

伯罗奔尼撒部族与伊利斯的早期神话

第 184 段,共 465 段 · 希腊语

内容简介

作者阐述了伯罗奔尼撒半岛的部族构成,并叙述了伊利斯的早期神话历史,包括阿埃特里奥斯和恩迪米翁的世系以及其子嗣争夺王位的竞赛。

§5.1.1ὅσοι δὲ Ἑλλήνων Πελοποννήσου πέντε εἶναι μοίρας καὶ οὐ πλείονάς φασιν, ἀνάγκη σφᾶς ὁμολογεῖν ὡς ἐν τῇ Ἀρκάδων οἰκοῦσιν Ἠλεῖοι καὶ Ἀρκάδες, δευτέρα δὲ Ἀχαιῶν, τρεῖς δὲ ἐπὶ ταύταις αἱ Δωριέων.
凡是主张伯罗奔尼撒由五个部分而非更多部分组成的希腊人,都必须承认,在阿卡迪亚人的土地上居住着伊利斯人和阿卡迪亚人,第二部分属于阿哈伊亚人,此外还有三部分属于多利亚人。
γένη δὲ οἰκεῖ Πελοπόννησον Ἀρκάδες μὲν αὐτόχθονες καὶ Ἀχαιοί·
在居住于伯罗奔尼撒的部族中,阿卡迪亚人和阿哈伊亚人是原住民。
καὶ οἱ μὲν ὑπὸ Δωριέων ἐκ τῆς σφετέρας ἀνέστησαν, οὐ μέντοι Πελοποννήσου γε ἐξεχώρησαν, ἀλλὰ ἐκβαλόντες Ἴωνας νέμονται τὸν Αἰγιαλὸν τὸ ἀρχαῖον, νῦν δὲ ἀπὸ τῶν Ἀχαιῶν τούτων καλούμενον·
后者虽被多利亚人逐出自己的土地,但并未离开伯罗奔尼撒,而是驱逐了爱奥尼亚人,占领了古称艾吉亚鲁斯、如今以这些阿哈伊亚人命名的地区。
§5.1.2οἱ δὲ Ἀρκάδες διατελοῦσιν ἐξ ἀρχῆς καὶ ἐς τόδε τὴν ἑαυτῶν ἔχοντες.
而阿卡迪亚人自始至终直到今天都保持着自己的土地。
τὰ δὲ λοιπὰ ἐπηλύδων ἐστὶν ἀνθρώπων.
其余的部分则属于外来的移民。
Κορίνθιοι μὲν γὰρ οἱ νῦν νεώτατοι Πελοποννησίων εἰσί, καί σφισιν, ἀφʼ οὗ τὴν γῆν παρὰ βασιλέως ἔχουσιν, εἴκοσιν ἔτη καὶ διακόσια τριῶν δέοντα ἦν ἐς ἐμέ·
因为今天的科林斯人是伯罗奔尼撒人中最年轻的移民,从他们从皇帝处获得土地开始,到我的时代为止已过去了二百一十七年。
Δρύοπες δὲ καὶ Δωριεῖς, οἱ μὲν ἐκ Παρνασσοῦ, Δωριεῖς δὲ ἐκ τῆς Οἴτης ἐς Πελοπόννησόν εἰσιν ἀφιγμένοι.
至于德律奥普斯人和多利亚人,前者来自帕纳塞斯山,而多利亚人则来自奥伊特山,他们来到了伯罗奔尼撒。
§5.1.3τοὺς Ἠλείους ἴσμεν ἐκ Καλυδῶνος διαβεβηκότας καὶ Αἰτωλίας τῆς ἄλλης· τὰ δὲ ἔτι παλαιότερα ἐς αὐτοὺς τοιάδε εὕρισκον.
我们知道伊利斯人是从卡吕冬和埃托利亚的其他地方迁徙过来的;而关于他们更古老的历史,我发现是这样的。
βασιλεῦσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ λέγουσιν Ἀέθλιον, παῖδα δὲ αὐτὸν Διός τε εἶναι καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, Ἀεθλίου δὲ Ἐνδυμίωνα γενέσθαι·
人们说,在这片土地上最先统治的是阿埃特里奥斯,他是宙斯与德乌卡利翁之女普罗托吉尼亚的儿子,阿埃特里奥斯生了恩迪米翁。
§5.1.4τούτου τοῦ Ἐνδυμίωνος Σελήνην φασὶν ἐρασθῆναι, καὶ ὡς θυγατέρες αὐτῷ γένοιντο ἐκ τῆς θεοῦ πεντήκοντα.
据说,塞勒涅爱上了这个恩迪米翁,并与这位女神生了五十个女儿。
οἱ δὲ δὴ μᾶλλόν τι εἰκότα λέγοντες Ἐνδυμίωνι λαβόντι Ἀστεροδίαν γυναῖκα—οἱ δὲ τὴν Ἰτώνου τοῦ Ἀμφικτύονος Χρομίαν, ἄλλοι δὲ Ὑπερίππην τὴν Ἀρκάδος—, γενέσθαι δʼ οὖν φασιν αὐτῷ Παίονα καὶ Ἐπειόν τε καὶ Αἰτωλὸν καὶ θυγατέρα ἐπʼ αὐτοῖς Εὐρυκύδαν.
而那些说得更为可信的人则称,恩迪米翁娶了阿斯忒罗狄亚为妻——有人说是阿姆菲克堤翁之子伊托诺斯的女儿克罗米亚,也有人说是阿卡斯之女许佩里佩——总之,他生了派翁、埃佩奥斯、埃托洛斯,以及在他们之外的一个女儿欧律库达。
ἔθηκε δὲ καὶ ἐν Ὀλυμπίᾳ δρόμου τοῖς παισὶν ἀγῶνα Ἐνδυμίων ὑπὲρ τῆς ἀρχῆς, καὶ ἐνίκησε καὶ ἔσχε τὴν βασιλείαν Ἐπειός· καὶ Ἐπειοὶ πρῶτον τότε ὧν ἦρχεν ὠνομάσθησαν.
恩迪米翁还在奥林匹亚为他的儿子们设立了赛跑竞赛来争夺王位,埃佩奥斯获胜并取得了王权;他所统治的人民当时首次被命名为埃佩奥斯人。
§5.1.5τῶν δὲ ἀδελφῶν οἱ τὸν μὲν καταμεῖναί φασιν αὐτοῦ, Παίονα δὲ ἀχθόμενον τῇ ἥσσῃ φυγεῖν ὡς πορρωτάτω, καὶ τὴν ὑπὲρ Ἀξιοῦ ποταμοῦ χώραν ἀπʼ αὐτοῦ Παιονίαν ὀνομασθῆναι.
在他的兄弟中,有人说其中一个留在了那里,而派翁因失败而愤恨,逃到了尽可能遥远的地方,阿克西奥斯河彼岸的土地因他而被命名为派奥尼亚。
τὰ δὲ ἐς τὴν Ἐνδυμίωνος τελευτὴν οὐ κατὰ τὰ αὐτὰ Ἡρακλεῶταί τε οἱ πρὸς Μιλήτῳ καὶ Ἠλεῖοι λέγουσιν, ἀλλὰ Ἠλεῖοι μὲν ἀποφαίνουσιν Ἐνδυμίωνος μνῆμα, Ἡρακλεῶται δὲ ἐς Λάτμον τὸ ὄρος ἀποχωρῆσαί φασιν αὐτὸν καὶ τιμὴν αὐτῷ νέμουσι, καὶ ἄδυτον Ἐνδυμίωνός ἐστιν ἐν τῷ Λάτμῳ.
至于恩迪米翁之死,米利都附近的赫拉克勒亚人与伊利斯人的说法并不一致;因为伊利斯人指认了恩迪米翁的陵墓,而赫拉克勒亚人则说他退隐到了拉特莫斯山并向他奉献崇拜,拉特莫斯山上有恩迪米翁的神殿。
§5.1.6Ἐπειῷ δὲ γήμαντι Ἀναξιρόην τὴν Κορώνου θυγάτηρ μὲν Ὑρμίνα, ἄρσεν δὲ οὐκ ἐγένετο αὐτῷ γένος·
埃佩奥斯娶了科罗诺斯之女阿纳克西罗埃,生有一女许尔米纳,但没有男子后嗣。
καὶ τάδε ἄλλα συνέβη κατʼ Ἐπειὸν βασιλεύοντα.
在埃佩奥斯统治期间,还发生了以下其他事情。
Οἰνόμαος ὁ Ἀλξίωνος, Ἄρεως δὲ καθὰ ποιηταί τε ἐπεφήμισαν καὶ τῶν πολλῶν ἐστιν ἐς αὐτὸν λόγος, οὗτος δυναστεύων περὶ τὴν Πισαίαν καλουμένην ὁ Οἰνόμαος ἐπαύθη τῆς ἀρχῆς διαβάντος Πέλοπος τοῦ Λυδοῦ ἐκ τῆς Ἀσίας.
阿尔克西翁之子俄诺玛奥斯——尽管诗人们称他为阿瑞斯之子,世俗的传说也是如此——这个俄诺玛奥斯统治着被称为皮萨伊亚的地区周围,当吕底亚人珀罗普斯从亚洲渡海而来时,他的统治便宣告结束。

