Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.5.1-4.5.10

奇袭安费亚与第一次美塞尼亚战争爆发

第 144 段,共 465 段 · 希腊语

内容简介

在拉刻代蒙人与美塞尼亚人就战争起因和历史恩怨争论不休之际,拉刻代蒙军队在未宣战的情况下发动夜袭,占领了美塞尼亚的要塞安费亚,由此开启了第一次美塞尼亚战争。

§4.5.1Λακεδαιμόνιοι μὲν δὴ Πολυχάρους τε ἕνεκα οὐκ ἐκδοθέντος σφίσι καὶ διὰ τὸν Τηλέκλου φόνον, καὶ πρότερον ἔτι ὑπόπτως ἔχοντες διὰ τὸ Κρεσφόντου κακούργημα ἐς τὸν κλῆρον, πολεμῆσαι λέγουσι· Μεσσήνιοι δὲ περὶ Τηλέκλου ἀντιλέγουσι τὰ εἰρημένα ἤδη μοι καὶ Αἴπυτον τὸν Κρεσφόντου συγκαταχθέντα ἀποφαίνουσιν ὑπὸ Ἀριστοδήμου τῶν παίδων, ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς Κρεσφόντῃ γε ὄντας διαφόρους.
拉刻代蒙人声称他们发动战争的原因在于波吕卡雷斯未被移交给他们、以及泰勒克洛斯被杀,且在此之前,他们已因克雷斯丰特斯在领地分配中的恶行而心存怀疑;然而美塞尼亚人反驳了我已经叙述的关于泰勒克洛斯的事情,并指出克雷斯丰特斯之子艾皮托斯是被阿里斯托德莫斯的儿子们接回的,若美塞尼亚人与克雷斯丰特斯不和,他们绝不会这样做。
§4.5.2Πολυχάρην δὲ ἐκδοῦναι μὲν ἐπὶ τιμωρίᾳ Λακεδαιμονίοις οὔ φασιν, ὅτι μηδὲ ἐκεῖνοι σφίσιν Εὔαιφνον, ἐθέλειν μέντοι παρὰ Ἀργείοις συγγενέσιν οὖσιν ἀμφοτέρων ἐν Ἀμφικτυονίᾳ διδόναι δίκας, ἐπιτρέπειν δὲ καὶ τῷ Ἀθήνῃσι δικαστηρίῳ, καλουμένῳ δὲ Ἀρείῳ πάγῳ, ὅτι δίκας τὰς φονικὰς τὸ δικαστήριον τοῦτο ἐδόκει δικάζειν ἐκ παλαιοῦ.
他们说,他们没有将波吕卡雷斯移交给拉刻代蒙人接受惩罚,是因为对方也没有向他们移交埃乌艾普诺斯;但他们愿意在双方都是亲族关系的阿尔戈斯人那里、在邻国同盟中接受审判,或者也愿意提交给雅典被称为阿雷奥帕戈斯的法庭,因为这一法庭自古以来就被认为审判谋杀案件。
§4.5.3Λακεδαιμονίους δὲ οὐ διὰ ταῦτα πολεμῆσαί φασιν, ὑπὸ πλεονεξίας δὲ τῇ σφετέρᾳ τε ἐπιβουλεῦσαι καὶ ἄλλα ἐργάσασθαι, προφέροντες μέν σφισι τὰ Ἀρκάδων, προφέροντες δὲ καὶ τὰ Ἀργείων, ὡς οὔποτε ἐσχήκασι κόρον ἀποτεμνόμενοι τῆς χώρας αἰεί τι ἑκατέρων· Κροίσῳ τε αὐτοῖς δῶρα ἀποστείλαντι γενέσθαι φίλους βαρβάρῳ πρώτους, ἀφʼ οὗ γε τούς τε ἄλλους τοὺς ἐν τῇ Ἀσίᾳ κατεδουλώσατο Ἕλληνας καὶ ὅσοι Δωριεῖς ἐν τῇ Καρικῇ κατοικοῦσιν ἠπείρῳ.
但美塞尼亚人说,拉刻代蒙人并非因为这些原因发动战争,而是出于贪欲,企图侵占他们的领土并犯下其他恶行。 他们向对方举出阿卡迪亚人和阿尔戈斯人的例子,说明拉刻代蒙人通过割占他们双方的领土,从未感到满足;而且当蛮族克罗伊索斯送来礼物时,他们是希腊人中最先与他成为朋友的,这也是自他奴役了亚洲的其他希腊人以及居住在卡里亚大陆的所有多利安人以来。
§4.5.4ἀποφαίνουσι δὲ καὶ ἡνίκα οἱ Φωκέων δυνάσται τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατειλήφασιν, ἰδίᾳ τε κατὰ ἄνδρα τοὺς βασιλεύοντας ἐν Σπάρτῃ καὶ τῶν ἄλλων τοὺς ἐπʼ ἀξιώματος καὶ κοινῇ τῶν τε ἐφόρων τὴν ἀρχὴν καὶ τὴν γερουσίαν μετασχόντας τῶν τοῦ θεοῦ.
