Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.29.7-4.29.13

与阿开亚同盟的冲突与苦难史的终结

第 173 段,共 465 段 · 希腊语

内容简介

叙述了美塞尼亚人与阿开亚同盟的关系、救助麦加洛波利斯人、与斯巴达僭主纳比斯的冲突、菲洛皮门被俘以及美塞内重新加入同盟,以此结束美塞尼亚人苦难历史的叙述,并转向地理描述。

§4.29.7ὃ δὲ οὐ λέληθεν ἐμέ, οὐδὲ Μεσσηνίους ἐλελήθει δήπου, καὶ μὴ συντελοῦσιν αὐτοῖς ἐς τὸ συνέδριον ὡς ἐπὶ Λακεδαιμονίους τὰ Ἀχαιῶν ὑπάρχοι· ἐν γὰρ δὴ τοῖς Ἀχαιοῖς καὶ Ἀργεῖοι καὶ τὸ Ἀρκαδικὸν οὐκ ἐλαχίστη μοῖρα ἦσαν.
但我并未忽略、且想必美塞尼亚人自己也未忽略的一点是,即使他们不向同盟会议纳金,阿开亚人的力量也对他们对抗拉刻代蒙人有所助益;因为在阿开亚人中,阿哥斯人和阿尔卡地亚人占了绝非微不足道的份额。
ἀνὰ χρόνον μέντοι προσεχώρησαν ἐς τὸ Ἀχαϊκόν.
然而,随着时间的推移,他们加入了阿开亚同盟。
οὐ πολλῷ δὲ ὕστερον Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου Μεγάλην πόλιν εἷλεν Ἀρκάδων ἐν σπονδαῖς·
不久之后,克利奥尼穆斯之子列奥尼达斯之子克利奥米尼在休战协议期间夺取了阿尔卡地亚人的大都市麦加洛波利斯。
§4.29.8τῶν δὲ οἱ καταληφθέντες οἳ μὲν ἀπώλοντο ὑπὸ τὴν ἅλωσιν, Φιλοποίμενα δὲ τὸν Κραύγιδος καὶ ὅσοι μετὰ Φιλοποίμενος ἀπεχώρησαν—γενέσθαι δὲ τῶν Μεγαλοπολιτῶν τὸ διαφυγὸν καὶ ὑπὲρ τὰς δύο μοίρας λέγουσι—τούτους ὑπεδέξαντο οἱ Μεσσήνιοι τῶν τε ἀρχαίων ἔργων ἕνεκα ὁπόσα ἐπὶ Ἀριστομένους ὑπῆρκτο Ἀρκάσι καὶ ὕστερον ἐπὶ τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης, ἀποδιδόντες σφίσι τὴν ὁμοίαν.
在那些被俘的人中,有些人倒在城破之时,但克劳吉斯之子菲洛皮门以及所有与菲洛皮门一同撤退的人——据说逃脱的麦加洛波利斯人占了三分之二以上——这些人被美塞尼亚人接纳,这是为了报答从阿利斯托美尼时代起,以及后来在美塞内建城时阿尔卡地亚人所给予的一切古老恩惠,从而对他们投桃报李。
§4.29.9πέφυκε δὲ ἄρα ὡς ἐπίπαν μεταπίπτειν τὰ ἀνθρώπινα, εἰ δὴ Μεσσηνίοις Ἀρκάδας τε ἀντισῶσαι καὶ τὸ ἀδοκητότερον ἔτι ἑλεῖν Σπάρτην ὁ δαίμων ἔδωκεν· Κλεομένει γὰρ περὶ Σελλασίαν ἐμαχέσαντο ἐναντία καὶ τὴν Σπάρτην Ἀράτῳ καὶ Ἀχαιοῖς συγκαθεῖλον.
由此看来,人世间的事情大体上确实是要发生逆转的,因为神明赐予美塞尼亚人机会,让他们反过来救助阿尔卡地亚人,甚至更出乎意料的是,让他们夺取了斯巴达;因为他们在塞拉西亚附近与克利奥米尼交战,并与阿拉图斯及阿开亚人一同颠覆了斯巴达。
§4.29.10Λακεδαιμονίοις δὲ ἀπηλλαγμένοις Κλεομένους ἐπανίσταται τύραννος Μαχανίδας, ἐκείνου δὲ ἀποθανόντος Νάβις ἀνέφυ σφίσιν αὖθις τύραννος· ἅτε δὲ οὐ τὰ ἀνθρώπων ἀναρπάζοντι αὐτῷ μόνον, ἀλλὰ καὶ ἱερὰ συλῶντι, ἐν οὐ πολλῷ χρόνῳ χρήματά τε ἄφθονα καὶ ἀπʼ αὐτῶν στρατιὰ συνείλεκτο.
在拉刻代蒙人摆脱克利奥米尼之后,僭主马卡尼达斯对他们发起叛乱,在他死后,纳比斯又成为他们的僭主;由于他不仅掠夺凡人的财产,还洗劫神殿,在短时间内便敛聚了巨额财富,并以此招募了一支军队。
τούτου τοῦ Νάβιδος Μεσσήνην καταλαβόντος Φιλοποίμην καὶ οἱ Μεγαλοπολῖται νυκτὸς ἀφίκοντο τῆς αὐτῆς·
在这个纳比斯占领美塞内时,菲洛皮门和麦加洛波利斯人在同一个夜晚抵达。
§4.29.11καὶ ὁ μὲν Σπαρτιάτης τύραννος ἀπῆλθεν ὑπόσπονδος, Ἀχαιοὶ δὲ ὕστερον τούτων μεμφόμενοί τι Μεσσηνίοις στρατεύουσιν ἐπʼ αὐτοὺς παρασκευῇ τῇ πάσῃ καὶ τὰ πολλὰ ἔτεμον τῆς χώρας.
斯巴达僭主根据协议撤离,但在此之后,阿开亚人因对美塞尼亚人有所不满,倾尽全力对他们发起远征,并摧毁了其大部分领土。
καὶ οἳ μὲν αὖθις περὶ ἀκμὴν σίτου συνελέγοντο ὡς ἐς τὴν Μεσσηνίαν ἐσβαλοῦντες· Δεινοκράτης δὲ δήμου τε προεστηκὼς καὶ Μεσσηνίων ἄρχειν ἐν τῷ τότε ᾑρημένος Λυκόρταν μὲν καὶ τὴν σὺν αὐτῷ στρατιὰν ἀναχωρῆσαι παρεσκεύασεν ἄπρακτον, τὰς ἐς τὴν Μεσσηνίαν ἐκ τῆς Ἀρκαδίας παρόδους προλαβὼν τοῖς τε ἐκ τῆς πόλεως Μεσσηνίοις καὶ ὅσοι τῶν περιοίκων σφίσιν ἤμυναν·
他们又在麦收时节集结,准备入侵美塞尼亚;但当时担任平民领袖并被选为美塞尼亚将领的狄诺克拉底,率领城内的美塞尼亚人以及所有援助他们的周边居民,预先占领了从阿尔卡地亚进入美塞尼亚的通道,使吕科尔塔斯及其随行军队无功而返。
§4.29.12Φιλοποίμενος δὲ σὺν ἱππεῦσιν ὀλίγοις ἀφικομένου πολὺ ὕστερον ἢ ὁ μετὰ Λυκόρτα στρατός, πυθέσθαι δὲ οὐδέν πω τῶν ἐς αὐτοὺς δεδυνημένου, νικῶσιν οἱ Μεσσήνιοι γινομένης σφίσιν ἐξ ὑπερδεξίων τῆς μάχης καὶ ζῶντα αἱροῦσι Φιλοποίμενα.
当菲洛皮门率领少数骑兵抵达时,已比吕科尔塔斯麾下的军队迟了许多,且他尚未能得知任何关于他们状况的消息,美塞尼亚人由于在有利的高处进行战斗而获得胜利,并活捉了菲洛皮门。
τρόπον δὲ ὅντινα ὁ Φιλοποίμην ἑάλω καὶ ὡς ἐτελεύτησε, τάδε μὲν ἡμῖν καὶ ὕστερον ὁ Ἀρκαδικὸς λόγος ἐπέξεισι· Μεσσηνίων δὲ οἵ τε Φιλοποίμενι αἴτιοι τῆς τελευτῆς ἔδοσαν δίκας καὶ ἡ Μεσσήνη συνετέλεσεν αὖθις ἐς τὸ Ἀχαϊκόν.
至于菲洛皮门是如何被俘、如何死去的,我的《阿尔卡地亚记》此后将进行详尽叙述;但美塞尼亚人中对菲洛皮门之死负有责任的人受到了惩罚,美塞内也重新加入了阿开亚同盟。
§4.29.13ἄχρι μὲν δὴ τοῦδε ὁ λόγος ἐπῆλθέ μοι Μεσσηνίων τὰ πολλὰ παθήματα, καὶ ὡς ὁ δαίμων σφᾶς ἐπί τε γῆς τὰ ἔσχατα καὶ ἐπὶ τὰ πορρώτατα Πελοποννήσου σκεδάσας ὕστερον χρόνῳ καὶ ἐς τὴν οἰκείαν ἀνέσωσε· τὸ δὲ ἀπὸ τούτου τῆς χώρας καὶ πόλεων τραπώμεθα ἐς ἀφήγησιν.
至此,我的叙述已经谈及了美塞尼亚人的诸多苦难,以及神明虽然将他们驱散到大地的尽头和远离伯罗奔尼撒的极远之地,但后来又将他们救回并安置在他们自己的家园;在此之后,让我们转向对这片土地和城市的描述。

