§4.7.1τοιαῦτα ὁ Εὐφαὴς εἰπὼν διέλυσε τὸν σύλλογον, τὸ δὲ ἀπὸ τούτου πάντας ἔσχεν ἤδη τοὺς Μεσσηνίους ἐν ὅπλοις, τούς τε οὐκ εἰδότας ἐπαναγκάζων διδάσκεσθαι τὰ πολεμικὰ καὶ τοῖς ἐπισταμένοις ἐπιμελεστέραν ἢ πρότερον τὴν ἄσκησιν εἶναι.
尤法埃斯说完这些话便解散了集会,从那时起,他让所有美塞尼亚人保持武装状态,强迫不懂战斗的人学习军事,并让懂战斗的人进行比以前更加勤奋的训练。
Λακεδαιμόνιοι δὲ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Μεσσηνίαν, καὶ τὴν μὲν χώραν οὐκ ἐλυμαίνοντο ἅτε δὴ νομίζοντες οἰκείαν οὐδὲ δένδρα ἔκοπτον οὐδὲ οἰκήματα κατέβαλλον· οἱ δὲ λείαν εἰ περιτύχοιεν ἤλαυνον καὶ σῖτον καὶ τὸν ἄλλον καρπὸν ἀφῃροῦντο.
拉刻代蒙人则对美塞涅发动袭击,但他们并没有蹂躏这片土地,因为他们认为这是自己的土地,既没有砍伐树木,也没有摧毁房屋;但如果遇到任何掠夺物,他们就会将其赶走,并抢走小麦和其他作物。
§4.7.2πρὸς δὲ τὰς πόλεις ποιούμενοι προσβολὰς εἷλον μὲν οὐδεμίαν ἅτε καὶ τείχεσιν ὠχυρωμένας καὶ διʼ ἀκριβείας φρουρουμένας, λαμβάνοντες δὲ τραύματα ἀπεχώρουν ἄπρακτοι καὶ τελευτῶντες οὐκέτι ἀπεπειρῶντο τῶν πόλεων.
虽然他们对各城市发动了进攻,但由于这些城市有城墙加固且防守严密,他们一座也没有攻克,反而受了伤,无功而返,最后他们便不再尝试攻打城市。
ἐλῄστευον δὲ καὶ οἱ Μεσσήνιοι τά τε ἐπιθαλάσσια τῆς Λακωνικῆς καὶ ὅσαι γεωργίαι περὶ τὸ Ταΰγετον ἦσαν.
而美塞尼亚人也劫掠了拉科尼亚的沿海地区以及泰格托斯山周围的所有耕作区。
§4.7.3τετάρτῳ δὲ ἔτει μετὰ τῆς Ἀμφείας τὴν ἅλωσιν Εὐφαὴς τῷ θυμῷ χρήσασθαι τῷ Μεσσηνίων προθυμούμενος ἀκμαζόντων ἐς τοὺς Λακεδαιμονίους ταῖς ὀργαῖς καὶ ἅμα τὴν ἄσκησιν ἤδη σφίσιν αὐτάρκη νομίζων εἶναι, προεῖπεν ἔξοδον· συνακολουθεῖν δὲ καὶ τοὺς οἰκέτας προσέτασσε φέροντας ξύλα καὶ ἄλλα ὅσα πρόσφορα ἐς ποίησιν χαρακώματος.
在安费亚失陷后的第四年,尤法埃斯急于利用美塞尼亚人的斗志——当时他们对拉刻代蒙人的愤怒正达到顶点——同时认为他们的训练现在已经足够,便宣布出征;并命令奴隶们跟随,携带木材和其他一切适用于建造防御工事的材料。
ἐπυνθάνοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι παρὰ τῶν ἐν Ἀμφείᾳ φρουρῶν τοὺς Μεσσηνίους ἐξιόντας· ἐξεστρατεύοντο οὖν καὶ οὗτοι.
拉刻代蒙人也从安费亚的守备队那里得知美塞尼亚人正在出阵;于是他们也出兵了。
§4.7.4καὶ ἦν γὰρ ἐν τῇ Μεσσηνίᾳ χωρίον ἄλλως μὲν ἐς ἀγῶνα ἐπιτήδειον, χαράδρα δὲ προεβέβλητο αὐτοῦ βαθεῖα· ἐνταῦθα τοὺς Μεσσηνίους παρέτασσεν ὁ Εὐφαής, ἀποδείξας στρατηγὸν Κλέοννιν· τῆς δὲ ἵππου καὶ τῶν ψιλῶν, οἳ συναμφότεροι ἐλάσσους πεντακοσίων ἦσαν, τούτων Πυθάρατος καὶ Ἄντανδρος ἡγοῦντο.