他们还指出,当福基斯的统治者们占领德尔斐的圣殿时,斯巴达的国王们和其显贵个人,以及监察官的官职和长老会集体,都分得过神的财产。
πρό τε δὴ πάντων, ὡς οὐδὲν ἂν τοὺς Λακεδαιμονίους κέρδους ἕνεκα ὀκνήσαντας, τὴν συμμαχίαν ὀνειδίζουσί σφισι τὴν πρὸς Ἀπολλόδωρον τὸν ἐν Κασσανδρείᾳ τυραννήσαντα.
在所有这些之上,他们谴责拉刻代蒙人与在卡桑德里亚实行独裁的阿波罗多洛斯结盟,以此证明拉刻代蒙人为了利益绝不会有任何犹豫。
§4.5.5ἀνθʼ ὅτου δὲ Μεσσήνιοι τὸ ὄνειδος ἥγηνται τοῦτο οὕτω πικρόν, οὔ μοι τῷ λόγῳ τῷ παρόντι ἦν ἐπεισάγεσθαι· ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον καὶ χρόνου μῆκος ὃν ἐπολέμησαν διάφορα ἐγένετο τῆς Ἀπολλοδώρου τυραννίδος, ἔς γε τὰς συμφορὰς οὐ πολλῷ τινι ἀποδέοι ἂν ἃ οἱ Κασσανδρεῖς πεπόνθασι.
然而,美塞尼亚人为何认为这一谴责如此刺骨,并非我目前叙述所要引入的内容;因为除了美塞尼亚人的英勇以及他们战斗时间的长短与阿波罗多洛斯的僭主统治不同之外,在他们所遭受的灾难中,与卡桑德里亚人所遭受的相比,几乎没有多大差别。
§4.5.6ταῦτα μὲν δὴ αἴτια ἑκάτεροι τοῦ πολέμου γενέσθαι λέγουσι·
双方声称这些是战争爆发的原因。
τότε δὲ πρεσβεία Λακεδαιμονίων ἥκουσα ἐξῄτει Πολυχάρην.
当时拉刻代蒙人的使团来到,要求交出波吕卡雷斯。
οἱ δὲ τῶν Μεσσηνίων βασιλεῖς τοῖς μὲν πρέσβεσιν ἀπεκρίναντο ὅτι βουλευσάμενοι μετὰ τοῦ δήμου τὰ δόξαντα ἐπιστελοῦσιν ἐς Σπάρτην, αὐτοὶ δὲ ἐκείνων ἀπελθόντων ἐς ἐκκλησίαν τοὺς πολίτας συνῆγον.
美塞尼亚的国王们答复使者说,他们将在与民众协商后把决定告知斯巴达。 在使者离开后,他们自己便召集公民举行公民大会。
αἱ δὲ γνῶμαι διάφοροι παρὰ πολὺ ἐγίνοντο, Ἀνδροκλέους μὲν ἐκδιδόναι Πολυχάρην ὡς ἀνόσιά τε καὶ πέρα δεινῶν εἰργασμένον· Ἀντίοχος δὲ ἄλλα τε ἀντέλεγε καὶ τὸ ἁπάντων οἴκτιστον, εἰ Πολυχάρης ἐν ὀφθαλμοῖς πείσεται τοῖς Εὐαίφνου, καταριθμούμενος ὅσα καὶ οἷα ἦν ἀνάγκη παθεῖν.
但他们的意见相差甚远,安德罗克勒斯主张交出波吕卡雷斯,因为他做出了大逆道且极其可怕的恶行;但安提奥科斯反对此意见及其他观点,并指出最悲惨的事情莫过于波吕卡雷斯将在埃乌艾普诺斯眼前受刑,他数落了波吕卡雷斯不得不遭受的种种苦难。
§4.5.7τέλος δὲ ἐς τοσοῦτο προήχθησαν οἵ τε Ἀνδροκλεῖ καὶ οἱ τῷ Ἀντιόχῳ συσπεύδοντες ὥστε καὶ τὰ ὅπλα ἔλαβον.
最终,支持安德罗克勒斯的人和支持安提奥科斯的人对立到甚至拿起了武器。
οὐ μὴν ἐς μακράν γε προῆλθέ σφισιν ἡ μάχη·
然而,他们的战斗并没有持续太久。
περιόντες γὰρ ἀριθμῷ καὶ πολὺ οἱ σὺν Ἀντιόχῳ τόν τε Ἀνδροκλέα καὶ τῶν περὶ αὐτὸν τοὺς λόγου μάλιστα ἀξίους ἀποκτείνουσιν.
因为安提奥科斯的一方在人数上占了绝对优势,他们杀死了安德罗克勒斯以及他身边最显贵的人物。
Ἀντίοχος δὲ βασιλεύων ἤδη μόνος ἔπεμπεν ἐς Σπάρτην ὡς ἐπιτρέπειν ἐθέλοι τοῖς δικαστηρίοις ἃ ἤδη λέλεκταί μοι·
安提奥科斯此时成为唯一的国王,他向斯巴达派遣使者,表示愿意将此事交给我已经提到的法庭审判。
Λακεδαιμόνιοι δὲ οὐ λέγονται τοῖς κομίσασι τὰ γράμματα ἀποκρίνασθαι.
但据说拉刻代蒙人没有给送信的人任何答复。
