§4.3.6Μεσσηνίων δὲ τῶν ἀρχαίων οὐκ ἐγένετο ὑπὸ τῶν Δωριέων ὁ δῆμος ἀνάστατος, ἀλλὰ βασιλεύεσθαί τε συγχωροῦσιν ὑπὸ Κρεσφόντου καὶ ἀναδάσασθαι πρὸς τοὺς Δωριέας τὴν γῆν· ταῦτα δέ σφισιν εἴκειν παρίστατο ὑποψίᾳ πρὸς τοὺς βασιλεύοντας, ὅτι ἦσαν ἐξ Ἰωλκοῦ τὸ ἀνέκαθεν οἱ Νηλεῖδαι.
古代的美塞尼亚民众并未被多利安人驱逐出家园,而是同意接受克雷斯丰提斯的统治,并与多利安人重新分配土地;他们之所以倾向于妥协这些条件,是因为对之前的统治者存有疑虑,因为涅琉斯一族起初是来自约尔科斯的。
γυναῖκα δὲ ἔσχε Κρεσφόντης Μερόπην τὴν Κυψέλου, βασιλεύοντος τότε Ἀρκάδων, ἀφʼ ἧς ἄλλοι τε δὴ παῖδες ἐγένοντο αὐτῷ καὶ νεώτατος Αἴπυτος·
克雷斯丰提斯娶了当时统治阿卡迪亚人的库普塞洛斯之女梅罗佩为妻,她为他生了其他几个孩子,其中最小的是艾皮托斯。
§4.3.7τὰ δὲ βασίλεια, ἔνθα αὐτὸς καὶ οἱ παῖδες ἔμελλον οἰκήσειν, ᾠκοδομήσατο ἐν Στενυκλήρῳ.
他在斯泰纽克勒罗斯建造了自己和孩子们将要居住的王宫。
τὸ μὲν γὰρ ἀρχαῖον οἱ βασιλεῖς οἵ τε ἄλλοι καὶ ὁ Περιήρης ᾤκουν ἐν Ἀνδανίᾳ, κτίσαντος δὲ Ἀφαρέως Ἀρήνην αὖθις Ἀφαρεὺς καὶ οἱ παῖδες ἐνταῦθα ᾤκησαν· ἐπὶ δὲ Νέστορος καὶ τῶν ἀπογόνων ἐν Πύλῳ τὰ βασίλεια ἦν· Κρεσφόντης δὲ ἐν Στενυκλήρῳ τὸν βασιλέα οἰκεῖν κατεστήσατο.
因为在古时候,其他国王和佩里埃雷斯住在安达尼亚,但当阿法柔斯建立阿雷涅后,阿法柔斯和他的孩子们便转而住在那里;在涅斯托尔及其后代的时代,王宫设在皮洛斯;但克雷斯丰提斯规定国王应居住在斯泰纽克勒罗斯。
διοικούμενον δὲ αὐτὸν τὰ πολλὰ ἐς χάριν τοῦ δήμου μᾶλλον οἱ τὰ χρήματα ἔχοντες αὐτόν τε Κρεσφόντην ἐπαναστάντες καὶ τοὺς υἱοὺς ἀποκτείνουσι τοὺς λοιπούς, ὁ δὲ Αἴπυτος—παῖδα §4.3.8γὰρ ἔτι ὄντα ἔτρεφεν αὐτὸν ὁ Κύψελος— περιγίνεται μόνος τοῦ οἴκου, καὶ ὡς ἀνὴρ ἐγένετο, οἱ Ἀρκάδες κατάγουσιν αὐτὸν ἐς Μεσσήνην·
由于他在大多数事务上更偏向于讨好民众,那些占有财富的人便起兵反叛他,杀死了克雷斯丰提斯本人以及他的其他儿子;但艾皮托斯—— 因为在库普塞洛斯那里,当他还是个孩子时就被抚养着——成为家族中唯一幸存的人。
συγκατήγαγον δὲ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Δωριέων, οἵ τε Ἀριστοδήμου παῖδες καὶ Ἴσθμιος ὁ Τημένου.