此时,美塞涅有一处地方,本来适合交战,但其前方横着一条深沟;尤法埃斯将美塞尼亚人部署在那里,并任命克莱翁尼斯为将军;而骑兵和轻装兵(他们加起来少于五百人)由皮塔拉托斯和安坦德罗斯率领。
§4.7.5ὡς δὲ συνῄει τὰ στρατόπεδα, τοῖς μὲν ὁπλίταις καὶ ἀφειδῶς ὅμως καὶ ἀκρατέστερον ὑπὸ τοῦ μίσους φερομένοις ἐπὶ ἀλλήλους οὐ παρέσχεν ἐλθεῖν ἐς χεῖρας ἡ χαράδρα διείργουσα· τὸ δʼ ἱππικὸν καὶ οἱ ψιλοὶ συμμίσγουσι μὲν κατὰ τὸ ὑπὲρ τὴν χαράδραν, ἦσαν δὲ οὔτε πλῆθος οὔτε ἐμπειρίᾳ διαφέροντες οὐδέτεροι, καὶ διὰ τοῦτο ἰσόρροπος ἡ μάχη σφίσιν ἐγένετο.
当两军交锋时,由于深沟将他们隔开,重装步兵们虽然因仇恨而毫不留情且猛烈地冲向彼此,但深沟使他们无法进行白刃战;然而,骑兵和轻装兵在深沟的上方交战,由于双方在数量和经验上都不占优势,因此他们之间的战斗旗相当。
§4.7.6ἐν ὅσῳ δὲ οὗτοι συνεστήκασιν, ἐν τοσούτῳ τοὺς οἰκέτας ἐκέλευεν ὁ Εὐφαὴς πρῶτα μὲν τὰ κατὰ νῶτον τοῦ στρατοπέδου φράξασθαι τοῖς σταυροῖς, μετὰ δὲ τὰ πλευρὰ ἀμφότερα.
当这些人在交战时,尤法埃斯命令奴隶们首先用木桩围住营地的后方,然后围住两侧。
ἐπεὶ δὲ ἥ τε νύξ ἐπέλαβε καὶ ἡ μάχη διελέλυτο, τότε ἤδη καὶ τὰ πρὸ τοῦ στρατοπέδου κατὰ τὴν χαράδραν ἐφράξαντο, ὥστε ἐπισχούσης ἡμέρας τῆς τε προνοίας τοῦ Εὐφαοῦς τοῖς Λακεδαιμονίοις ἐπιπίπτει λογισμὸς εἶχόν τε οὔτε ὅπως μάχεσθαι χρὴ πρὸς τοὺς Μεσσηνίους μὴ προϊόντας ἐκ τοῦ χάρακος προσκαθῆσθαί τε ἀπεγίνωσκον ἀπαράσκευοι τοῖς πᾶσιν ὁμοίως ὄντες.
当夜幕降临、战斗停止时,他们又顺着深沟将营地前方也围了起来,以至于到了第二天,拉刻代蒙人想到了尤法埃斯的前瞻性,他们既不知道该如何对付不出营垒的美塞尼亚人,又因同样缺乏一切准备而放弃了包围的念头。
§4.7.7καὶ τότε μὲν ἀποχωροῦσιν οἴκαδε, ἐνιαυτῷ δὲ ὕστερον κακιζόντων σφᾶς τῶν γεγηρακότων καὶ δειλίαν τε ὁμοῦ προφερόντων καὶ τοῦ ὅρκου τὴν ὑπεροψίαν, οὕτω δευτέραν ἐκ τοῦ προφανοῦς ἐπὶ Μεσσηνίους στρατείαν ἐποιοῦντο.
那时他们便回了家,但一年后,由于老人们指责他们,同时谴责他们的懦弱和对誓言的轻视,于是他们就这样公开地对美塞尼亚人发动了第二次远征。
ἡγοῦντο δὲ οἱ βασιλεῖς ἀμφότεροι, Θεόπομπός τε ὁ Νικάνδρου καὶ Πολύδωρος ὁ Ἀλκαμένους· Ἀλκαμένης δὲ οὐκέτι περιῆν.
两位国王都亲自统帅,即尼坎德罗斯之子狄奥蓬波斯,以及阿尔卡梅内斯之子波吕多罗斯;因为阿尔卡梅内斯已经不在人世了。
ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Μεσσήνιοι καὶ πειρωμένων μάχης τῶν Σπαρτιατῶν ἄρχειν ἀντεπεξῄεσαν.
美塞尼亚人也迎面安营扎寨,当斯巴达人企图开始交战时,他们也出兵迎战。
§4.7.8Λακεδαιμονίοις δὲ ἡγεῖτο Πολύδωρος μὲν κατὰ τὸ κέρας τὸ ἀριστερόν, Θεόπομπος δὲ ἐπὶ τῷ δεξιῷ, τὸ μέσον δὲ εἶχεν Εὐρυλέων, τὰ μὲν παρόντα Λακεδαιμόνιος, τὰ ἐξ ἀρχῆς δὲ ἀπὸ Κάδμου καὶ ἐκ Θηβῶν, Αἰγέως τοῦ Οἰολύκου τοῦ Θήρα τοῦ Αὐτεσίωνος ἀπόγονος πέμπτος.