§4.5.8μησὶ δὲ οὐ πολλοῖς ὕστερον Ἀντιόχου τελευτήσαντος Εὐφαὴς ὁ Ἀντιόχου παρέλαβε τὴν ἀρχήν.
没过几个月,安提奥科斯去世,其子欧法埃斯继承了王位。
Λακεδαιμόνιοι δὲ οὔτε κήρυκα ἀποστέλλουσι προεροῦντα Μεσσηνίοις πόλεμον οὔτε προαπειπάμενοι τὴν φιλίαν, κρύφα δὲ καὶ μάλιστα ὡς ἐδύναντο ἐν ἀπορρήτῳ παρασκευασάμενοι, προομνύουσιν ὅρκον μήτε τοῦ πολέμου μῆκος, ἢν μὴ διʼ ὀλίγου κριθῇ, μήτε τὰς συμφοράς, εἰ μεγάλαι πολεμοῦσι γένοιντο, ἀποστρέψειν σφᾶς πρὶν ἢ κτήσαιντο χώραν τὴν Μεσσηνίαν δοριάλωτον.
拉刻代蒙人既没有派遣使者向美塞尼亚人宣战,也没有预先宣布废除友好关系,而是暗中、尽其所能秘密地作好准备,并预先宣誓:无论是战争的长短(如果不能在短时间内决出胜负),还是战争中他们所遭遇的巨大灾难,都不能阻止他们,直到他们以武力征服美塞尼亚的土地。
§4.5.9ταῦτα προομόσαντες ἔξοδον νύκτωρ ἐποιοῦντο ἐπὶ Ἄμφειαν, Ἀλκαμένην τὸν Τηλέκλου τῆς στρατιᾶς ἡγεμόνα ἀποδείξαντες.
预先宣誓后,他们在夜间向安费亚发起进军,任命泰勒克洛斯之子阿尔卡梅内斯为军队统帅。
ἡ δὲ Ἄμφεια πρὸς τῇ Λακωνικῇ πόλισμα ἦν ἐν τῇ Μεσσηνίᾳ, μεγέθει μὲν οὐ μέγα, ἐπὶ λόφου δὲ ὑψηλοῦ κείμενον, καὶ ὑδάτων πηγὰς εἶχεν ἀφθόνους· ἐδόκει δὲ καὶ ἄλλως ἐς τὸν πάντα πόλεμον ὁρμητήριόν σφισιν ἐπιτήδειον ἡ Ἄμφεια εἶναι.
安费亚是美塞尼亚靠近拉科尼亚的一个小镇,规模虽然不大,但坐落在高高的山丘上,拥有丰富的水源;而且安费亚在其他方面也被认为非常适合作为他们整个战争的基地。
καὶ τό τε πόλισμα αἱροῦσι πυλῶν ἀνεῳγμένων καὶ φυλακῆς οὐκ ἐνούσης καὶ τῶν Μεσσηνίων τοὺς ἐγκαταληφθέντας φονεύουσι, τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς, τοὺς δὲ ὡς ᾔσθοντο πρός τε ἱερὰ θεῶν καὶ βωμοὺς καθημένους ἱκέτας·
他们乘城门洞开、无兵防守之机占领了该镇,并杀害了被困在城内的美塞尼亚人,有的在床上被杀,有的在察觉危险后作为求助者坐在神殿和祭坛旁被杀。
ὀλίγοι δὲ καὶ οἱ διαφυγόντες ἐγένοντο.
逃脱的人寥寥无几。
§4.5.10ταύτην Λακεδαιμόνιοι πρώτην ἐπὶ Μεσσηνίους ἔξοδον ἐποιήσαντο ἔτει δευτέρῳ τῆς ἐνάτης Ὀλυμπιάδος, ἣν Ξενοδόκος Μεσσήνιος ἐνίκα στάδιον·
拉刻代蒙人对美塞尼亚人的这第一次远征发生在第九届奥林匹亚运动会的第二年,在该届运动会上,美塞尼亚人克塞诺多科斯获得了短跑冠军。
Ἀθήνῃσι δὲ οὐκ ἦσάν πω τότε οἱ τῷ κλήρῳ κατʼ ἐνιαυτὸν ἄρχοντες· τοὺς γὰρ ἀπὸ Μελάνθου, καλουμένους δὲ Μεδοντίδας, κατʼ ἀρχὰς μὲν ἀφείλοντο ὁ δῆμος τῆς ἐξουσίας τὸ πολὺ καὶ ἀντὶ βασιλείας μετέστησαν ἐς ἀρχὴν ὑπεύθυνον, ὕστερον δὲ καὶ προθεσμίαν ἐτῶν δέκα ἐποίησαν αὐτοῖς τῆς ἀρχῆς.
在雅典,当时还没有每年通过抽签产生的执政官;因为梅兰托斯子孙(被称为美冬德家)起初被民众剥夺了大部分权力,将王政改为需要负起责任的官职,后来又给他们的任期规定了十年的期限。
τότε δὲ ὑπὸ τὴν κατάληψιν τῆς Ἀμφείας Αἰσιμίδης Ἀθηναίοις ἦρχεν ὁ Αἰσχύλου πέμπτον ἔτος.
在占领安费亚时,雅典由埃斯库罗斯之子埃西米德斯执政,正值他执政的第五年。