当他成年后,阿卡迪亚人将他送回了美塞尼亚;多利安人的其余国王们,即阿里斯托德莫斯的孩子们和泰梅诺斯之子伊斯ツ米奥斯,也一同协助他复位。
Αἴπυτος δὲ ὡς ἐβασίλευσεν, ἐτιμωρήσατο μὲν τοῦ πατρὸς τοὺς φονέας, ἐτιμωρήσατο δὲ καὶ ὅσοι τοῦ φόνου παραίτιοι καθεστήκεσαν· προσαγόμενος δὲ τοὺς μὲν ἐν τέλει τῶν Μεσσηνίων θεραπείαις, ὅσοι δὲ ἦσαν τοῦ δήμου, δωρεαῖς, ἐς τοσοῦτο προέβη τιμῆς ὡς καὶ τοὺς ἀπογόνους Αἰπυτίδας ἀντὶ Ἡρακλειδῶν κληθῆναι.
艾皮托斯即位后,惩罚了杀害他父亲的凶手,也惩罚了所有参与谋杀的同谋;他通过体贴讨好美塞尼亚的权贵,通过赠送礼物拉拢普通民众,从而赢得了极高的尊崇,以至于连他的后代也被称为“艾皮托斯一族”,而非赫拉克勒斯后代。
§4.3.9Γλαύκῳ δὲ τῷ Αἰπύτου βασιλεύσαντι μετὰ Αἴπυτον τὰ μὲν ἄλλα ἐξήρκεσε μιμήσασθαι τὸν πατέρα ἔν τε τοῖς κοινοῖς καὶ πρὸς τοὺς ἰδιώτας, εὐσεβείας δὲ ἐς πλέον προέβη.
在艾皮托斯之后统治的艾皮托斯之子格劳科斯,在其他方面只要在公私事务上效仿父亲便觉得足够了,但在敬神方面却走得更远。
καὶ γὰρ τοῦ Διὸς τὸ ἐπὶ τῇ κορυφῇ τῆς Ἰθώμης τέμενος, ἀνέντων Πολυκάονος καὶ Μεσσήνης, οὐκ ἔχον παρὰ τοῖς Δωριεῦσι πω τιμάς, Γλαῦκος ἦν ὁ καὶ τούτοις σέβειν καταστησάμενος·
因为位于伊托梅山顶的宙斯圣域,虽由波吕卡翁和美塞内所献,但在多利安人中尚未受到崇敬,是格劳科斯规定这些多利安人也必须对其进行崇拜。
καὶ Μαχάονι τῷ Ἀσκληπιοῦ πρῶτος ἔθυσεν ἐν Γερηνίᾳ, γέρα δὲ ἀπένειμε Μεσσήνῃ τῇ Τριόπα τὰ νομιζόμενα ἥρωσιν.
他也是第一个在盖雷尼亚向阿斯克勒庇俄斯之子马卡翁献祭的人,并向托里奥帕斯之女美塞内授予了英雄应享的常规荣誉。
§4.3.10Ἴσθμιος δὲ ὁ Γλαύκου καὶ ἱερὸν τῷ Γοργάσῳ καὶ Νικομάχῳ τὸ ἐν Φαραῖς ἐποίησεν· Ἰσθμίου δὲ γίνεται Δωτάδας, ὃς ἐπίνεια καὶ ἄλλα τῆς Μεσσηνίας παρεχομένης τὸ ἐν Μοθώνῃ κατεσκευάσατο.
格劳科斯之子伊斯ツ米奥斯还在法赖为戈尔加索斯和尼科马科斯建造了神庙;伊斯ツ米奥斯之子是多塔达斯,在美塞尼亚提供其他港口的同时,他建设了位于莫索内的一处。
Συβότας δὲ ὁ Δωτάδα τῷ τε ποταμῷ κατεστήσατο τῷ Παμίσῳ κατὰ ἔτος ἕκαστον θύειν τὸν βασιλεύοντα καὶ Εὐρύτῳ τῷ Μελανέως ἐναγίζειν ἐν Οἰχαλίᾳ πρὸ τῆς τελετῆς τῶν Μεγάλων θεῶν ἀγομένης ἔτι ἐν Ἀνδανίᾳ.
多塔达斯之子叙博塔斯规定,在位的国王每年必须向帕米索斯河献祭,并且在伟大的女神们的神秘仪式仍于安达尼亚举行之时,在仪式举行之前,须在奥伊哈里亚向梅拉纽斯之子欧律托斯献上死者祭品。