拉刻代蒙人方面,波吕多罗斯统帅左翼,狄奥蓬波斯统帅右翼,中军由欧律莱翁掌管,他当时是拉刻代蒙人,但最初源自卡德摩斯和底比斯,是奥特西翁之子塞拉斯之子奥伊奥吕科斯之子埃勾斯的第五代后裔。
τοῖς δὲ Μεσσηνίοις κατὰ μὲν τὸ δεξιὸν τῶν Λακεδαιμονίων ἀντετάσσοντο Ἄντανδρός τε καὶ Εὐφαής, τὸ δὲ ἕτερον κέρας τὸ κατὰ τὸν Πολύδωρον Πυθάρατος εἶχε, Κλέοννις δὲ τὸ μέσον.
美塞尼亚人方面,安坦德罗斯和尤法埃斯与拉刻代蒙人的右翼相对峙,而对阵波吕多罗斯的另一侧翼由皮塔拉托斯掌管,克莱翁尼斯则掌管中军。
§4.7.9συνιέναι δὲ ἤδη μελλόντων, ἐπεὶ παριόντες οἱ βασιλεῖς προέτρεπον τοὺς αὑτῶν, πρὸς μὲν δὴ τοὺς Λακεδαιμονίους βραχεῖαν κατὰ τὸ ἐπιχώριον τὴν παράκλησιν ἐποιεῖτο ὁ Θεόπομπος, τοῦ τε ὅρκου τοῦ κατὰ τῶν Μεσσηνίων ἀναμιμνήσκων καὶ ὡς καλόν σφισι τὸ φιλοτίμημα, τῶν πατέρων οἳ τοὺς περιοίκους κατεδουλώσαντο φανῆναι λαμπρότερα εἰργασμένους καὶ χώραν εὐδαιμονεστέραν προσκεκτημένους· Εὐφαὴς δὲ μακρότερα μὲν εἶπεν ἢ ὁ Σπαρτιάτης, οὐ πλείω δὲ οὐδʼ οὗτος ἢ ἐφιέντα ἑώρα τὸν καιρόν.
当他们即将交锋时,由于国王们巡视并鼓励己方士兵,狄奥蓬波斯按照本国习俗,对拉刻代蒙人发表了简短的劝勉,提醒他们记住针对美塞尼亚人的誓言,并说明如果他们表现出比奴役邻人(庇里阿科伊)的先辈们做出了更辉煌的事迹、夺取了更富饶的土地,这是何等光荣的抱负;而尤法埃斯说得比斯巴达国王更长,但他所说的也同样没有超出他认为时局所要求的分寸。
§4.7.10οὐ γὰρ περὶ γῆς μόνον οὐδὲ κτημάτων τὸν ἀγῶνα ἀπέφαινε γενησόμενον, εἰδέναι δὲ ἔφη σαφῶς ἃ νικωμένους ἐπιλήψεται· γυναῖκας μὲν γὰρ ἀχθήσεσθαι καὶ τέκνα ἐν ἀνδραπόδων μέρει, τοῖς δὲ ἐν ἡλικίᾳ τὸ ἐλαφρότατον ἔσεσθαι. θάνατον, ἢν μετʼ αἰκίας μὴ γένηται, συλήσεσθαι δέ σφισι καὶ τὰ ἱερὰ καὶ τὰς πατρίδας ἐμπρήσεσθαι· λέγειν δὲ οὐκ εἰκάζων, μάρτυρα δὲ ἐναργῆ πᾶσιν εἶναι τῶν ἐγκαταληφθέντων ἐν Ἀμφείᾳ τὰ πάθη.
因为他指出,这场争斗将不仅是为了土地或财产,并说他清楚地知道一旦战败,等待他们的将是什么:因为他们的妻子和儿女将被当作奴隶带走,而对于适龄服役的人来说,如果没有伴随着凌辱,死亡将是他们最轻松的结局;此外,他们的神庙将被掠夺,家园将被焚烧;他说自己并非凭空猜测,而是所有在安费亚被俘之人的遭遇对大家都是一具明证。
§4.7.11πρό τε δὴ τηλικούτων κακῶν κέρδος εἶναι καλῶς τινα ἀποθανεῖν, πολὺ δὲ εἶναι ῥᾷον ἀηττήτοις οὖσιν ἔτι καὶ τὰς τόλμας καθεστηκόσιν ἐξ ἴσου προθυμίᾳ τοὺς ἀντιτεταγμένους ὑπερβαλεῖν ἢ προαποβαλόντας τὸ φρόνημα ἐπανορθοῦσθαι τὰ ἐπταισμένα.
他还说,面对如此巨大的灾难,光荣地死去是一种解脱,而且在尚未战败、斗志依然坚定的时候,以同等的积极性去压倒对手,要比先丧失了斗志再去弥补失败容易得多。