词汇与语法注释

  1. §4.5.1ὃ μήποτʼ ἂν ποιῆσαι σφᾶς — 关系代名词 ὃ 指代前句的内容(即“艾皮托斯被阿里斯托德莫斯的儿子们接回”)。不定式 ποιῆσαι 是由主句动词 ἀποφαίνουσιν(他们指出)引导的“对格加不定式”结构的一部分,与语气词 ἂν 连用,表示虚拟语气/反事实条件(“如果他们之间有不和,绝不会做这件事”)。代词 σφᾶς 指代美塞尼亚人(陈述的主体),分词 ὄντας 带有条件(“若是”)的含义。
  2. §4.5.5ὅτι γὰρ μὴ τῶν Μεσσηνίων τὸ εὔψυχον — 此处为使用 ὅτι μὴ(“除了……之外”)的双重否定式结构。它表明“除了美塞尼亚人的英勇以及他们战斗的时间长短(与阿波罗多洛斯的僭主统治)不同之外”,其悲剧程度与卡桑德里亚人所遭受的几乎没有差别。它与主句动词 ἀποδέοι ἂν(“不会逊色/相差无几”)相连,强调了两者的悲惨性质。
  3. §4.5.6Ἀνδροκλέους μὲν ἐκδιδόναι — 承接前文 αἱ δὲ γνῶμαι ... ἐγίνοντο(“他们的意见相差甚远”),属格 Ἀνδροκλέους 作为发言主体的属格,或可解释为省略了分词(如 γνώμην ἀποφαινομένου,“安德罗克勒斯发表意见认为”)的属格绝对结构。不定式 ἐκδιδόναι 则表示其主张的具体内容(“应当交出”)。

引用这一段

保萨尼亚斯, 希腊志 §4.5.1-4.5.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.5.1-4.5.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。