词汇与语法注释

  1. 4.29.7ὃ δὲ οὐ λέληθεν ἐμέ — 关系代名词 ὅ 是一个预指代词,指向后面整个分句的内容:καὶ μὴ συντελοῦσιν... τὰ Ἀχαιῶν ὑπάρχοι(即使他们不向同盟会议纳金,阿开亚人的力量也对他们有所助益)。其中与格分词 μὴ συντελοῦσιν αὐτοῖς 作让步状语。
  2. 4.29.8τῶν Μεγαλοπολιτῶν τὸ διαφυγὸν καὶ ὑπὲρ τὰς δύο μοίρας — tò διαφυγόν(“逃脱的部分”)是中性单数分词用作名词,集合性地表示麦加洛波利斯逃亡者的整体。τὰς δύο μοίρας(“两个部分”)是希腊语的惯用表达,意为“三分之二”(三分中的两分)。
  3. 4.29.8ἀποδιδόντες σφίσι τὴν ὁμοίαν — τὴν ὁμοίαν 是一个省略了女性名词(如 χάριν “恩惠”或 ἀμοιβήν “回报”)的惯用表达,意为“给予同样的报答”或“投桃报李”。
  4. 4.29.9εἰ δὴ — 虽然由表示条件的 εἰ 和小词 δή 构成,但此处并非表示假设,而是基于既成事实提出理由,带有“既然”、“因为的确”的因果语气。

引用这一段

保萨尼亚斯, 希腊志 §4.29.7-4.29.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.29.7-4.29.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。