词汇与语法注释

  1. 5.1.1ἀνάγκη σφᾶς ὁμολογεῖν ὡς — 这是一个破格(anacoluthon)结构。尽管前面有主格主语 ὅσοι,但句式转为了非人称句(ἀνάγκη ἐστί)。宾格代词 σφᾶς 指代 ὅσοι 所代表的人们,并充当不定式 ὁμολογεῖν 的逻辑主语。
  2. 5.1.2εἴκοσιν ἔτη καὶ διακόσια τριῶν δέοντα — 这是一个表示数字的表达方式,意为“从220中缺少3个”(即217)。τριῶν 是表示缺少的属格,由现在分词中性复数主格 δέοντα(源自 δέω,“缺少”)支配。
  3. 5.1.4οἱ δὲ δὴ μᾶλλόν τι εἰκότα λέγοντες — 在语法上作为整个句子的主语(主格)出现,但在经过长长的插入语后,被纳入带有不定式的 φασίν 结构(γενέσθαι δʼ οὖν φασιν)中,形成了一个缺少限定主动词的破格(anacoluthon)句式。
  4. 5.1.6Οἰνόμαος ὁ Ἀλξίωνος... ὁ Οἰνόμαος ἐπαύθη — 主格名词 Οἰνόμαος 出现在句首,随后由于插入了关于其父系的冗长从句,主语被再次重复为 ὁ Οἰνόμαος,以使句子的骨架(Οἰνόμαος... ἐπαύθη)清晰明确。

引用这一段

保萨尼亚斯, 希腊志 §5.1.1-5.1.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.1.1-5.1.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。